§15.1.53εὐτελεῖς δὲ κατὰ τὴν δίαιταν Ἰνδοὶ πάντες, μᾶλλον δʼ ἐν ταῖς στρατείαις·
所有印度人在生活方式上都很俭朴,尤其是在军营中。
οὐδʼ ὄχλῳ περιττῷ χαίρουσι, διόπερ εὐκοσμοῦσι.
他们不喜欢多余的人群,因此秩序井然。
πλείστη δʼ ἐκεχειρία περὶ τὰς κλοπάς·
在他们中间,几乎没有盗窃行为。
γενόμενος γοῦν ἐν τῷ Σανδροκόττου στρατοπέδῳ φησὶν ὁ Μεγασθένης, τετταράκοντα μυριάδων πλήθους ἱδρυμένου μηδεμίαν ἡμέραν ἰδεῖν ἀνηνεγμένα κλέμματα πλειόνων ἢ διακοσίων δραχμῶν ἄξια, ἀγράφοις καὶ ταῦτα νόμοις χρωμένοις.
无论如何,曾身处沙陀罗哥特斯营地的美加斯提尼说,尽管当时有四十万大众驻扎在那里,但他没有在任何一天看到有被上报价值超过两百德拉克马的偷窃物,而且这还是在一个使用不成文法的民族中。
οὐδὲ γὰρ γράμματα εἰδέναι αὐτούς, ἀλλʼ ἀπὸ μνήμης ἕκαστα διοικεῖσθαι·
因为他们甚至不认识文字,而是凭记忆管理一切事务。
εὐπραγεῖν δʼ ὅμως διὰ τὴν ἁπλότητα καὶ τὴν εὐτέλειαν·
然而,由于单纯和俭朴,他们生活得很幸福。
οἶνόν τε γὰρ οὐ πίνειν ἀλλʼ ἐν θυσίαις μόνον, πίνειν δʼ ἀπʼ ὀρύζης ἀντὶ κριθίνων συντιθέντας· καὶ σιτία δὲ τὸ πλέον ὄρυζαν εἶναι ῥοφητήν.
因为他们不喝酒,只有在祭祀时才喝,但他们喝的是用米代替大麦酿造的饮料;他们的食物大部分是呈流质状的米粥。
καὶ ἐν τοῖς νόμοις δὲ καὶ συμβολαίοις τὴν ἁπλότητα ἐλέγχεσθαι ἐκ τοῦ μὴ πολυδίκους εἶναι·
他们在法律和契约上的单纯,可以从他们不喜诉讼这一点上得到证明。
οὔτε γὰρ ὑποθήκης οὔτε παρακαταθήκης εἶναι δίκας, οὐδὲ μαρτύρων οὐδὲ σφραγίδων αὐτοῖς δεῖν, ἀλλὰ πιστεύειν παραβαλλομένους· καὶ τὰ οἴκοι δὲ τὸ πλέον ἀφρουρεῖν.
因为没有关于抵押或托付的诉讼,他们既不需要证人也不需要印章,而是互相信托,彼此寄予信用;他们的房屋大部分也不加防范。
ταῦτα μὲν δὴ σωφρονικά, τἆλλα δʼ οὐκ ἄν τις ἀποδέξαιτο, τὸ μόνους διαιτᾶσθαι ἀεὶ καὶ τὸ μὴ μίαν εἶναι πᾶσιν ὥραν κοινὴν δείπνου τε καὶ ἀρίστου, ἀλλʼ ὅπως ἑκάστῳ φίλον·
这些固然是克己的德行,但其他一些习惯则令人难以赞同,例如他们总是独自进餐,并且所有人没有一个共同的午餐和晚餐时间,而是各听其便。
πρὸς γὰρ τὸν κοινωνικὸν καὶ τὸν πολιτικὸν βίον ἐκείνως κρεῖττον.
因为对于社会生活和公民生活而言,另一种方式显然更好。
§15.1.54γυμνασίων δὲ μάλιστα τρῖψιν δοκιμάζουσι καὶ ἄλλως καὶ διὰ σκυταλίδων ἐβενίνων λείων ἐξομαλίζονται τὰ σώματα.
在各种锻炼中,他们最推崇摩擦按摩,除了其他方法外,他们还用光滑的乌木小棒来使身体变得平滑。
λιταὶ δὲ καὶ αἱ ταφαὶ καὶ μικρὰ χώματα·
他们的葬礼很简朴,墓冢也很小。
ὑπεναντίως δὲ τῇ ἄλλῃ λιτότητι κοσμοῦνται· χρυσοφοροῦσι γὰρ καὶ διαλίθῳ κόσμῳ χρῶνται σινδόνας τε φοροῦσιν εὐανθεῖς, καὶ σκιάδια αὐτοῖς ἕπεται·
但与其他的简朴相反,他们装扮自己:他们佩戴金饰,使用宝石饰物,穿着花纹鲜艳的细棉布衣服,并且有日伞随从其后。
τὸ γὰρ κάλλος τιμῶντες ἀσκοῦσιν ὅσα καλλωπίζει τὴν ὄψιν·
因为他们珍视美,所以实践一切能美化容貌的事情。
ἀλήθειάν τε ὁμοίως καὶ ἀρετὴν ἀποδέχονται, διόπερ οὐδὲ τῇ ἡλικίᾳ τῶν γερόντων προνομίαν διδόασιν ἂν μὴ καὶ τῷ φρονεῖν πλεονεκτῶσι.
他们同样尊重真理和美德,因此,即使是对年长者,除非他们在智慧上也占优势,否则也不给予年龄上的特权。
πολλὰς δὲ γαμοῦσιν ὠνητὰς παρὰ τῶν γονέων, λαμβάνουσί τε ἀντιδιδόντες ζεῦγος βοῶν, ὧν τὰς μὲν εὐπειθείας χάριν τὰς δʼ ἄλλας ἡδονῆς καὶ πολυτεκνίας·
他们娶许多从父母那里买来的妻子,通过给出一对公牛来换取她们。 在这些妻子中,娶一些人是为了顺从,娶另一些人则是为了快乐和多子。
εἰ δὲ μὴ σωφρονεῖν ἀναγκάσαιεν, πορνεύειν ἔξεστι.
如果他们不能强迫妻子保持贞洁,妻子是可以自甘堕落的。
θύει δὲ οὐδεὶς ἐστεφανωμένος οὐδὲ θυμιᾷ οὐδὲ σπένδει, οὐδὲ σφάττουσι τὸ ἱερεῖον ἀλλὰ πνίγουσιν, ἵνα μὴ λελωβημένον ἀλλʼ ὁλόκληρον διδῶται τῷ θεῷ·
没有人戴着花冠献祭,他们既不焚香,也不奠酒;他们不宰杀祭牲,而是将其勒死,以便将没有残缺、完整无损的祭牲献给神。
ψευδομαρτυρίας δʼ ὁ ἁλοὺς ἀκρωτηριάζεται, ὅ τε πηρώσας οὐ τὰ αὐτὰ μόνον ἀντιπάσχει ἀλλὰ καὶ χειροκοπεῖται· ἐὰν δὲ καὶ τεχνίτου χεῖρα ἢ ὀφθαλμὸν ἀφέληται, θανατοῦται.
犯伪证罪而被捕的人要被截肢;而使人致残的人,不仅要受到同样的回报,还要被砍去双手;如果他夺去了手艺人的手或眼,则处以死刑。
δούλοις δὲ οὗτος μέν φησι μηδένα Ἰνδῶν χρῆσθαι, Ὀνησίκριτος δὲ τῶν ἐν τῇ Μουσικανοῦ τοῦτʼ ἴδιον ἀποφαίνει καὶ ὡς κατόρθωμά γε· καθάπερ καὶ ἄλλα πολλὰ λέγει τῆς χώρας ταύτης κατορθώματα ὡς εὐνομωτάτης.
关于奴隶,这位作者说没有印度人使用奴隶,但奥内西克里托斯表明,这是穆西卡诺斯人特有的习惯,而且是一项成功的制度;正如他说这个地区的许多其他成功之处一样,认为其政法极善。
§15.1.55τῷ βασιλεῖ δʼ ἡ μὲν τοῦ σώματος θεραπεία διὰ γυναικῶν ἐστιν, ὠνητῶν καὶ αὐτῶν παρὰ τῶν πατέρων·
对国王身体的护理是由妇女进行的,她们也是从父亲那里买来的。
ἔξω δὲ τῶν θυρῶν οἱ σωματοφύλακες καὶ τὸ λοιπὸν στρατιωτικόν·
门外站着侍卫和其余的军队。
μεθύοντα δὲ κτείνασα γυνὴ βασιλέα γέρας ἔχει συνεῖναι τῷ ἐκεῖνον διαδεξαμένῳ·
杀死喝醉酒的国王的妇女,可以获得与继位者共处的特权。
διαδέχονται δʼ οἱ παῖδες·
王位由儿子继承。
οὐδʼ ὑπνοῖ μεθʼ ἡμέραν ὁ βασιλεύς· καὶ νύκτωρ δὲ καθʼ ὥραν ἀναγκάζεται τὴν κοίτην ἀλλάττειν διὰ τὰς ἐπιβουλάς.
国王在白天不睡觉;即使在夜间,由于阴谋,他也必须按时更换床铺。
τῶν τε μὴ κατὰ πόλεμον ἐξόδων μία μέν ἐστιν ἡ ἐπὶ τὰς κρίσεις, ἐν αἷς διημερεύει διακούων οὐδὲν ἧττον κἂν ὥρα γένηται τῆς τοῦ σώματος θεραπείας·
在非战争时期的外出中,一种是去法庭审讯,在法庭上,他整天听审,即使到了护理身体的时间也毫不懈怠。
αὕτη δʼ ἐστὶν ἡ διὰ τῶν σκυταλίδων τρῖψις· ἅμα γὰρ καὶ διακούει καὶ τρίβεται τεττάρων περιστάντων τριβέων·
这种护理是指用小棒进行的摩擦按摩;因为有四个按摩师站在周围,他在听审的同时接受按摩。
ἑτέρα δʼ ἐστὶν ἡ ἐπὶ τὰς θυσίας ἔξοδος· τρίτη δʼ ἐπὶ θήραν βακχική τις κύκλῳ γυναικῶν περικεχυμένων, ἔξωθεν δὲ τῶν δορυφόρων·
另一种外出是去献祭;第三种是去狩猎,这是一种类狂欢节式的活动,妇女在周围环绕成圈,而卫兵则在她们外面。
παρεσχοίνισται δʼ ἡ ὁδός, τῷ δὲ παρελθόντι ἐντὸς μέχρι γυναικῶν θάνατος·
通道上拉起了绳子,对于越过绳子进入妇女范围的人处以死刑。
προηγοῦνται δὲ τυμπανισταὶ καὶ κωδωνοφόροι.
鼓手和执铃者在前面引导。
κυνηγετεῖ δʼ ἐν μὲν τοῖς περιφράγμασιν ἀπὸ βήματος τοξεύων (παρεστᾶσι δʼ ἔνοπλοι δύο ἢ τρεῖς γυναῖκες), ἐν δὲ ταῖς ἀφράκτοις θήραις ἀπʼ ἐλέφαντος·
他在围栏中狩猎时,从平台上射箭(两三个武装妇女站在他身旁),但在无围栏的狩猎中,他则从大象身上狩猎。
αἱ δὲ γυναῖκες αἱ μὲν ἐφʼ ἁρμάτων, αἱ δʼ ἐφʼ ἵππων αἱ δὲ καὶ ἐπʼ ἐλεφάντων, ὡς καὶ συστρατεύουσιν, ἠσκημέναι παντὶ ὅπλῳ.
妇女们有的乘战车,有的骑马,有的甚至骑大象,她们配备了各种武器,就像随军出征一样。