Humanitext Reader

斯特拉波 · 地理学 §15.1.30-15.1.32

卡泰阿的风俗与亚历山大决意南下

第 484 段,共 577 段 · 希腊语

内容简介

斯特拉博介绍了索佩忒斯统治下的卡泰阿的奇特习俗,包括对美貌的崇拜、自主婚姻及寡妇殉葬,以及当地猎犬的凶猛传奇,并阐述了亚历山大放弃东进转而沿印度河南下的原因和该河的地理特征。

§15.1.30καὶ τὴν Κάθαιαν δέ τινες τὴν Σωπείθους, τῶν νομαρχῶν τινος, κατὰ τήνδε τὴν μεσοποταμίαν τιθέασιν· ἄλλοι δὲ καὶ τοῦ Ἀκεσίνου πέραν καὶ τοῦ Ὑαρώτιδος, ὅμορον τῇ Πώρου τοῦ ἑτέρου, ὃς ἦν ἀνεψιὸς τοῦ ὑπʼ Ἀλεξάνδρου ἁλόντος· καλοῦσι δὲ Γανδαρίδα τὴν ὑπὸ τούτῳ χώραν.
有些人将地方官之一索佩忒斯的领土卡泰阿放在这两个河之间的地区;另一些人则将其放在阿刻西内斯河和许阿罗提斯河的彼岸,与另一个波罗斯的领地接壤,后者是被亚历山大俘虏的那个波罗斯的侄子;他们将受他统治的土地称为甘达里达。
ἐν δὲ τῇ Καθαίᾳ καινότατον ἱστορεῖται τὸ περὶ τοῦ κάλλους ὅτι τιμᾶται διαφερόντως, ὡς ἵππων καὶ κυνῶν· βασιλέα τε γὰρ τὸν κάλλιστον αἱρεῖσθαί φησιν Ὀνησίκριτος, γενόμενόν τε παιδίον μετὰ δίμηνον κρίνεσθαι δημοσίᾳ πότερον ἔχοι τὴν ἔννομον μορφὴν καὶ τοῦ ζῆν ἀξίαν ἢ οὔ, κριθέντα δʼ ὑπὸ τοῦ ἀποδειχθέντος ἄρχοντος ζῆν ἢ θανατοῦσθαι· βάπτεσθαί τε πολλοῖς εὐανθεστάτοις χρώμασι τοὺς πώγωνας αὐτοῦ τούτου χάριν καλλωπιζομένους· τοῦτο δὲ καὶ ἄλλους ποιεῖν ἐπιμελῶς συχνοὺς τῶν Ἰνδῶν (καὶ γὰρ δὴ φέρειν τὴν χώραν χρόας θαυμαστάς) καὶ θριξὶ καὶ ἐσθῆσι· τοὺς δʼ ἀνθρώπους τὰ ἄλλα μὲν εὐτελεῖς εἶναι φιλοκόσμους δέ.
在卡泰阿,关于美貌流传着一件极其奇特的事,即美貌受到非同寻常的重视,就像马和狗一样;因为奥内西克里托斯说,他们选择最美丽的人为国王,而新生儿在出生两个月后要接受公开审查,看其是否具有合乎规范的体态并值得活下去,在由指定的官员判定后,决定其生存还是被处死;并且正为此,他们用许多极其鲜艳的颜色染色胡须以装饰自己;许多其他印度人也都在头发和衣服上精心这样做(因为这个土地确实出产令人惊叹的染料);据说,人们在其他方面虽然简朴,但却喜爱装饰。
ἴδιον δὲ τῶν Καθαίων καὶ τοῦτο ἱστορεῖται τὸ αἱρεῖσθαι νυμφίον καὶ νύμφην ἀλλήλους καὶ τὸ συγκατακαίεσθαι τεθνεῶσι τοῖς ἀνδράσι τὰς γυναῖκας κατὰ τοιαύτην αἰτίαν, ὅτι ἐρῶσαί ποτε τῶν νέων ἀφίσταιντο τῶν ἀνδρῶν ἢ φαρμακεύοιεν αὐτούς· νόμον οὖν θέσθαι τοῦτον ὡς παυσομένης τῆς φαρμακείας· οὐ πιθανῶς μὲν οὖν ὁ νόμος οὐδʼ ἡ αἰτία λέγεται.
卡泰阿人的独特习俗还据传有这一条:新郎和新妇互相选择对方,以及妻子们在丈夫死后与他们一同被火化,其原因是:过去妻子们曾因爱上年轻男子而背叛丈夫,或者对丈夫下毒;因此他们制定了这条法律,以使投毒行为停止;然而,这条法律及其原因的说辞并不可信。
φασὶ δʼ ἐν τῇ Σωπείθους χώρᾳ ὀρυκτῶν ἁλῶν ὄρος εἶναι ἀρκεῖν δυνάμενον ὅλῃ τῇ Ἰνδικῇ· καὶ χρυσεῖα δὲ καὶ ἀργυρεῖα οὐ πολὺ ἄπωθεν ἐν ἄλλοις ὄρεσιν ἱστορεῖται καλά, ὡς ἐδήλωσε Γόργος ὁ μεταλλευτής.
据说,在索佩忒斯的国度里有一座岩盐山,其储量足以供应整个印度;且据传在不远处的其他山中,有极好的金矿和银矿,正如矿山家戈尔戈斯所指出的那样。
οἱ δʼ Ἰνδοὶ μεταλλείας καὶ χωνείας ἀπείρως ἔχοντες οὐδʼ ὧν εὐποροῦσιν ἴσασιν, ἀλλʼ ἁπλούστερον μεταχειρίζονται τὸ πρᾶγμα.
但是印度人对采矿和熔炼缺乏经验,甚至不知道他们拥有什么丰富的资源,而是以相当简单的方式对待这件事。
§15.1.31Ἐν δὲ τῇ Σωπείθους καὶ τὰς τῶν κυνῶν ἀρετὰς διηγοῦνται θαυμαστάς· λαβεῖν γοῦν τὸν Ἀλέξανδρον παρὰ τοῦ Σωπείθους κύνας πεντήκοντα καὶ ἑκατόν· διαπείρας δὲ χάριν λέοντι προσαφέντας δύο, κρατουμένων αὐτῶν, δύο ἄλλους ἐπαφεῖναι· τότε δʼ ἤδη καθεστώτων εἰς ἀντίπαλα τὸν μὲν Σωπείθη κελεῦσαι τῶν κυνῶν ἕνα ἀποσπᾶν τοῦ σκέλους τινὰ λαβόμενον, ἐὰν δὲ μὴ ὑπακούῃ ἀποτεμεῖν· τὸν Ἀλέξανδρον δὲ κατʼ ἀρχὰς μὲν οὐ συγχωρεῖν ἀποτεμεῖν φειδόμενον τοῦ κυνός, εἰπόντος δʼ ὅτι τέτταρας ἀντιδώσω σοι, συγχωρῆσαι καὶ τὸν κύνα περιιδεῖν ἀποτμηθέντα τὸ σκέλος βραδείᾳ τομῇ πρὶν ἀνεῖναι τὸ δῆγμα.
在索佩忒斯的国度,人们还讲述了他们的狗所具有的惊人品质;至少,据说亚历山大从索佩忒斯那里得到了150只狗;并且为了试验,当放出两只狗去对付一只狮子而它们正处于劣势时,他又放出了另外两只;此时战斗已势均力敌,索佩忒斯便命令一个人抓住其中一只狗的腿将其拉开,如果它不顺从,就把它的腿砍掉;亚历山大起初因为怜惜这只狗而不同意砍,但当索佩忒斯说“我将给你四只作为补偿”时,他同意了,并听任这只狗在放开咬住的口之前,被用慢刀割断了腿。
§15.1.32̔η μὲν οὖν μέχρι τοῦ Ὑδάσπου ὁδὸς τὸ πλέον ἦν ἐπὶ μεσημβρίαν, ἡ δʼ ἐνθένδε πρὸς ἕω μᾶλλον μέχρι τοῦ Ὑπάνιος, ἅπασα δὲ τῆς ὑπωρείας μᾶλλον ἢ τῶν πεδίων ἐχομένη.
那么,直到许达斯佩斯河的路程大部分是朝向南方的,而从那里到许帕尼斯河的路程则主要是朝向东方的,不过整条路线都更靠近山麓而不是平原。
ὁ δʼ οὖν Ἀλέξανδρος ἀπὸ τοῦ Ὑπάνιος ἀναστρέψας ἐπὶ τὸν Ὑδάσπην καὶ τὸν ναύσταθμον ἠρτικρότει τὸν στόλον, εἶτʼ ἔπλει τῷ Ὑδάσπῃ.
无论如何,亚历山大从许帕尼斯河折返回到许达斯佩斯河和造船厂,并装备好他的舰队,然后沿着许达斯佩斯河航行。
πάντες δʼ οἱ λεχθέντες ποταμοὶ συμβάλλουσιν εἰς ἕνα τὸν Ἰνδόν, ὕστατος δʼ ὁ Ὕπανις· πεντεκαίδεκα δὲ τοὺς σύμπαντας συρρεῖν φασι τούς γε ἀξιολόγους· πληρωθεὶς δʼ ἐκ πάντων ὥστε καὶ ἐφʼ ἑκατὸν σταδίους, ὡς οἱ μὴ μετριάζοντές φασιν, εὐρύνεσθαι κατά τινας τόπους, ὡς δʼ οἱ μετριώτεροι, πεντήκοντα τὸ πλεῖστον ἐλάχιστον δὲ ἑπτά, ἔπειτα δυσὶ στόμασιν εἰς τὴν νοτίαν ἐκδίδωσι θάλατταν καὶ τὴν Παταληνὴν προσαγορευομένην ποιεῖ νῆσον.
并且所有上述河流都汇入一条河,即印度河,而许帕尼斯河是最后一条;据说总共有十五条河汇流在一起,至少是那些值得一说的大河;印度河汇集了所有这些河流的水量,以至于在某些地方,正如那些不加节制的人所说,其宽度甚至达到一百斯塔德,而据较克制的人所说,最多为五十斯塔德,最少为七斯塔德;然后,它通过两个河口流入南部海洋,并形成被称为帕塔莱内的岛屿。
ταύτην δʼ ἔσχε τὴν διάνοιαν Ἀλέξανδρος, ἀφεὶς τὰ πρὸς ἕω μέρη πρῶτον μὲν διὰ τὸ κωλυθῆναι διαβῆναι τὸν Ὕπανιν, ἔπειτα καὶ ψευδῆ καταμαθὼν τῇ πείρᾳ τὸν προκατέχοντα λόγον ὡς ἔκπυρα εἴη καὶ θηρίοις μᾶλλον οἰκήσιμα τὰ ἐν τοῖς πεδίοις ἢ ἀνθρωπείῳ γένει· διόπερ ὥρμησεν ἐπὶ ταῦτα ἀφεὶς ἐκεῖνα, ὥστε καὶ ἐγνώσθη ταῦτα ἀντʼ ἐκείνων ἐπὶ πλέον.
亚历山大放弃了东部地区而抱有这一意图,首先是因为他被阻碍渡过许帕尼斯河,其次是因为他通过经验了解到先前盛行的传言是虚假的,该传言称平原地区酷热难耐,更适合野兽居住而非人类;因此,他放弃了那些地区而奔向这些地区,结果这些地区代替那些地区而更加广为人知。

词汇与语法注释

  1. 15.1.30φέρειν — 虽然这是在由表示原因的连词 γάρ 引导的插入句中,但使用的却是不定式而非直陈式。这是因为由奥内西克里托斯等人的报告所引发的间接引语(带不定式的 declaratory 结构)的影响,一直延续并渗透到了这个解释性从句中。
  2. 15.1.31τοῦ σκέλους τινὰ λαβόμενον — 代词 τινά 是不定式 ἀποσπᾶν(拉开)的主格(对格),分词 λαβόμενον(抓住)与之保持一致。而属格 τοῦ σκέλους(腿)则受 λαβόμενον 支配,因为表示“抓住、执持”的动词通常要求其接触的部位使用属格。
  3. 15.1.31περιιδεῖν ἀποτμηθέντα — 动词 περιοράω(此处为不定过去时不定式 περιιδεῖν,意为“听任、旁观并允许”)要求使用补充性分词来表达所允许发生的事。在这里,被动分词 ἀποτμηθέντα 与前述宾语 τὸν κύνα 保持一致,表示“听任[这只狗]的腿被砍掉”(此处 τὸ σκέλος 为关系对格或保留宾语对格)。
  4. 15.1.32τὸν προκατέχοντα λόγον ... ὡς ἔκπυρα εἴη — 这是一个先期出现(prolepsis)的句式。从句 ὡς ἔκπυρα εἴη...(平原地区酷热难耐……)在逻辑上所阐述的核心概念(传言/说法),被提早拉出,作为主句分词 καταμαθών 的直接宾语 τὸν προκατέχοντα λόγον(先前盛行的传言)。

引用这一段

斯特拉波, 地理学 §15.1.30-15.1.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.30-15.1.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。