Humanitext Reader

斯特拉波 · 地理学 §15.1.59

婆罗门的生命历程、习俗与教义

第 492 段,共 577 段 · 希腊语

内容简介

介绍了美加斯提尼对印度哲学家(婆罗门与沙门)的划分,详细描述了婆罗门自出生前开始的严格教育与生命周期、禁欲与社交习惯,以及关于死生和宇宙论的教义。

§15.1.59ἄλλην δὲ διαίρεσιν ποιεῖται * περὶ τῶν φιλοσόφων, δύο γένη φάσκων, ὧν τοὺς μὲν Βραχμᾶνας καλεῖ τοὺς δὲ Γαρμᾶνας.
他关于哲学家们作了另一种划分,声称有两个派别,其中一派他称为婆罗门,另一派称为沙门。
τοὺς μὲν οὖν Βραχμᾶνας εὐδοκιμεῖν· μᾶλλον γὰρ καὶ ὁμολογεῖν ἐν τοῖς δόγμασιν·
其中婆罗门更享有盛誉,因为他们在教义上更为一致。
ἤδη δʼ εὐθὺς καὶ κυομένους ἔχειν ἐπιμελητὰς λογίους ἄνδρας, οὓς προσιόντας λόγῳ μὲν ἐπᾴδειν δοκεῖν καὶ τὴν μητέρα καὶ τὸν κυόμενον εἰς εὐτεκνίαν, τὸ δʼ ἀληθὲς σωφρονικάς τινας παραινέσεις καὶ ὑποθήκας διδόναι· τὰς δʼ ἥδιστα ἀκροωμένας μάλιστα εὐτέκνους εἶναι νομίζεσθαι.
而且,他们从受孕那一刻起,就已经有了博学的男子作为监护人,这些监护人走上前来,名义上似乎是在为母亲和胎儿吟诵祈求顺产的咒语,但实际上是在给予一些克己自制的劝诫和指导;而那些最乐意倾听的妇女,被认为最能生育优良的子嗣。
μετὰ δὲ τὴν γένεσιν ἄλλους καὶ ἄλλους διαδέχεσθαι τὴν ἐπιμέλειαν, ἀεὶ τῆς μείζονος ἡλικίας χαριεστέρων τυγχανούσης διδασκάλων.
出生之后,一个又一个其他的人接替监护工作,随着年龄的增长,他们总是能得到更为优秀的教师。
διατρίβειν δὲ τοὺς φιλοσόφους ἐν ἄλσει πρὸ τῆς πόλεως ὑπὸ περιβόλῳ συμμέτρῳ, λιτῶς ζῶντας ἐν στιβάσι καὶ δοραῖς, ἀπεχομένους ἐμψύχων καὶ ἀφροδισίων, ἀκροωμένους λόγων σπουδαίων, μεταδιδόντας καὶ τοῖς ἐθέλουσι· τὸν δʼ ἀκροώμενον οὔτε λαλῆσαι θέμις οὔτε χρέμψασθαι ἀλλʼ οὐδὲ πτύσαι, ἢ ἐκβάλλεσθαι τῆς συνουσίας τὴν ἡμέραν ἐκείνην ὡς ἀκολασταίνοντα.
哲学家们在城前一处有适度围墙的林中度过时光,简朴地生活在草垫和兽皮上,不吃有生命之物,禁绝性欲,倾听严肃的论说,并与愿意听的人分享;而听众既不准说话,也不准清理喉咙,甚至不准吐痰,否则那一天就会被作为放纵者逐出集会。
ἔτη δʼ ἑπτὰ καὶ τριάκοντα οὕτως ζήσαντα ἀναχωρεῖν εἰς τὴν ἑαυτοῦ κτῆσιν ἕκαστον καὶ ζῆν ἀδεῶς καὶ ἀνειμένως μᾶλλον, σινδονοφοροῦντα καὶ χρυσοφοροῦντα μετρίως ἐν τοῖς ὠσὶ καὶ ταῖς χερσί, προσφερόμενον σάρκας τῶν μὴ πρὸς τὴν χρείαν συνεργῶν ζῴων, δριμέων καὶ ἀρτυτῶν ἀπεχόμενον· γαμεῖν δʼ ὅτι πλείστας εἰς πολυτεκνίαν· ἐκ πολλῶν γὰρ καὶ τὰ σπουδαῖα πλείω γίνεσθαι ἄν, ἀδουλοῦσί τε τὴν ἐκ τέκνων ὑπηρεσίαν ἐγγυτάτω οὖσαν πλείω δεῖν παρασκευάζεσθαι.
像这样生活了三十七年之后,每个人退回到自己的财产处,生活得更为无忧虑和宽松,穿着细棉布,在耳朵和手上适度佩戴金饰,食用不协同工作的动物的肉,不吃辛辣和调味的食物;他们娶尽可能多的妻子以求多子;因为从众多子嗣中,优秀者也会变得更多,而且对于不役使奴隶的人来说,来自子女的侍奉是最为亲近的,因此必须准备更多。
ταῖς δὲ γυναιξὶ ταῖς γαμεταῖς μὴ συμφιλοσοφεῖν τοὺς Βραχμᾶνας, εἰ μὲν μοχθηραὶ γένοιντο, ἵνα μή τι τῶν οὐ θεμιτῶν ἐκφέροιεν εἰς τοὺς βεβήλους εἰ δὲ σπουδαῖαι, μὴ καταλείποιεν αὐτούς.
但婆罗门不与他们的结发妻子共同研究哲学,因为如果妻子变坏,怕她们会把不可外传的秘密泄露给俗人;如果妻子优秀,又怕她们会抛弃他们。
οὐδένα γὰρ ἡδονῆς καὶ πόνου καταφρονοῦντα, ὡς δʼ αὕτως ζωῆς καὶ θανάτου, ἐθέλειν ὑφʼ ἑτέρῳ εἶναι· τοιοῦτον δʼ εἶναι τὸν σπουδαῖον καὶ τὴν σπουδαίαν.
因为任何蔑视享乐与痛苦、同样也蔑视生与死的人,都不愿意受他人支配;而优秀的男子和优秀的女子正是如此。
πλείστους δʼ αὐτοῖς εἶναι λόγους περὶ τοῦ θανάτου· νομίζειν γὰρ δὴ τὸν μὲν ἐνθάδε βίον ὡς ἂν ἀκμὴν κυομένων εἶναι, τὸν δὲ θάνατον γένεσιν εἰς τὸν ὄντως βίον καὶ τὸν εὐδαίμονα τοῖς φιλοσοφήσασι· διὸ τῇ ἀσκήσει πλείστῃ χρῆσθαι πρὸς τὸ ἑτοιμοθάνατον· ἀγαθὸν δὲ ἢ κακὸν μηδὲν εἶναι τῶν συμβαινόντων ἀνθρώποις· οὐ γὰρ ἂν τοῖς αὐτοῖς τοὺς μὲν ἄχθεσθαι τοὺς δὲ χαίρειν ἐνυπνιώδεις ὑπολήψεις ἔχοντας, καὶ τοὺς αὐτοὺς τοῖς αὐτοῖς τοτὲ μὲν ἄχθεσθαι τοτὲ δʼ αὖ χαίρειν μεταβαλλομένους.
他们有很多关于死亡的论说;因为他们确实认为,这里的生命就如同胎儿的发育期,而死亡对于研究哲学的人来说,是诞生进入真正的且幸福的生命;因此他们通过极多的修行来准备面对死亡;他们认为发生在人身上的事情没有一件是绝对的好或坏;因为否则人们就不会对同样的事情有些感到痛苦而有些感到高兴(因为他们持有梦幻般的成见),同样的人也不会在不同时候对同样的事情因自身改变而时而感到痛苦、时而又感到高兴。
τὰ δὲ περὶ φύσιν τὰ μὲν εὐήθειαν ἐμφαίνειν φησίν· ἐν ἔργοις γὰρ αὐτοὺς κρείττους ἢ λόγοις εἶναι, διὰ μύθων τὰ πολλὰ πιστουμένους· περὶ πολλῶν δὲ τοῖς Ἕλλησιν ὁμοδοξεῖν· ὅτι γὰρ γενητὸς ὁ κόσμος καὶ φθαρτὸς λέγειν κἀκείνους, καὶ ὅτι σφαιροειδὴς ὅ τε διοικῶν αὐτὸν καὶ ποιῶν θεὸς διʼ ὅλου διαπεφοίτηκεν αὐτοῦ· ἀρχαὶ δὲ τῶν μὲν συμπάντων ἕτεραι, τῆς δὲ κοσμοποιίας τὸ ὕδωρ· πρὸς δὲ τοῖς τέτταρσι στοιχείοις πέμπτη τις ἐστὶ φύσις, ἐξ ἧς ὁ οὐρανὸς καὶ τὰ ἄστρα· γῆ δʼ ἐν μέσῳ ἵδρυται τοῦ παντός· καὶ περὶ σπέρματος δὲ καὶ ψυχῆς ὅμοια λέγεται καὶ ἄλλα πλείω· παραπλέκουσι δὲ καὶ μύθους, ὥσπερ καὶ Πλάτων περί τε ἀφθαρσίας ψυχῆς καὶ τῶν καθʼ ᾄδου κρίσεων καὶ ἄλλα τοιαῦτα.
关于自然,他说他们的某些观点显露出愚昧;因为他们在行动上优于言论,大多通过神话来证实事物;但在许多事情上,他们与希腊人意见一致;因为他们也说宇宙是生成且可毁灭的,并且是球形的,而管理和创造宇宙的神已经渗透到宇宙的整体之中;万物的原理各不相同,但创造世界的原理是水;在四个元素之外,还有某种第五种自然,天和星辰就是由此构成的;地球安置在宇宙的中央;关于种子和灵魂也有类似的说法,还有许多其他的事情;他们也织入神话,就像柏拉图关于灵魂不灭和冥界的审判以及其他类似事情所做的那样。
περὶ μὲν τῶν Βραχμάνων ταῦτα λέγει.
关于婆罗门,他说了这些。

词汇与语法注释

  1. 15.1.59γίνεσθαι ἄν — 不定式 `γίνεσθαι` 带有小词 `ἄν`,保留了在转入间接引语之前,直接引语中潜在希求法(`γίνοιτο ἄν`,“将会成为”)的语气。
  2. 15.1.59ἀδουλοῦσι — 动词 `ἀδουλέω`(不役使奴隶)的现在分词阳性复数与格形式。此处用作“利益与格”(或表示判断基准的与格),意为“对于不役使奴隶的人来说”。
  3. 15.1.59οὐ γὰρ ἂν ... ἄχθεσθαι — 由否定词 `οὐ` 和小词 `ἄν` 引导的带格不定式结构。它将直接引语中的反事实假设或强烈的潜在推测(`οὐκ ἂν ἤχθοντο`:他们本不会感到痛苦/不至于感到痛苦)在间接引语中通过不定式表现出来。
  4. 15.1.59ὥσπερ καὶ Πλάτων — 省略表达,意为“正如柏拉图也[做了某事]一样”,假设前文的动词(此处指 `παραπλέκουσι`,“织入”)为共同的动作。

引用这一段

斯特拉波, 地理学 §15.1.59. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.59

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。