§15.2.8τὸ μὲν δὴ νότιον τῆς Ἀριανῆς πλευρὸν τοιαύτην τινὰ ἔχει τὴν τῆς παραλίας διάθεσιν καὶ τῆς ὑπερκειμένης πλησίον γῆς τῆς τῶν Γεδρωσίων καὶ Ὠριτῶν.
确实,阿利亚奈的南部边缘,其海岸线以及紧邻其上的盖德罗西亚人和奥里泰人的土地,呈现出这样一种面貌。
πολλὴ δʼ ἐστὶ καὶ εἰς τὴν μεσόγαιαν ἀνέχουσα καὶ ἡ Γεδρωσία μέχρι τοῦ συνάψαι Δράγγαις τε καὶ Ἀραχωτοῖς καὶ Παροπαμισάδαις, περὶ ὧν Ἐρατοσθένης οὕτως εἴρηκεν·
盖德罗西亚也向内陆延伸很远,直到与德兰吉亚纳、阿拉霍西亚和帕罗帕米萨代接壤。
οὐ γὰρ ἔχομέν τι λέγειν βέλτιον περὶ αὐτῶν.
关于这些地方,埃拉托斯特尼是这样说的;因为我们没有关于它们更好的叙述。
ὁρίζεσθαι μὲν γάρ φησι τὴν Ἀριανὴν ἐκ μὲν τῶν πρὸς ἕω τῷ Ἰνδῷ, πρὸς νότον δὲ τῇ μεγάλῃ θαλάττῃ, πρὸς ἄρκτον δὲ τῷ Παροπαμισῷ καὶ τοῖς ἑξῆς ὄρεσι μέχρι Κασπίων πυλῶν, τὰ δὲ πρὸς ἑσπέραν τοῖς αὐτοῖς ὅροις οἷς ἡ μὲν Παρθυηνὴ πρὸς Μηδίαν ἡ δὲ Καρμανία πρὸς τὴν Παραιτακηνὴν καὶ Περσίδα διώρισται·
他确实说,阿利亚奈的边界是:东临印度河,南濒大洋,北靠帕罗帕米苏斯山及一直延伸到里海门的后续山脉,西界则与划分帕尔提亚与米底、以及卡尔马尼亚与帕莱塔克奈及波斯的相同边界相一致。
πλάτος δὲ τῆς χώρας τὸ τοῦ Ἰνδοῦ μῆκος τὸ ἀπὸ τοῦ Παροπαμισοῦ μέχρι τῶν ἐκβολῶν μύριοι καὶ δισχίλιοι στάδιοι (οἱ δὲ τρισχιλίους φασί)·
该地区的宽度是印度河从帕罗帕米苏斯到河口的长度,为一万二千斯塔迪亚(也有人说是一万三千斯塔迪亚)。
μῆκος δὲ ἀπὸ Κασπίων πυλῶν, ὡς ἐν τοῖς Ἀσιατικοῖς σταθμοῖς ἀναγέγραπται, διττόν.
而从里海门算起的长度,正如《亚洲驿站记》中所记载的那样,有两条路线。
μέχρι μὲν Ἀλεξανδρείας τῆς ἐν Ἀρίοις ἀπὸ Κασπίων πυλῶν διὰ τῆς Παρθυαίας μία καὶ ἡ αὐτὴ ὁδός· εἶθʼ ἡ μὲν ἐπʼ εὐθείας διὰ τῆς Βακτριανῆς καὶ τῆς ὑπερβάσεως τοῦ ὄρους εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον ἥτις ἐστὶν ἐν τοῖς Παροπαμισάδαις· ἡ δʼ ἐκτρέπεται μικρὸν ἀπὸ τῆς Ἀρίας πρὸς νότον εἰς Προφθασίαν τῆς Δραγγιανῆς· εἶτα πάλιν ἡ λοιπὴ μέχρι τῶν ὅρων τῆς Ἰνδικῆς καὶ τοῦ Ἰνδοῦ· ὥστε μακροτέρα ἐστὶν αὕτη ἡ διὰ τῶν Δραγγῶν καὶ Ἀραχωτῶν, σταδίων μυρίων πεντακισχιλίων τριακοσίων ἡ πᾶσα.
从里海门到阿利亚的亚历山大里亚,穿过帕尔提亚是一条相同的道路;此后,一条路笔直穿过巴克特里亚纳并翻越山脉到达奥尔托斯帕纳,通往来自巴克特拉的三岔路口,该路口位于帕罗帕米萨代;另一条路则从阿利亚稍微向南偏折,通往德兰吉亚纳的普罗夫塔西亚;然后其余的部分再一直通到印度边境和印度河;因此,这条穿过德兰吉亚纳和阿拉霍西亚的路更长,全长一万五千三百斯塔迪亚。
εἰ δή τις ἀφέλοι τοὺς χιλίους τριακοσίους, ἔχοι ἂν τὸ λοιπὸν τὸ ἐπʼ εὐθείας μῆκος τῆς χώρας, μυρίων καὶ τετρακισχιλίων· οὐ πολὺ γὰρ ἔλαττον τῆς παραλίας, κἂν παραύξωσί τινες αὐτὸ πρὸς τοῖς μυρίοις τὴν Καρμανίαν ἑξακισχιλίων τιθέντες· ἢ γὰρ σὺν τοῖς κόλποις φανοῦνται τιθέντες ἢ σὺν τῇ ἐντὸς τοῦ Περσικοῦ κόλπου παραλίᾳ τῇ Καρμανικῇ.
因此,如果有人减去这一千三百斯塔迪亚,就可以得到该地区直线的剩余长度,即一万四千斯塔迪亚;因为这并不比海岸线短多少,即使有些人把卡尔马尼亚定在一万斯塔迪亚之外再加上六千斯塔迪亚来增加它;因为他们显然是将海湾计算在内,或者是将波斯湾内的卡尔马尼亚海岸计算在内。
ἐπεκτείνεται δὲ τοὔνομα τῆς Ἀριανῆς μέχρι μέρους τινὸς καὶ Περσῶν καὶ Μήδων καὶ ἔτι τῶν πρὸς ἄρκτον Βακτρίων καὶ Σογδιανῶν· εἰσὶ γάρ πως καὶ ὁμόγλωττοι παρὰ μικρόν.
阿利亚奈这个名字也延伸到波斯人和米底人的一部分,甚至延伸到北部的巴克特里亚人和索格底亚人;因为他们在某种程度上几乎使用相同的语言。
§15.2.9̔η δὲ τάξις τῶν ἐθνῶν τοιαύτη· παρὰ μὲν τὸν Ἰνδὸν οἱ Παροπαμισάδαι, ὧν ὑπέρκειται ὁ Παροπαμισὸς ὄρος, εἶτʼ Ἀραχωτοὶ πρὸς νότον, εἶτʼ ἐφεξῆς πρὸς νότον Γεδρωσηνοὶ σὺν τοῖς ἄλλοις τοῖς τὴν παραλίαν ἔχουσιν· ἅπασι δὲ παρὰ τὰ πλάτη τῶν χωρίων παράκειται ὁ Ἰνδός.
各民族的分布如下:沿印度河居住的是帕罗帕米萨代,他们上方耸立着帕罗帕米苏斯山;然后是南面的阿拉霍西亚人;接着往南是盖德罗西亚人以及其他占领海岸的民族;印度河顺着所有这些地区的宽度方向流经其旁。
* τούτων δʼ ἐκ μέρους τῶν παρὰ τὸν Ἰνδὸν ἔχουσί τινα Ἰνδοὶ πρότερον ὄντα Περσῶν, ἃ ἀφείλετο μὲν ὁ Ἀλέξανδρος τῶν Ἀριανῶν καὶ κατοικίας ἰδίας συνεστήσατο, ἔδωκε δὲ Σέλευκος ὁ Νικάτωρ Σανδροκόττῳ, συνθέμενος ἐπιγαμίαν καὶ ἀντιλαβὼν ἐλέφαντας πεντακοσίους.
在印度河沿岸的这些地区中,印度人占领了其中一部分,这些地方以前属于波斯人,亚历山大将其从阿利亚诺伊手中夺取并建立了自己的定居点,但塞勒乌科·尼卡托与沙德罗科特斯缔结了通婚关系,并换取了五百头大象,从而将这些地方赠送给了他。
τοῖς Παροπαμισάδαις δὲ παράκεινται πρὸς τὴν ἑσπέραν Ἄριοι, τοῖς δὲ Ἀραχωτοῖς Δράγγαι καὶ τοῖς Γεδρωσίοις· οἱ δʼ Ἄριοι τοῖς Δράγγαις ἅμα καὶ πρὸς ἄρκτον παράκεινται καὶ πρὸς ἑσπέραν, ἐγκυκλούμενοι μικρά πως· ἡ δὲ Βακτριανὴ τῇ τε Ἀρίᾳ πρὸς ἄρκτον παράκειται καὶ τοῖς Παροπαμισάδαις, διʼ ὧνπερ Ἀλέξανδρος ὑπερέβαλε τὸν Καύκασον ἐλαύνων τὴν ἐπὶ Βάκτρων· πρὸς ἑσπέραν δὲ ἐφεξῆς εἰσι τοῖς Ἀρίοις Παρθυαῖοι καὶ τὰ περὶ τὰς Κασπίους πύλας· πρὸς νότον δὲ τούτοις ἡ ἔρημος τῆς Καρμανίας, εἶθʼ ἡ λοιπὴ Καρμανία καὶ Γεδρωσία.
与帕罗帕米萨代西面相邻的是阿利亚人,与阿拉霍西亚人和盖德罗西亚人相邻的是德兰吉亚人;而阿利亚人在北面和西面都与德兰吉亚人相邻,在一定程度上包围了他们;巴克特里亚纳在北面与阿利亚以及帕罗帕米萨代相邻,亚历山大在向巴克特拉进军时正是穿过这些地方翻越了高加索山;在阿利亚人的西面依次是帕尔提亚人以及里海门一带;在这些地方的南面是卡尔马尼亚的沙漠,然后是卡尔马尼亚的其余部分和盖德罗西亚。