§15.2.5καὶ δὴ καί φησιν ὁ Νέαρχος, ἤδη τοῦ βασιλέως τελοῦντος τὴν ὁδόν, αὐτὸς μετοπώρου κατὰ πλειάδος ἐπιτολὴν ἑσπερίαν ἄρξασθαι τοῦ πλοῦ, μήπω μὲν τῶν πνευμάτων οἰκείων ὄντων, τῶν δὲ βαρβάρων ἐπιχειρούντων αὐτοῖς καὶ ἐξελαυνόντων· καταθαρρῆσαι γὰρ ἀπελθόντος τοῦ βασιλέως καὶ ἐλευθεριάσαι.
事实上,尼阿科斯说,在国王已经快要完成行军时,他自己则在秋天、大约普勒阿得斯星团傍晚升起的时候开始航行,虽然此时风向还不合适,而且蛮族也在攻击并试图驱逐他们;因为国王离去后,他们便鼓起勇气,开始图谋独立。
κρατερὸς δʼ ἀπὸ τοῦ Ὑδάσπου ἀρξάμενος διʼ Ἀραχωτῶν ᾔει καὶ Δραγγῶν εἰς Καρμανίαν.
克拉特鲁斯则从许达斯佩斯河出发,穿过阿拉霍西亚和德兰吉亚纳进入卡尔马尼亚。
πολλὰ δʼ ἐταλαιπώρει ὁ Ἀλέξανδρος καθʼ ὅλην τὴν ὁδὸν διὰ λυπρᾶς ἰών· πόρρωθεν δʼ ὁμοίως ἐπεχορηγεῖτο μικρὰ καὶ σπάνια ὥστε λιμώττειν τὸ στράτευμα· καὶ τὰ ὑποζύγια ἐπέλιπε, καὶ τὰ σκεύη κατελείπετο ἐν ταῖς ὁδοῖς καὶ τοῖς στρατοπέδοις· ἀπὸ δὲ τῶν φοινίκων ἦν ἡ σωτηρία τοῦ τε καρποῦ καὶ τοῦ ἐγκεφάλου.
但亚历山大在整个行军过程中,由于经过贫瘠的土地而遭受了极大的痛苦;同样,从远处运来的补给既少又罕见,以至于军队挨饿;役畜也消耗殆尽,行李被遗弃在道路和营地中;但椰枣树的果实和嫩芽(髓)成了他们的救星。
φασὶ δὲ φιλονεικῆσαι τὸν Ἀλέξανδρον καίπερ εἰδότα τὰς ἀπορίας πρὸς τὴν κατέχουσαν δόξαν, ὡς Σεμίραμις μὲν ἐξ Ἰνδῶν φεύγουσα σωθείη μετὰ ἀνδρῶν ὡς εἴκοσι, Κῦρος δὲ ἑπτά, εἰ δύναιτο αὐτὸς τοσοῦτο στράτευμα διασῶσαι διὰ τῆς αὐτῆς χώρας, νικῶν καὶ ταῦτα.
据说,亚历山大虽然知道这些困难,但为了与广为流传的声望竞争,仍执意前行——根据传说,塞米拉米斯从印度逃走时仅与大约二十人一同生还,而居鲁士仅与七人生还,他想看看自己是否能带领如此庞大的军队安全穿过同一地区,从而也战胜这些先贤。
§15.2.6πρὸς δὲ τῇ ἀπορίᾳ χαλεπὸν ἦν καὶ τὸ καῦμα καὶ τὸ βάθος τῆς ψάμμου καὶ ἡ θερμότης, ἔστι δʼ ὅπου καὶ θῖνες ὑψηλοὶ ὥστε πρὸς τῷ δυσχερῶς ἀναφέρειν τὰ σκέλη καθάπερ ἐκ βυθοῦ καὶ ἀναβάσεις εἶναι καὶ καταβάσεις· ἀνάγκη δʼ ἦν καὶ σταθμοὺς ποιεῖσθαι μακροὺς διὰ τὰ ὑδρεῖα διακοσίων καὶ τετρακοσίων σταδίων, ἔστι δʼ ὅτε καὶ ἑξακοσίων, νυκτοποροῦντας τὸ πλέον.
除了匮乏之外,酷热、沙子的深度和高温也同样令人难以忍受,有些地方甚至有高耸的沙丘,以至于除了像从深渊中一样艰难地拔出双腿之外,还要不断上坡下坡;由于水源的缘故,他们不得不进行漫长的行军,距离达两百、四百斯塔迪亚,有时甚至达六百斯塔迪亚,且大部分时间是在夜间行军。
πόρρω δὲ τῶν ὑδρείων ἐστρατοπεδεύοντο ἐν τριάκοντα σταδίοις πολλάκις τοῦ μὴ ἐμφορεῖσθαι κατὰ δίψος· πολλοὶ γὰρ ἐμπίπτοντες σὺν ὅπλοις ἔπινον ὡς ἂν ὑποβρύχιοι, φυσώμενοι δʼ ἐπέπλεον ἐκπεπνευκότες καὶ τὰ ὑδρεῖα βραχέα ὄντα διέφθειρον· οἱ δʼ ἐν τῷ ἡλίῳ κατὰ μέσην τὴν ὁδὸν ἀπηγορευκότες ἔκειντο ὑπὸ δίψους· ἔπειτα τρομώδεις μετὰ παλμοῦ χειρῶν καὶ σκελῶν ἔθνησκον παραπλησίως ὡς ἂν ῥίγους καὶ φρίκης ἐχόμενοι.
他们经常在距离水源三十斯塔迪亚的地方扎营,以免因口渴而饮水过度;因为许多人穿着盔甲跳入水中,像被淹没一样暴饮,结果身体发胀、断气并漂浮起来,弄脏了本就狭小的水源;还有一些人在行军中途的烈日下精疲力竭,因口渴而倒下;随后,他们手脚颤抖、抽搐着死去,就像被寒冷和战栗侵袭一样。
συνέβαινε δέ τισι καὶ ἐκτραπομένοις τὴν ὁδὸν καταδαρθεῖν κρατουμένοις ὑπὸ ὕπνου καὶ κόπου, ὑστερήσαντες δʼ οἱ μὲν ἀπώλοντο πλάνῃ τῶν ὁδῶν καὶ ὑπὸ ἀπορίας ἁπάντων καὶ καύματος, οἱ δʼ ἐσώθησαν πολλὰ ταλαιπωρήσαντες· πολλὰ δὲ κατέκλυσε καὶ τῶν σωμάτων καὶ τῶν χρηστηρίων ἐπιπεσὼν χειμάρρους νύκτωρ· καὶ τῆς βασιλικῆς δὲ κατασκευῆς ἐξηλείφθη πολλή·
还有一些人因为精疲力竭和困倦而偏离道路睡着了,落后的人中,有的因迷路、物资匮乏和酷热而丧生,有的在经历无数痛苦后得以生还;夜间突然降临的山洪还冲走了许多人和家当;王室的装备也损失了许多。
καὶ τῶν καθοδηγῶν δὲ κατʼ ἄγνοιαν πολὺ εἰς τὴν μεσόγαιαν ἐκτραπομένων ὥστε μηκέτι ὁρᾶν τὴν θάλατταν, συνεὶς ὁ βασιλεὺς ἐξαυτῆς ὥρμησε ζητήσων τὴν ᾐόνα, καὶ ἐπειδὴ εὗρε καὶ ὀρύξας εἶδεν ὕδωρ πότιμον, μεταπέμπεται τὸ στρατόπεδον, καὶ λοιπὸν μέχρι ἡμερῶν ἑπτὰ πλησίον ᾔει τῆς ᾐόνος εὐπορῶν ὑδρείας· ἔπειτʼ αὖθις εἰς τὴν μεσόγαιαν ἀνεχώρησεν.
此外,由于向导无知,将军队向内陆引得太远,以至于看不见大海,国王发现后立即出发去寻找海岸,当他找到并挖掘出可饮用的水时,便派人召回军队;在此后的七天里,他紧靠海岸前行,水源充足;随后,他再次退回内陆。
§15.2.7ἦν δέ τι ὅμοιον τῇ δάφνῃ φυτόν, οὗ τὸ γευσάμενον τῶν ὑποζυγίων ἀπέθνησκε μετὰ ἐπιληψίας καὶ ἀφροῦ· ἄκανθα δὲ τοὺς καρποὺς ἐπὶ γῆς κεχυμένη, καθάπερ οἱ σίκυοι, πλήρης ἦν ὀποῦ· τούτου δὲ ῥανίδες εἰς ὀφθαλμὸν ἐμπεσοῦσαι πᾶν ἀπετύφλουν ζῷον· οἵ τε ὠμοὶ φοίνικες ἔπνιγον πολλούς.
有一种植物类似于月桂树,役畜中凡尝了这植物的,都会伴随癫痫和口吐白沫而死;还有一种棘刺植物,像黄瓜一样在地上蔓延结果,里面充满了汁液;这种汁液的滴液一旦落入眼中,就会使任何动物失明;未熟的椰枣也使许多人窒息。
ἦν δὲ κίνδυνος καὶ ἀπὸ τῶν ὄφεων· ἐν γὰρ τοῖς θισὶν ἐπεφύκει βοτάνη, ταύτῃ δʼ ὑποδεδυκότες ἐλάνθανον τοὺς δὲ πληγέντας ἀπέκτεινον.
蛇也带来了危险;因为沙丘上长着一种草,它们潜伏在草下不被发现,并咬死被咬的人。
ἐν δὲ τοῖς Ὠρίταις τὰ τοξεύματα χρίεσθαι θανασίμοις φαρμάκοις ἔφασαν, ξύλινα ὄντα καὶ πεπυρακτωμένα· τρωθέντα δὲ Πτολεμαῖον κινδυνεύειν· ἐν ὕπνῳ δὲ παραστάντα τινὰ τῷ Ἀλεξάνδρῳ δεῖξαι ῥίζαν αὐτόπρεμνον, ἣν κελεῦσαι τρίβοντα ἐπιτιθέναι τῷ τρωθέντι· ἐκ δὲ τοῦ ὕπνου γενόμενον, μεμνημένον τῆς ὄψεως εὑρεῖν ζητοῦντα τὴν ῥίζαν πολλὴν πεφυκυῖαν καὶ χρήσασθαι καὶ αὐτὸν καὶ τοὺς ἄλλους· ἰδόντας δὲ τοὺς βαρβάρους εὑρημένον τὸ ἀλέξημα ὑπηκόους γενέσθαι τῷ βασιλεῖ.
在奥里泰人中,据说箭头上涂有致命的毒药,这些箭头是木制的并经过火烧硬化;被射伤的托勒密曾危在旦夕;但在梦中,有人出现在亚历山大面前,向他展示了一株连根拔起的植物,并命令他将其研碎敷在伤员身上;醒来后,他记起了梦中的情景,寻找并发现该植物大量生长,他自己和其他人都使用了它;蛮族看到解药已被找到,便臣服于国王。
εἰκὸς δέ τινα μηνῦσαι τῶν εἰδότων, τὸ δὲ μυθῶδες προσετέθη κολακείας χάριν.
但很可能是知情者中有人透露了消息,而神话色彩则是为了阿谀奉承而添加的。
ἐλθὼν δʼ εἰς τὸ βασίλειον τῶν Γεδρωσίων ἑξηκοσταῖος ἀπὸ Ὠρῶν, διαναπαύσας τὰ πλήθη μικρόν, ἀπῆρεν εἰς τὴν Καρμανίαν.
他从奥赖出发,在第六十天到达盖德罗西亚人的都城,让群众稍作休息后,便启程前往卡尔马尼亚。