§15.1.21πολλὰ γὰρ δὴ δένδρα παράδοξα ἡ Ἰνδικὴ τρέφει, ὧν ἐστι καὶ τὸ κάτω νεύοντας ἔχον τοὺς κλάδους τὰ δὲ φύλλα ἀσπίδος οὐκ ἐλάττω.
事实上,印度培育了许多奇异的树木,其中也包括一种其树枝向下弯曲、叶子不小于盾牌的树。
Ὀνησίκριτος δὲ καὶ περιεργότερον τὰ ἐν τῇ Μουσικανοῦ διεξιών, ἅ φησι νοτιώτατα εἶναι τῆς Ἰνδικῆς, διηγεῖται μεγάλα δένδρα τινά, ὧν τοὺς κλάδους αὐξηθέντας ἐπὶ πήχεις καὶ δώδεκα, ἔπειτα τὴν λοιπὴν αὔξησιν καταφερῆ λαμβάνειν ὡς ἂν κατακαμπτομένους, ἕως ἂν ἅψωνται τῆς γῆς· ἔπειτα κατὰ γῆς διαδοθέντας ῥιζοῦσθαι ὁμοίως ταῖς κατώρυξιν, εἶτʼ ἀναδοθέντας στελεχοῦσθαι· ἐξ οὗ πάλιν ὁμοίως τῇ αὐξήσει κατακαμφθέντας ἄλλην κατώρυγα ποιεῖν, εἶτʼ ἄλλην, καὶ οὕτως ἐφεξῆς, ὥστʼ ἀφʼ ἑνὸς δένδρου σκιάδιον γίνεσθαι μακρὸν πολυστύλῳ σκηνῇ ὅμοιον.
奥内西克里图斯在更详细地叙述穆西卡诺斯领地(他说这是印度最靠南的地方)的事物时,讲述了某些巨大的树木,其树枝生长到十二皮奇斯后,接下来的生长便向下进行,仿佛弯曲下来,直到接触到地面;然后,它们在地下蔓延,像压条一样生根,接着向上生长,形成树干;由此,它们通过同样的生长方式再次弯曲,形成另一个压条,接着又是一个,如此循环往复,以至于由单棵树木就能形成一个巨大的遮荫处,宛如一座多柱的帐篷。
λέγει δὲ καὶ μεγέθη δένδρων ὥστε πέντε ἀνθρώποις δυσπερίληπτα εἶναι τὰ στελέχη.
他还提到树木的巨大,以至于它们的树干需要五个人才勉强能合抱。
κατὰ δὲ τὸν Ἀκεσίνην καὶ τὴν συμβολὴν τὴν πρὸς Ὑάρωτιν καὶ Ἀριστόβουλος εἴρηκε περὶ τῶν κατακαμπτομένους ἐχόντων τοὺς κλάδους καὶ περὶ τοῦ μεγέθους ὥσθʼ ὑφʼ ἑνὶ δένδρῳ μεσημβρίζειν σκιαζομένους ἱππέας πεντήκοντα· οὗτος δὲ τετρακοσίους.
在阿刻西内斯河与许阿罗蒂斯河的交汇处,阿里斯托布鲁斯也曾提到过那些枝条弯曲的树木及其巨大,以至于五十名骑兵可以在单棵树的树荫下乘凉度过中午;而这个人则说是四百名骑兵。
λέγει δὲ ὁ Ἀριστόβουλος καὶ ἄλλο δένδρον οὐ μέγα, λοποὺς ἔχον ὡς ὁ κύαμος δεκαδακτύλους τὸ μῆκος πλήρεις μέλιτος, τοὺς δὲ φαγόντας οὐ ῥᾳδίως σώζεσθαι.
阿里斯托布鲁斯还提到另一种并不高大的树木,它有着像蚕豆一样的荚果,长度为十指,里面装满了蜜,而吃过它的人不易保全生命。
ἅπαντας δʼ ὑπερβέβληνται περὶ τοῦ μεγέθους τῶν δένδρων οἱ φήσαντες ἑωρᾶσθαι πέραν τοῦ Ὑαρώτιδος τῶν δένδρων οἱ φήσαντες ταῖς μεσημβρίαις πενταστάδιον.
然而,关于树木的大小,那些声称在许阿罗蒂斯河对岸看到在正午投下五斯塔迪翁树荫的树木的人,已经超越了所有人。
καὶ τῶν ἐριοφόρων δένδρων φησὶν οὗτος τὸ ἄνθος ἔχειν πυρῆνα· ἐξαιρεθέντος δὲ τούτου ξαίνεσθαι τὸ λοιπὸν ὁμοίως ταῖς ἐρέαις.
此外,这个人说,产棉树的花中含有籽核;将其取出后,其余的部分就可以像羊毛一样进行梳理。
§15.1.22Ἐν δὲ τῇ Μουσικανοῦ καὶ σῖτον αὐτοφυῆ λέγει πυρῷ παραπλήσιον καὶ ἄμπελον, ὥστʼ οἰνοφορεῖν τῶν ἄλλων ἄοινον λεγόντων τὴν Ἰνδικήν· ὥστε μηδʼ αὐλὸν εἶναι κατὰ τὸν Ἀνάχαρσιν μηδʼ ἄλλο τῶν μουσικῶν ὀργάνων μηδὲν πλὴν κυμβάλων καὶ τυμπάνων καὶ κροτάλων ἃ τοὺς θαυματοποιοὺς κεκτῆσθαι.
在穆西卡诺斯的领地,他还说有与小麦非常相似的野生谷物,以及葡萄藤,因此那里出产葡萄酒,尽管其他人声称印度不出产葡萄酒;因此,正如阿纳哈尔西斯所说,除了解神者所拥有的钹、鼓和响板之外,既没有长笛,也没有任何其他乐器。
καὶ πολυφάρμακον δὲ καὶ πολύρριζον τῶν τε σωτηρίων καὶ τῶν ἐναντίων, ὥσπερ καὶ πολυχρώματον, καὶ οὗτος εἴρηκε καὶ ἄλλοι γε· προστίθησι δʼ οὗτος ὅτι καὶ νόμος εἴη τὸν ἀνευρόντα τι τῶν ὀλεθρίων, ἐὰν μὴ προσανεύρῃ καὶ τὸ ἄκος αὐτοῦ, θανατοῦσθαι· ἀνευρόντα δὲ τιμῆς τυγχάνειν παρὰ τοῖς βασιλεῦσιν.
无论是能救命的还是相反的,这里的药草和根类植物都非常丰富,并且色彩斑斓,这一点这个人以及其他人确实都曾说过;这个人还补充说,那里有一条法律:发现某种致命之物的人,除非他也同时发现了其解毒剂,否则要被处死;但如果他发现了解毒剂,就会获得国王们的荣誉。
ἔχειν δὲ καὶ κιννάμωμον καὶ νάρδον καὶ τὰ ἄλλα ἀρώματα τὴν νότιον γῆν τὴν Ἰνδικὴν ὁμοίως ὥσπερ τὴν Ἀραβίαν καὶ τὴν Αἰθιοπίαν ἔχουσάν τι ἐμφερὰς ἐκείναις κατὰ τοὺς ἡλίους· διαφέρειν δὲ τῷ πλεονασμῷ τῶν ὑδάτων ὥστʼ ἔνικμον εἶναι τὸν ἀέρα καὶ τροφιμώτερον παρὰ τοῦτο καὶ γόνιμον μᾶλλον, ὡς δʼ αὕτως καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, ᾗ δὴ καὶ μείζω τά τε χερσαῖα τῶν ζῴων καὶ τὰ καθʼ ὕδατος τὰ ἐν Ἰνδοῖς τῶν παρʼ ἄλλοις εὑρίσκεσθαι.
此外,南方的印度土地也出产肉桂、纳德和其他香料,就像阿拉伯和埃塞俄比亚一样,由于太阳的原因,它与这些地方有相似之处;但不同之处在于这里水源过剩,以至于空气湿润,因此更具滋养力、更富饶,土地和水也是如此,这也正是为什么在印度发现的陆生动物和水生动物都比其他地方的动物要大。
καὶ τὸν Νεῖλον δʼ εἶναι γόνιμον μᾶλλον ἑτέρων καὶ μεγαλοφυῆ γεννᾶν καὶ τἆλλα καὶ τὰ ἀμφίβια, τάς τε γυναῖκας ἔσθʼ ὅτε καὶ τετράδυμα τίκτειν τὰς Αἰγυπτίας· Ἀριστοτέλης δέ τινα καὶ ἑπτάδυμα ἱστορεῖ τετοκέναι, καὶ αὐτὸς πολύγονον καλῶν τὸν Νεῖλον καὶ τρόφιμον διὰ τὴν ἐκ τῶν ἡλίων μετρίαν ἕψησιν αὐτὸ καταλειπόντων τὸ τρόφιμον τὸ δὲ περιττὸν ἐκθυμιώντων.
而尼罗河也比其他河流更富饶,不仅生产其他巨大生物,还生产两栖动物,埃及妇女有时甚至会生下四胞胎;亚里士多德甚至记载过有人曾生下七胞胎,他自己也称尼罗河多产且具滋养力,这是由于太阳的适度加热,保留了滋养成分而蒸发了多余的水分。