Humanitext Reader

斯特拉波 · 地理学 §15.1.26-15.1.27

亚历山大的进军路线与印度主要河流

第 482 段,共 577 段 · 希腊语

内容简介

本章节记述了亚历山大远征印度期间,各河流的地理特征以及其进军路线。他从北部山区出发,向东渡过科芬河和印度河,但因士兵疲惫和气候原因,最终在许帕尼斯河停止了前进。

§15.1.26δεῖ δὲ καὶ τὰ καθʼ ἕκαστα περὶ τῶν ποταμῶν εἰπεῖν ὅσα πρὸς τὴν γεωγραφίαν χρήσιμα καὶ ὅσων ἱστορίαν παρειλήφαμεν.
我们还必须详细谈谈有关河流的情况,凡是对地理学有用且我们掌握了其历史记载的都应提及。
ἄλλως τε γὰρ οἱ ποταμοὶ φυσικοί τινες ὅροι καὶ μεγεθῶν καὶ σχημάτων τῆς χώρας ὄντες ἐπιτηδειότητα πολλὴν παρέχουσι πρὸς ὅλην τὴν νῦν ὑπόθεσιν.
因为在其他方面,河流作为国家大小和形状的天然边界,对我们目前的整个主题提供了极大的便利。
ὁ δὲ Νεῖλος καὶ οἱ κατὰ τὴν Ἰνδικὴν πλεονέκτημά τι ἔχουσι παρὰ τοὺς ἄλλους διὰ τὸ τὴν χώραν ἀοίκητον εἶναι χωρὶς αὐτῶν, πλωτὴν ἅμα καὶ γεωργήσιμον οὖσαν, καὶ μήτʼ ἐφοδεύεσθαι δυναμένην ἄλλως μήτʼ οἰκεῖσθαι τὸ παράπαν.
但尼罗河和印度地区的河流与其他河流相比具有某种优势,因为没有它们,这些地方就无法居住,而由于它们,这些地方既可通航又可耕作,否则既无法旅行,也根本无法居住。
τοὺς μὲν οὖν εἰς τὸν Ἰνδὸν καταφερομένους ἱστοροῦμεν τοὺς ἀξίους μνήμης καὶ τὰς χώρας, διʼ ὧν ἡ φορά, τῶν δʼ ἄλλων ἐστὶν ἄγνοια πλείων ἢ γνῶσις.
因此,对于流入印度河的河流中值得一提的河流以及流经的国家,我们予以记载,但对于其他河流,人们的无知多于了解。
Ἀλέξανδρος γὰρ ὁ μάλιστα ταῦτʼ ἀνακαλύψας κατʼ ἀρχὰς μέν, ἡνίκα οἱ Δαρεῖον δολοφονήσαντες ὥρμησαν ἐπὶ τὴν τῆς Βακτριανῆς ἀπόστασιν, ἔγνω προυργιαίτατον ὂν διώκειν καὶ καταλύειν ἐκείνους.
因为最先发现这些地方的亚历山大,最初在刺杀大流士的人企图煽动巴克特里亚叛乱时,认为追击并消灭他们是最优先的任务。
ἧκε μὲν οὖν τῆς Ἰνδικῆς πλησίον διʼ Ἀριανῶν, ἀφεὶς δʼ αὐτὴν ἐν δεξιᾷ ὑπερέβη τὸν Παροπάμισον εἰς τὰ προσάρκτια μέρη καὶ τὴν Βακτριανήν· καταστρεψάμενος δὲ τἀκεῖ πάντα ὅσα ἦν ὑπὸ Πέρσαις καὶ ἔτι πλείω, τότʼ ἤδη καὶ τῆς Ἰνδικῆς ὠρέχθη, λεγόντων μὲν περὶ αὐτῆς πολλῶν οὐ σαφῶς δέ.
于是他穿过阿里亚纳人的土地来到印度附近,但把印度留在了右边,越过帕罗帕米苏斯山进入北部地区和巴克特里亚;在征服了那里所有曾处于波斯人统治下乃至更多的土地之后,那时他才开始渴望夺取印度,尽管许多人谈论过它,但并不明确。
ἀνέστρεψε δʼ οὖν ὑπερθεὶς τὰ αὐτὰ ὄρη κατʼ ἄλλας ὁδοὺς ἐπιτομωτέρας ἐν ἀριστερᾷ ἔχων τὴν Ἰνδικήν, εἶτʼ ἐπέστρεψεν εὐθὺς ἐπʼ αὐτὴν καὶ τοὺς ὅρους τοὺς ἑσπερίους αὐτῆς καὶ τὸν Κώφην ποταμὸν καὶ τὸν Χοάσπην, ὃς εἰς τὸν Κώφην ἐμβάλλει ποταμὸν κατὰ Πλημύριον πόλιν, ῥυεὶς παρὰ * Γώρυδι ἄλλην πόλιν, καὶ διεξιὼν τήν τε Βανδοβηνὴν καὶ τὴν Γανδαρῖτιν.
无论如何,他翻越相同的山脉,沿着其他更近的捷径折返,将印度置于左侧,然后立即转向印度及其西部边界,以及科芬河和霍阿斯佩斯河,后者在普莱米里翁市附近汇入科芬河,流经另一座城市戈里迪斯,并穿过班多贝内和甘达里蒂斯。
ἐπυνθάνετο δʼ οἰκήσιμον εἶναι μάλιστα καὶ εὔκαρπον τὴν ὀρεινὴν καὶ προσάρκτιον· τὴν δὲ νότιον τὴν μὲν ἄνυδρον τὴν δὲ ποταμόκλυστον καὶ τελέως ἔκπυρον, θηρίοις τε μᾶλλον ἢ ἀνθρώποις σύμμετρον.
他得知山区和北部地区最为宜居且富饶;而南部地区则一部分缺水,另一部分常被洪水淹没且完全被烈日灼烧,更适合野兽而非人类。
ὥρμησεν οὖν τὴν ἐπαινουμένην κατακτᾶσθαι πρότερον, ἅμα καὶ τοὺς ποταμοὺς εὐπερατοτέρους νομίσας τῶν πηγῶν πλησίον, οὓς ἀναγκαῖον ἦν διαβαίνειν, ἐπικαρσίους ὄντας καὶ τέμνοντας ἣν ἐπῄει γῆν.
因此,他出发首先去征服那个备受赞誉的部分,同时也认为在靠近源头处,那些必须跨越的、横切并阻断他所进军之土地的河流会更容易渡过。
ἅμα δὲ καὶ ἤκουσεν εἰς ἓν πλείους συνιόντας ῥεῖν, καὶ τοῦτʼ ἀεὶ καὶ μᾶλλον συμβαῖνον ὅσῳ πλεῖον εἰς τὸ πρόσθεν προΐοιεν, ὥστʼ εἶναι δυσπερατοτέραν, καὶ ταῦτα ἐν πλοίων ἀπορίᾳ.
同时,他也听说好几条河流会合流成一条,而且越往前走这种情况就越明显,以至于在缺乏船只的情况下更难渡过。
δεδιὼς οὖν τοῦτο διέβη τὸν Κώφην, καὶ κατεστρέφετο τὴν ὀρεινὴν ὅση ἐτέτραπτο πρὸς ἕω.
因此,出于对此的担忧,他渡过了科芬河,征服了所有朝向东方的山区。
§15.1.27ἦν δὲ μετὰ τὸν Κώφην ὁ Ἰνδός, εἶθʼ ὁ Ὑδάσπης, εἶθʼ ὁ Ἀκεσίνης καὶ ὁ Ὑάρωτις, ὕστατος δʼ ὁ Ὕπανις.
在科芬河之后是印度河,然后是许达斯佩斯河,接着是阿刻西内斯河和许亚罗蒂斯河,最后是许帕尼斯河。
περαιτέρω γὰρ προελθεῖν ἐκωλύθη, τοῦτο μὲν μαντείοις τισὶ προσέχων τοῦτο δʼ ὑπὸ τῆς στρατιᾶς ἀπηγορευκυίας ἤδη πρὸς τοὺς πόνους ἀναγκασθείς· μάλιστα δʼ ἐκ τῶν ὑδάτων ἔκαμνον συνεχῶς ὑόμενοι.
因为他被阻止进一步前进,一方面是因为他听从了某些神谕,另一方面是因为他被已经对劳苦感到厌倦的军队所强迫;而他们由于连续遭遇降雨,在水患中受苦最深。
ταῦτʼ οὖν ἐγένετο γνώριμα ἡμῖν τῶν ἑωθινῶν τῆς Ἰνδικῆς μερῶν, ὅσα ἐντὸς τοῦ Ὑπάνιος, καὶ εἴ τινα προσιστόρησαν οἱ μετʼ ἐκεῖνον περαιτέρω τοῦ Ὑπάνιος προελθόντες μέχρι τοῦ Γάγγου καὶ Παλιβόθρων.
因此,对于印度东部地区,凡是在许帕尼斯河以内的地方,以及在他之后越过许帕尼斯河一直到达恒河和华氏城的人所追加记载的情况,便为我们所知。
μετὰ μὲν οὖν τὸν Κώφην ὁ Ἰνδὸς ῥεῖ· τὰ δὲ μεταξὺ τούτων τῶν δυεῖν ποταμῶν ἔχουσιν Ἀστακηνοί τε καὶ Μασιανοὶ καὶ Νυσαῖοι καὶ Ὑπάσιοι· εἶθʼ ἡ Ἀσσακανοῦ, ὅπου Μασόγα πόλις, τὸ βασίλειον τῆς χώρας.
在科芬河之后流淌着印度河;这两条河流之间的土地由阿斯塔凯诺伊、马西亚诺伊、尼萨伊和许帕시오伊所占领;接着是阿萨卡努斯的领地,那里有马索加市,是该地区的王都。
ἤδη δὲ πρὸς τῷ Ἰνδῷ πάλιν ἄλλη πόλις Πευκολαῖτις, πρὸς ᾗ ζεῦγμα γενηθὲν ἐπεραίωσε τὴν στρατιάν.
此外,紧邻印度河还有另一座城市佩乌科莱蒂斯,在其附近搭建了浮桥,使军队得以渡河。

词汇与语法注释

  1. 15.1.26προυργιαίτατον ὂν — 形容词 προύργου 的最高级形式,与无人称分词 ὂν 连用,作为 ἔγνω 的宾语补足语。整句表示“判断(追击并消灭他们)是最为紧要、最优先的事情”。
  2. 15.1.26των πηγών πλησίον — 副词 πλησίον(靠近)支配属格 τῶν πηγῶν(源头)。它修饰 εὐπερατοτέρους(更容易渡过),表示“在靠近源头处(河流更容易渡过)”这一条件。
  3. 15.1.27τοῦτο μὲν ... τοῦτο δʼ — 关联使用,表示“一方面……另一方面……”(等同于 τὸ μέν... τὸ δέ)。此处作副词性使用,并列了阻止亚历山大进一步前进的两个原因。

引用这一段

斯特拉波, 地理学 §15.1.26-15.1.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.26-15.1.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。