Humanitext Reader

斯特拉波 · 地理学 §15.1.69-15.1.73

印度的节日、普拉姆内哲士与访罗使团

第 496 段,共 577 段 · 希腊语

内容简介

斯特拉波介绍了印度人的节日与华丽游行,将名为普拉姆内的哲士进行了分类,并引用阿耳忒弥多罗斯的地理描述以及大马士革的尼科劳斯关于奥古斯都使团和在雅典自焚的扎尔曼诺切加斯的历史见证。

§15.1.69λέγεται δὲ καὶ ταῦτα παρὰ τῶν συγγραφέων, ὅτι σέβονται μὲν τὸν ὄμβριον Δία Ἰνδοὶ καὶ τὸν Γάγγην ποταμὸν καὶ τοὺς ἐγχωρίους δαίμονας.
史家们还说了这些事:印度人崇拜降雨的宙斯、恒河以及当地的神明。
ὅταν δὲ βασιλεὺς λούῃ τὴν τρίχα, μεγάλην ἑορτὴν ἄγουσι καὶ μεγάλα δῶρα πέμπουσι τὸν ἑαυτοῦ πλοῦτον ἕκαστος ἐπιδεικνύμενος κατὰ ἅμιλλαν.
当国王洗发时,他们会举行盛大的节日,并送上丰厚的礼物,每个人都在竞争中展示自己的财富。
τῶν τε μυρμήκων τινὰς καὶ πτερωτοὺς λέγουσι τῶν χρυσωρύχων· ψήγματά τε χρυσοῦ καταφέρειν τοὺς ποταμούς, καθάπερ τοὺς Ἰβηρικούς·
他们还说淘金的蚂蚁中有些是有翅膀的;而河流就像伊比利亚的河流一样,向下游输送金砂。
ἐν δὲ ταῖς κατὰ τὰς ἑορτὰς πομπαῖς πολλοὶ μὲν ἐλέφαντες πέμπονται χρυσῷ κεκοσμημένοι καὶ ἀργύρῳ, πολλὰ δὲ τέθριππα καὶ βοϊκὰ ζεύγη· εἶθʼ ἡ στρατιὰ κεκοσμημένη· καὶ χρυσώματα δὲ τῶν μεγάλων λεβήτων καὶ κρατήρων ὀργυιαίων· καὶ τοῦ Ἰνδικοῦ χαλκοῦ τράπεζαί τε καὶ θρόνοι καὶ ἐκπώματα καὶ λουτῆρες, λιθοκόλλητα τὰ πλεῖστα σμαράγδοις καὶ βηρύλλοις καὶ ἄνθραξιν Ἰνδικοῖς· καὶ ἐσθὴς δὲ ποικίλη χρυσόπαστος, καὶ βόνασοι καὶ παρδάλεις καὶ λέοντες τιθασοὶ καὶ τῶν ποικίλων ὀρνέων καὶ εὐφθόγγων πλῆθος.
在节日的游行中,会派出许多用金银装饰的象,以及许多四匹马和牛拉的车队;接着是装饰完毕的军队;还有大釜和一寻宽的混酒器等金器;以及用印度青铜制成的桌子、宝座、杯子和浴盆,其中大部分镶嵌着祖母绿、绿柱石和印度红宝石等宝石;还有散落着金粉的多彩衣服,以及野牛、豹子、温顺的狮子,和大量色彩斑斓、鸣声动听的鸟类。
ὁ δὲ Κλείταρχός φησιν ἁμάξας τετρακύκλους, δένδρα κομιζούσας τῶν μεγαλοφύλλων, ἐξ ὧν ἀπήρτηται γένη τετιθασευμένων ὀρνέων, ὧν εὐφωνότατον μὲν εἴρηκε τὸν ὠρίωνα, λαμπρότατον δὲ κατὰ τὴν ὄψιν καὶ πλείστην ἔχοντα ποικιλίαν τὸν καλούμενον κατρέα·
而克雷塔尔科斯则说,有四轮马车载着大叶种树木,树上悬挂着各种被驯服的鸟类,其中他提到鸣声最美妙的是奥里翁,而外表最绚丽、色彩最多样的是被称为卡特勒乌斯的鸟;因为其外形最接近孔雀。
τὴν γὰρ ἰδέαν ταῷ μάλιστα ἐγγίζειν. τὴν δὲ λοιπὴν εἰκονογραφίαν παρʼ ἐκείνου ληπτέον.
其余的形象描述应从他那里获取。
§15.1.70φιλοσόφους τε τοῖς Βραχμᾶσιν ἀντιδιαιροῦνται Πράμνας, ἐριστικούς τινας καὶ ἐλεγκτικούς· τοὺς δὲ Βραχμᾶνας φυσιολογίαν καὶ ἀστρονομίαν ἀσκεῖν, γελωμένους ὑπʼ ἐκείνων ὡς ἀλαζόνας καὶ ἀνοήτους.
他们还将普拉姆内斯区分为与婆罗门对立的哲士,他们是爱争论和好驳斥的人;而婆罗门则研究自然哲学和天文学,但被前者嘲笑为吹牛者和愚蠢之人。
τούτων δὲ τοὺς μὲν ὀρεινοὺς καλεῖσθαι τοὺς δὲ γυμνήτας τοὺς δὲ πολιτικοὺς καὶ προσχωρίους·
在这些人中,有的被称为山地哲士,有的被称为裸体哲士,有的被称为都市哲士和邻近哲士。
τοὺς μὲν ὀρεινοὺς δοραῖς ἐλάφων χρῆσθαι, πήρας δʼ ἔχειν ῥιζῶν καὶ φαρμάκων μεστάς, προσποιουμένους ἰατρικὴν μετὰ γοητείας καὶ ἐπῳδῶν καὶ περιάπτων.
山地哲士使用鹿皮,并携带装满根茎和药物的袋子,假装用巫术、咒语和护身符来行医。
τοὺς δὲ γυμνήτας κατὰ τοὔνομα γυμνοὺς διαζῆν, ὑπαιθρίους τὸ πλέον, καρτερίαν ἀσκοῦντας ἣν ἔφαμεν πρότερον μέχρι ἑπτὰ καὶ τριάκοντα· γυναῖκας δὲ συνεῖναι μὴ μιγνυμένας αὐτοῖς·
裸体哲士正如其名,赤身生活,大多在户外,进行我们之前提到的直到三十七岁的坚忍修行;妇女与他们同在,但不与他们同房。
τούτους δὲ θαυμάζεσθαι §15.1.71διαφερόντως.
这些人受到极大的赞美。
τοὺς δὲ πολιτικοὺς σινδονίτας κατὰ πόλιν ζῆν ἢ καὶ κατʼ ἀγρούς, καθημμένους νεβρίδας ἢ δορκάδων δοράς·
而都市哲士穿着细麻布衣服住在城里,或者住在田野里,身披小鹿皮或羚羊皮。
ὡς δʼ εἰπεῖν, Ἰνδοὺς ἐσθῆτι λευκῇ χρῆσθαι καὶ σινδόσι λευκαῖς καὶ καρπάσοις, ὑπεναντίως τοῖς εἰποῦσιν εὐανθέστατα αὐτοὺς ἀμπέχεσθαι φορήματα·
总的来说,印度人使用白色的衣服、白色的细麻布和棉织物,这与那些说他们穿着极绚丽服装的人相反。
κομᾶν δὲ καὶ πωγωνοτροφεῖν πάντας, ἀναπλεκομένους δὲ μιτροῦσθαι τὰς κόμας.
所有人都留长发和蓄胡须,但他们把头发编起来并戴上发带。
§15.1.72Ἀρτεμίδωρος δὲ τὸν Γάγγην φησὶν ἐκ τῶν Ἠμωδῶν ὀρῶν καταφερόμενον πρὸς νότον, ἐπειδὰν κατὰ τὴν Γάγγην γένηται πόλιν, ἐπιστρέφειν πρὸς ἕω μέχρι Παλιβόθρων καὶ τῆς εἰς τὴν θάλατταν ἐκβολῆς·
阿尔特米德罗斯说,恒河从赫莫多斯山向南流下,当到达恒河城时,便向东折转,直到巴利博特拉及注入大海的河口。
τῶν δὲ συρρεόντων εἰς αὐτὸν * Οἰδάνην τινὰ καλεῖ·
在流入恒河的河流中,他称其中一条为奥伊达内斯。
τρέφειν δὲ καὶ κροκοδείλους καὶ δελφῖνας·
他还说恒河也滋养鳄鱼和海豚。
λέγει δὲ καὶ ἄλλα τινά, συγκεχυμένως δὲ καὶ ἀργῶς, ὧν οὐ φροντιστέον.
他还说了一些别的事,但既混乱又疏忽,对此不必在意。
προσθείη δʼ ἄν τις τούτοις καὶ τὰ παρὰ τοῦ Δαμασκηνοῦ Νικολάου.
人们也可以把达马斯科的尼科拉奥斯所写的内容加到这些里去。
§15.1.73φησὶ γὰρ οὗτος ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ παρατυχεῖν τοῖς Ἰνδῶν πρέσβεσιν ἀφιγμένοις παρὰ Καίσαρα τὸν Σεβαστόν·
因为此人说,在达芙妮附近的安提阿,他碰巧遇到了前来拜见奥古斯都凯撒的印度使者。
οὓς ἐκ μὲν τῆς ἐπιστολῆς πλείους δηλοῦσθαι, σωθῆναι δὲ τρεῖς μόνους, οὓς ἰδεῖν φησι, τοὺς δʼ ἄλλους ὑπὸ μήκους τῶν ὁδῶν διαφθαρῆναι τὸ πλέον·
虽然从信件中表明他们人数较多,但只有三人幸存,他说他见到了这三人,其余的人大部分因旅途遥远而丧命。
τὴν δʼ ἐπιστολὴν ἑλληνίζειν ἐν διφθέρᾳ γεγραμμένην, δηλοῦσαν ὅτι Πῶρος εἴη ὁ γράψας, ἑξακοσίων δὲ ἄρχων βασιλέων ὅμως περὶ πολλοῦ ποιοῖτο φίλος εἶναι Καίσαρι, καὶ ἕτοιμος εἴη δίοδόν τε παρέχειν ὅπῃ βούλεται καὶ συμπράττειν ὅσα καλῶς ἔχει.
这封信是用希腊语写在羊皮纸上的,表明写信者是波罗斯,虽然统治着六百位国王,但他依然极看重与凯撒结盟,并准备在他希望的任何地方提供通道,并在一切体面的事情上予以合作。
ταῦτα μὲν ἔφη λέγειν τὴν ἐπιστολήν, τὰ δὲ κομισθέντα δῶρα προσενεγκεῖν ὀκτὼ οἰκέτας γυμνούς, ἐν περιζώμασι καταπεπασμένους ἀρώμασιν·
他说信中写的是这些,而运送来的礼物则由八个赤裸的、裹着腰布并撒满香料的家奴呈上。
εἶναι δὲ τὰ δῶρα τόν τε ἑρμᾶν, ἀπὸ τῶν ὤμων ἀφῃρημένον ἐκ νηπίου τοὺς βραχίονας, ὃν καὶ ἡμεῖς εἴδομεν, καὶ ἐχίδνας μεγάλας καὶ ὄφιν πηχῶν δέκα καὶ χελώνην ποταμίαν τρίπηχυν πέρδικά τε μείζω γυπός.
这些礼物包括那个赫尔墨斯式的人——他从小肩膀处的双臂就被切除,我们也见过他——还有大蝰蛇、一条十肘长的蛇、一只三肘长的河龟,以及一只比兀鹰还大的鹧鸪。
συνῆν δέ, ὥς φησι, καὶ ὁ Ἀθήνησι κατακαύσας ἑαυτόν·
此外,正如他 ¦p.1003 所说,在雅典自焚的那个人也在场。
ποιεῖν δὲ τοῦτο τοὺς μὲν ἐπὶ κακοπραγίᾳ ζητοῦντας ἀπαλλαγὴν τῶν παρόντων, τοὺς δʼ ἐπʼ εὐπραγίᾳ, καθάπερ τοῦτον·
而做这种事的人,有的是因遭遇不幸而寻求从现状中解脱,而有的是因处于顺境,就像这个人一样。
ἅπαντα γὰρ κατὰ γνώμην πράξαντα μέχρι νῦν ἀπιέναι δεῖν, μή τι τῶν ἀβουλήτων χρονίζοντι συμπέσοι·
因为他直到现在一切都如愿以偿,觉得必须离去,以免在拖延中发生什么不如意的事。
καὶ δὴ καὶ γελῶντα ἁλέσθαι γυμνὸν λίπʼ ἀληλιμμένον ἐν περιζώματι ἐπὶ τὴν πυράν·
事实上,他微笑着,赤裸着,身上涂了油,裹着腰布跳上了火葬台。
ἐπιγεγράφθαι δὲ τῷ τάφῳ Ζαρμανοχηγὰς Ἰνδὸς ἀπὸ Βαργόσης κατὰ τὰ πάτρια Ἰνδῶν ἔθη ἑαυτὸν ἀπαθανατίσας κεῖται.
他的墓碑上刻着:『来自巴尔戈萨的印度人扎尔曼诺切加斯,根据印度人的祖传习俗使自己不朽,在此长眠。 』

词汇与语法注释

  1. §15.1.69ψήγματά τε χρυσοῦ καταφέρειν τοὺς ποταμούς — 在“对格加不定式”(A.C.I.)结构中,`τοὺς ποταμούς`(对格复数)是不定式 `καταφέρειν` 的逻辑主语,而 `ψήγματα χρυσοῦ` 是其直接宾语。含义为河流输送金砂,而非金砂输送河流。
  2. §15.1.71διαφερόντως — 该副词修饰前一节(§15.1.70)末尾的被动语态不定式 `θαυμάζεσθαι`。其义为“他们受到格外的(或异乎寻常的)赞美”,此结构跨越了节和篇章的分界,阅读时需加注意。
  3. §15.1.73τόν τε ἑρμᾶν — 此为 `ἑρμᾶς`(相当于雅典方言的 `Ἑρμῆς`,但在此指像无臂的“赫尔墨斯石柱像”一样的人)的对格。指一个因从小失去双臂而形似无臂赫尔墨斯雕像的畸形人。

引用这一段

斯特拉波, 地理学 §15.1.69-15.1.73. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.69-15.1.73

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。