§15.1.23ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τοῦτο συμβαίνειν εἰκὸς ὅπερ φησὶν οὗτος, ὅτι τῷ ἡμίσει πυρὶ ἕψει τὸ τοῦ Νείλου ὕδωρ ἢ τὰ ἄλλα.
基于同样的原因,这个所说的事情也是有可能发生的:即[太阳]用温和一半的热量来煮沸尼罗河的水,而不是其他的水。
ὅσῳ δέ γε φησὶ τὸ μὲν τοῦ Νείλου ὕδωρ διʼ εὐθείας ἔπεισι πολλὴν χώραν καὶ στενὴν καὶ μεταβάλλει πολλὰ κλίματα καὶ πολλοὺς ἀέρας, τὰ δʼ Ἰνδικὰ ῥεύματα ἐς πεδία ἀναχεῖται μείζω καὶ πλατύτερα ἐνδιατρίβοντα πολὺν χρόνον τοῖς αὐτοῖς κλίμασι, τοσῷδε ἐκεῖνα τούτου τροφιμώτερα, διότι καὶ τὰ κήτη μείζω τε καὶ πλείω·
但是他说,尼罗河的水确实是沿直线穿过漫长而狭窄的土地,并改变了许多气候区和许多大气的状态,而印度的河流则流向更大更宽的平原,在相同的气候区停留了很长时间,因此后者比前者更具滋养性,因为其中的巨大水生生物也更大且更多。
καὶ ἐκ τῶν νεφῶν δὲ ἑφθὸν ἤδη χεῖσθαι τὸ ὕδωρ.
而且,从云层中降落的水也已经是被温热的了。
§15.1.24τοῦτο δʼ οἱ μὲν περὶ Ἀριστόβουλον οὐκ ἂν συγχωροῖεν οἱ φάσκοντες μὴ ὕεσθαι τὰ πεδία.
但阿里斯托布鲁斯及其追随者不会同意这一点,因为他们声称平原没有降雨。
Ὀνησικρίτῳ δὲ δοκεῖ τόδε τὸ ὕδωρ αἴτιον εἶναι τῶν ἐν τοῖς ζῴοις ἰδιωμάτων, καὶ φέρει σημεῖον τὸ καὶ τὰς χρόας τῶν πινόντων βοσκημάτων ξενικῶν ἀλλάττεσθαι πρὸς τὸ ἐπιχώριον.
然而,在奥内西克里特斯看来,这种水是动物特征特异性的原因,并举证说饮用此水的外国牲畜的颜色会改变,变得与本地牲畜相同。
τοῦτο μὲν οὖν εὖ, οὐκέτι δὲ καὶ τοῦ μέλανας εἶναι καὶ οὐλότριχας τοὺς Αἰθίοπας ἐν ψιλοῖς τοῖς ὕδασι τὴν αἰτίαν τιθέναι, μέμφεσθαι δὲ τὸν Θεοδέκτην εἰς αὐτὸν τὸν ἥλιον ἀναφέροντα τὸ αἴτιον, ὅς φησιν οὕτως
οἷς ἀγχιτέρμων ἥλιος διφρηλατῶν σκοτεινὸν ἄνθος ἐξέχρωσε λιγνύος εἰς σώματʼ ἀνδρῶν, καὶ συνέστρεψεν κόμας μορφαῖς ἀναυξήτοισι συντήξας πυρός.
这固然说得通,但若将埃塞俄比亚人肤色变黑且卷发的原因仅仅归结于水,并指责将原因归于太阳本身的塞奥德克特斯,这就不再正确了。 后者这样写道: “对于他们,驾车在近邻飞驰的太阳,用煤烟般暗黑的光彩染黑了男人们的身体,并用它的烈火熔化了头发,使之收缩卷曲。
ἔχοι δʼ ἄν τινα λόγον· φησὶ γὰρ μήτε ἐγγυτέρω τοῖς Αἰθίοψιν εἶναι τὸν ἥλιον ἢ τοῖς ἄλλοις, ἀλλὰ μᾶλλον κατὰ κάθετον εἶναι, καὶ διὰ τοῦτο ἐπικαίεσθαι πλέον, ὥστʼ οὐκ εὖ λέγεσθαι ἀγχιτέρμονα αὐτοῖς τὸν ἥλιον ἴσον πάντων διέχοντα· μήτε τὸ θάλπος εἶναι τοῦ τοιούτου πάθους αἴτιον· μηδὲ γὰρ τοῖς ἐν γαστρί, ὧν οὐχ ἅπτεται ἥλιος.
” 他的指责可能有一些道理:因为他说太阳对埃塞俄比亚人来说并不比对其他人更近,而是更接近垂直位置(直射),所以对他们的灼烧更厉害,因此说太阳对他们来说是“近邻”是不妥的,因为太阳到所有人的距离是相等的;而且热量也不是这种病态特征的原因,因为即使在子宫里、太阳照射不到的胎儿也是如此。
βελτίους δὲ οἱ τὸν ἥλιον αἰτιώμενοι καὶ τὴν ἐξ αὐτοῦ ἐπίκαυσιν κατʼ ἐπίλειψιν σφοδρὰν τῆς ἐπιπολῆς ἰκμάδος·
但那些归咎于太阳及其因表面水分严重缺乏而引起的灼烧的人则更正确。
καθʼ ὃ καὶ τοὺς Ἰνδοὺς μὴ οὐλοτριχεῖν φαμεν, μηδʼ οὕτως ἀπεφεισμένως ἐπικεκαῦσθαι τὴν χρόαν, ὅτι ὑγροῦ κοινωνοῦσιν ἀέρος.
根据这一点,我们也说印度人没有卷发,皮肤也没有被如此毫不留情地灼烧,因为他们享有着湿润的空气。
ἐν δὲ τῇ γαστρὶ ἤδη κατὰ σπερματικὴν διάδοσιν τοιαῦτα γίνεται οἷα τὰ γεννῶντα· καὶ γὰρ πάθη συγγενικὰ οὕτω λέγεται καὶ ἄλλαι ὁμοιότητες.
而在子宫内,由于胚胎遗传的作用,孕育出的生命已经变得像其生育者一样;因为遗传疾病和其他相似特征确实也是这样解释的。
καὶ τὸ πάντων δʼ ἴσον ἀπέχειν τὸν ἥλιον πρὸς αἴσθησιν λέγεται, οὐ πρὸς λόγον· καὶ πρὸς αἴσθησιν, οὐχ ὡς ἔτυχεν ἀλλʼ ὥς φαμεν σημείου λόγον ἔχειν τὴν γῆν πρὸς τὴν τοῦ ἡλίου σφαῖραν·
至于“太阳与所有人的距离相等”这一说法,是针对感觉而言的,而不是针对理性(比例)而言的;而且即便针对感觉,也不是随意说的,而是指我们所说的地球相对于太阳球体仅具有一个点(dot)的比例。
ἐπεὶ πρός γε τὴν τοιαύτην αἴσθησιν καθʼ ἣν θάλπους ἀντιλαμβανόμεθα, ἐγγύθεν μὲν μᾶλλον πόρρωθεν δὲ ἧττον, οὐκ ἴσον·
因为,至少对于我们感知热量的这种感觉而言,距离近则热度强,距离远则热度弱,并不是相等的。
οὕτω δʼ ἀγχιτέρμων ὁ ἥλιος λέγεται τοῖς Αἰθίοψιν, οὐχ ὡς Ὀνησικρίτῳ δέδοκται.
因此,太阳被称为埃塞俄比亚人的“近邻”是基于这种意义,而不是奥内西克里特斯所认为的方式。
§15.1.25καὶ τοῦτο δὲ τῶν ὁμολογουμένων ἐστὶ καὶ τῶν σωζόντων τὴν πρὸς τὴν Αἴγυπτον ὁμοιότητα καὶ τὴν Αἰθιοπίαν, ὅτι τῶν πεδίων ὅσα μὴ ἐπίκλυστα, ἄκαρπά ἐστι διὰ τὴν ἀνυδρίαν.
这也是被公认的事实之一,也是保持与埃及和埃塞俄比亚相似性的事实之一:即平原中凡是未被洪水淹没的地方,都因缺水而不毛。
Νέαρχος δὲ τὸ ζητούμενον πρότερον ἐπὶ τοῦ Νείλου πόθεν ἡ πλήρωσις αὐτοῦ, διδάσκειν ἔφη τοὺς Ἰνδικοὺς ποταμοὺς ὅτι ἐκ τῶν θερινῶν ὄμβρων συμβαίνει·
而内阿科斯说,以前关于尼罗河“其泛滥源于何处”的疑问,印度的河流给出了答案,即这是由于夏季降雨引起的。
Ἀλέξανδρον δʼ ἐν μὲν τῷ Ὑδάσπῃ κροκοδείλους ἰδόντα, ἐν δὲ τῷ Ἀκεσίνῃ κυάμους Αἰγυπτίους, εὑρηκέναι δόξαι τὰς τοῦ Νείλου πηγάς, καὶ παρασκευάζεσθαι στόλον εἰς τὴν Αἴγυπτον ὡς τῷ ποταμῷ τούτῳ μέχρι ἐκεῖσε πλευσόμενον· μικρὸν δʼ ὕστερον γνῶναι διότι οὐ δύναται ὃ ἤλπισε· μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸς μὲν πρῶτον,
εἰς ὃν ἐκδιδόασιν οἱ Ἰνδικοὶ πάντες ποταμοί, ἔπειτα ἡ Ἀριανὴ καὶ ὁ Περσικὸς κόλπος καὶ ὁ Ἀράβιος καὶ αὐτὴ ἡ Ἀραβία καὶ ἡ Τρωγλοδυτική.
据称亚历山大在许达斯佩斯河中看到了鳄鱼,在阿刻西内斯河中看到了埃及豆,便以为自己找到了尼罗河的源头,并正准备组建一支前往埃及的舰队,企图沿着这条河一直航行到那里;但不久之后,他认识到自己所期望的事情是不可能的: “因为中间有巨大的河流和可怕的激流,首先是大洋,” 印度的所有河流都注入其中,然后是阿里亚纳、波斯湾、阿拉伯湾、阿拉伯本土以及穴居人领地。
τὰ μὲν οὖν περὶ τῶν ἀνέμων καὶ τῶν ὄμβρων τοιαῦτα λέγεται καὶ τῆς πληρώσεως τῶν ποταμῶν καὶ τῆς ἐπικλύσεως τῶν πεδίων.
关于风、雨、河流泛滥和平原淹没的事情,人们就是这样说的。