§15.2.10γνοίη δʼ ἄν τις τὰ περὶ τὴν λεχθεῖσαν ὀρεινὴν ἔτι μᾶλλον προσιστορήσας τὴν ὁδὸν ᾗ ἐχρήσατο διώκων τοὺς περὶ Βησσὸν ὡς ἐπὶ Βάκτρων Ἀλέξανδρος ἐκ τῆς Παρθυηνῆς· εἰς γὰρ τὴν Ἀρίαν ἧκεν, εἶτʼ εἰς Δράγγας, ὅπου Φιλώταν ἀνεῖλε τὸν Παρμενίωνος υἱὸν φωράσας ἐπιβουλήν· ἔπεμψε δὲ καὶ εἰς Ἐκβάτανα τοὺς καὶ τὸν πατέρα αὐτοῦ ἀνελοῦντας ὡς κοινωνὸν τῆς ἐπιβουλῆς· φασὶ δʼ αὐτοὺς ἐπὶ δρομάδων καμήλων ὁδὸν ἡμερῶν τριάκοντα ἢ καὶ τετταράκοντα ἑνδεκαταίους διανύσαι καὶ τελευτῆσαι τὴν πρᾶξιν.
如果进一步研究亚历山大从帕尔提亚追击贝苏斯一行前往巴克特拉时所走的路线,人们就会对上述山地的情况有更深的了解;因为他先到了阿利亚,然后到了德兰吉亚纳,在那里他揭发了帕美尼翁之子菲罗塔斯的阴谋并将其处死;他还派人前往埃克巴坦那,将他的父亲也作为阴谋的共犯处死;据说这些人骑着单峰骆驼,在第十一天就走完了三十天或四十天的路程,完成了这项任务。
οἱ δὲ Δράγγαι περσίζοντες τἆλλα κατὰ τὸν βίον οἴνου σπανίζουσι, γίνεται δὲ παρʼ αὐτοῖς καττίτερος.
德兰吉亚人在生活方面的其他方面都像波斯人,但缺乏葡萄酒,不过他们那里产锡。
εἶτʼ ἐκ Δραγγῶν ἐπί τε τοὺς Εὐεργέτας ἧκεν, οὓς ὁ Κῦρος οὕτως ὠνόμασε, καὶ τοὺς Ἀραχωτούς, εἶτα διὰ τῶν Παροπαμισαδῶν ὑπὸ πλειάδος δύσιν· ἔστι δʼ ὀρεινὴ καὶ κεχιονοβόλητο τότε ὥστε χαλεπῶς ὡδεύετο· πυκναὶ μέντοι κῶμαι δεχόμεναι πάντων εὔποροι πλὴν ἐλαίου παρεμυθοῦντο τὰς δυσκολίας· εἶχόν τε ἐν ἀριστερᾷ τὰς ἀκρωρείας.
然后,他从德兰吉亚人那里来到了被塞鲁士命名为“恩人”的埃乌埃尔格泰人之地,以及阿拉霍西亚人之地,接着在昴星团落下时穿过了帕罗帕米萨代;那里山峦起伏,当时大雪覆盖,因此行路十分艰难;然而,接待他们的许多村庄除了橄榄油外,其他物资都很丰富,这减轻了他们的困难;他们的左侧是连绵的山峰。
ἔστι δὲ τὰ μεσημβρινὰ μὲν τοῦ ὄρους τοῦ Παροπαμισοῦ Ἰνδικά τε καὶ Ἀριανά· τὰ δὲ προσάρκτια τὰ μὲν πρὸς ἑσπέραν Βάκτρια τοῖς Βακτρίοις βαρβάρων.
帕罗帕米苏斯山的南部属于印度和阿利亚奈;而北部,即偏西的部分,属于巴克特里亚,是巴克特里亚野蛮人的一部分。
διαχειμάσας δʼ αὐτόθι ὑπερδέξιον ἔχων τὴν Ἰνδικὴν καὶ πόλιν κτίσας ὑπερήκρισεν εἰς τὴν Βακτριανὴν διὰ ψιλῶν ὁδῶν πλὴν τερμίνθου θαμνώδους ὀλίγης, ἀπορούμενος καὶ τροφῆς ὥστε ταῖς τῶν κτηνῶν σαρξὶ χρῆσθαι, καὶ ταύταις ὠμαῖς διὰ τὴν ἀξυλίαν· πρὸς δὲ τὴν ὠμοσιτίαν πεπτικὸν ἦν αὐτοῖς τὸ σίλφιον πολὺ πεφυκός.
他在那里度过冬季,将印度保持在右侧的居高临下位置,并在建立了一座城市后,翻越山顶进入巴克特里亚纳,一路上除了少许灌木状的黄连木外,道路尽是荒凉之景,他们还面临粮食匮乏,以至于不得不吃牲畜的肉,并且由于缺乏木柴而只能生吃;为了应对这种生食肉类,大量生长的香草对他们起到了促进消化的作用。
πεντεκαιδεκαταῖος δὲ ἀπὸ τῆς κτισθείσης πόλεως καὶ τῶν χειμαδίων ἧκεν εἰς Ἄδραψα, πόλιν τῆς Βακτριανῆς.
从建好的城市和冬营地出发的第十五天,他到达了巴克特里亚纳的城市阿德拉普萨。
§15.2.11περὶ ταῦτα δέ που τὰ μέρη τῆς ὁμόρου τῇ Ἰνδικῇ καὶ τὴν Χααρηνὴν εἶναι συμβαίνει· ἔστι δὲ τῶν ὑπὸ τοῖς Παρθυαίοις αὕτη προσεχεστάτη τῇ Ἰνδικῇ· διέχει δὲ τῆς * Ἀριανῆς διʼ Ἀραχωτῶν καὶ τῆς λεχθείσης ὀρεινῆς σταδίους μυρίους * ἐνακισχιλίους.
在与印度接壤的这些地区附近,恰好坐落着哈阿雷内;在帕尔提亚人统治的地区中,这里是距离印度最近的;它穿过阿拉霍西亚及上述山地,距离阿利亚奈有一万九千斯塔迪亚。
ταύτην δὲ τὴν χώραν διεξιὼν Κρατερὸς καταστρεφόμενος ἅμα τοὺς ἀπειθοῦντας ᾔει συμμῖξαι τὴν ταχίστην σπεύδων τῷ βασιλεῖ· καὶ δὴ περὶ τοὺς αὐτοὺς χρόνους σχεδόν τι συνέδραμον εἰς τὴν Καρμανίαν αἱ πεζαὶ δυνάμεις ἀμφότεραι· καὶ μικρὸν ὕστερον οἱ περὶ Νέαρχον εἰσέπλεον εἰς τὸν Περσικὸν κόλπον, πολλὰ ταλαιπωρήσαντες διὰ τὴν ἄλην καὶ τὴν ταλαιπωρίαν καὶ τὰ μεγέθη τῶν κητῶν.
克拉特鲁斯在穿过该地区的同时,征服了那些不顺从的人,并急于以最快速度与国王会合;确实,大约在同一时间,两支陆军部队在卡尔马尼亚会师;不久之后,尼阿库斯一行在经历了因漂泊、艰难以及巨大的鲸鱼所带来的诸多痛苦之后,驶入了波斯湾。
§15.2.12εἰκὸς μὲν οὖν πρὸς ὑπερβολὴν ἠδολεσχηκέναι πολλὰ τοὺς πλεύσαντας, ὅμως δʼ οὖν εἰρήκασι παραδηλοῦντες ἅμα καὶ τὸ παραστὰν αὐτοῖς πάθος, διότι προσδοκία μᾶλλον ἢ κίνδυνος ὑπῆρχε τοῖς ἀληθέσι.
因此,航行者们极有可能夸大其词地说了许多废话,但无论如何,他们还是在讲述的同时透露了当时侵袭他们的恐惧感,因为对他们而言,预期的恐惧而非真正的危险才是实际存在的。
τὸ δὲ μάλιστα ταράττον φυσητήρων μεγέθη ῥοῦν ἀπεργαζομένων μέγαν ἀθρόον καὶ ἀχλὺν ἐκ τῶν ἀναφυσημάτων, ὥστε τὰ πρὸ ποδῶν μέρη μὴ ὁρᾶσθαι· ἐπεὶ δʼ οἱ καθηγεμόνες τοῦ πλοῦ, δεδιότων ταῦτα τῶν ἀνθρώπων τὴν δʼ αἰτίαν οὐχ ὁρώντων, ἐμήνυσαν ὅτι θηρία εἴη, τάχα δʼ ἀπαλλάττοιτο σάλπιγγος ἀκούσαντα καὶ κρότου, ἐκ τούτου Νέαρχος ταῖς ναυσὶν ἐπῆγε μὲν τὸ ῥόθιον καθʼ ἅπερ ἐκώλυον, καὶ ἅμα ταῖς σάλπιγξιν ἐφόβει, τὰ δὲ θηρία ἔδυνεν· εἶτʼ ἀνεφαίνετο κατὰ πρύμναν ὥστε ναυμαχίας ἀγωνίαν παρεῖχεν, ἀλλʼ αὐτίκα ἀφίστατο.
最让他们困扰的是鲸鱼的庞大体型,它们一齐制造出巨大的水流,并从喷气孔喷出浓雾,以至于眼前的景物都无法看清;然而,当航行的向导在人们感到恐惧却不明其因时,告知他们这些不过是海兽,且一听到小号声和嘈杂声就会迅速离去,于是尼阿库斯便率领船只发出喧嚣之声,迎着阻挡它们的浪潮冲去,同时用小号声恐吓它们,那些海兽便潜入水中;随后它们又在船尾处露面,带来了如同海战般的紧张气氛,但很快就离去了。