Humanitext Reader

斯特拉波 · 地理学 §15.1.17-15.1.18

印度的降雨河流泛滥及谷物种植

第 478 段,共 577 段 · 希腊语

内容简介

阿里斯托布鲁斯描述了印度的气候,重点介绍了在亚历山大远征期间观察到的雨雪分布和河流的季节性上涨。文中还包括尼阿库斯和奥内西克里图斯关于夏季降雨、河流洪水以及水稻和波斯莫隆种植的记载。

§15.1.17Ἀριστόβουλος δὲ μόνα καὶ ὕεσθαι καὶ νίφεσθαι τὰ ὄρη καὶ τὰς ὑπωρείας φησί, τὰ πεδία δὲ καὶ ὄμβρων ὁμοίως ἀπηλλάχθαι καὶ νιφετῶν, ἐπικλύζεσθαι δὲ μόνον κατὰ τὰς ἀναβάσεις τῶν ποταμῶν·
阿里斯托布鲁斯说,只有山地和山麓才下雨和下雪,而平原则同样免受雨雪之苦,仅在河流上涨时被淹没。
νίφεσθαι μὲν οὖν τὰ ὄρη κατὰ χειμῶνα, τοῦ δὲ ἔαρος ἀρχομένου καὶ τοὺς ὄμβρους ἐνάρχεσθαι καὶ ἀεὶ καὶ μᾶλλον λαμβάνειν ἐπίδοσιν· τοῖς δʼ ἐτησίαις καὶ ἀδιαλείπτως νύκτωρ καὶ μεθʼ ἡμέραν ἐκχεῖσθαι καὶ λάβρους ἕως ἐπιτολῆς ἀρκτούρου· ἔκ τε δὴ τῶν χιόνων καὶ τῶν ὑετῶν πληρουμένους ποτίζειν τὰ πεδία.
他说,山地在冬季下雪,但到了春初,雨水也开始落下,并不断增加;而在季风期间,雨水在白天和黑夜都连续不断地猛烈倾泻,直到大角星升起;因此,河流因雪水和雨水而充盈,从而滋润平原。
κατανοηθῆναι δὲ ταῦτα καὶ ὑφʼ ἑαυτοῦ καὶ ὑπὸ τῶν ἄλλων φησίν, ὡρμηκότων μὲν εἰς τὴν Ἰνδικὴν ἀπὸ Παροπαμισαδῶν, μετὰ δὲ δυσμὰς πληιάδων, καὶ διατριψάντων κατὰ τὴν ὀρεινὴν ἔν τε τῇ Ὑπασίων καὶ τῇ Ἀσσακανοῦ γῇ τὸν χειμῶνα, τοῦ δʼ ἔαρος ἀρχομένου καταβεβηκότων εἰς τὰ πεδία καὶ πόλιν Τάξιλα εὐμεγέθη, ἐντεῦθεν δʼ ἐπὶ Ὑδάσπην καὶ τὴν Πώρου χώραν·
他说,这些情况是他和其同行者在昴星团落下后,从帕罗帕米萨代出发前往印度,在山区(即许帕西奥伊和阿萨卡努斯的土地上)度过冬季,并在春初下到平原和巨大的城市塔克西拉,进而前往许达斯佩斯河及波鲁斯领土时所观察到的。
τοῦ μὲν οὖν χειμῶνος ὕδωρ οὐκ ἰδεῖν ἀλλὰ χιόνας μόνον· ἐν δὲ τοῖς Ταξίλοις πρῶτον ὑσθῆναι, καὶ ἐπειδὴ καταβᾶσιν ἐπὶ τὸν Ὑδάσπην καὶ νικήσασι Πῶρον ὁδὸς ἦν ἐπὶ τὸν Ὕπανιν πρὸς ἕω κἀκεῖθεν ἐπὶ τὸν Ὑδάσπην πάλιν, ὕεσθαι συνεχῶς καὶ μάλιστα τοῖς ἐτησίαις, ἐπιτείλαντος δὲ ἀρκτούρου γενέσθαι παῦλαν·
因此在冬季,他们没有看到雨水,只看到雪;而在塔克西拉才第一次下雨。 当他们下到许达斯佩斯河并击败波鲁斯后,路线向东通往许帕尼斯河,又从那里折返许达斯佩斯河时,天一直下雨,特别是在季风期间;但当大角星升起时,雨就停了。
διατρίψαντας δὲ περὶ τὴν ναυπηγίαν ἐπὶ τῷ Ὑδάσπῃ καὶ πλεῖν ἀρξαμένους πρὸ δύσεως πληιάδος οὐ πολλαῖς ἡμέραις, καὶ τὸ φθινόπωρον πᾶν καὶ τὸν χειμῶνα καὶ τὸ ἐπιὸν ἔαρ καὶ θέρος ἐν τῷ κατάπλῳ πραγματευθέντας ἐλθεῖν εἰς τὴν Παταληνὴν περὶ κυνὸς ἐπιτολήν·
他们在许达斯佩斯河畔停留以建造船只,并在昴星团落下前不久开始航行,他们在顺流而下的航行中度过了整个秋季、冬季以及随后的春季和夏季,并在天狼星升起前后抵达帕塔莱内。
δέκα μὲν δὴ τοῦ κατάπλου γενέσθαι μῆνας, οὐδαμοῦ δʼ ὑετῶν αἰσθέσθαι οὐδʼ ὅτε ἐπήκμασαν οἱ ἐτησίαι, τῶν δὲ ποταμῶν πληρουμένων τὰ πεδία κλύζεσθαι· τὴν δὲ θάλατταν ἄπλουν εἶναι τῶν ἀνέμων ἀντιπνεόντων, ἀπογαίας δὲ μηδεμιᾶς πνοῆς ἐκδεξαμένης.
这次下行航行历时十个月,他们一路上没有觉察到任何降雨,即使在季风达到顶峰时也是如此,而平原却因河流充盈而被淹没;此外,由于海风逆向吹拂,且没有陆风继之而起,海洋无法航行。
§15.1.18τοῦτο μὲν οὖν αὐτὸ καὶ ὁ Νέαρχος λέγει, περὶ δὲ τῶν θερινῶν ὄμβρων οὐχ ὁμολογεῖ, ἀλλά φησιν ὕεσθαι τὰ πεδία θέρους, χειμῶνος δʼ ἄνομβρα εἶναι.
关于这一点,尼阿库斯也说了同样的话,但关于夏季雨水他并不同意,而是说平原在夏季下雨,而在冬季无雨。
λέγουσι δʼ ἀμφότεροι καὶ τὰς ἀναβάσεις τῶν ποταμῶν.
然而,两人都提到了河流的上涨。
ὁ μέν γε Νέαρχος τοῦ Ἀκεσίνου πλησίον στρατοπεδεύοντάς φησιν ἀναγκασθῆναι μεταλαβεῖν τόπον ἄλλον ὑπερδέξιον κατὰ τὴν ἀνάβασιν, γενέσθαι δὲ τοῦτο κατὰ θερινὰς τροπάς.
尼阿库斯说,当他们在阿克西内斯河附近露营时,由于河流上涨,他们被迫迁往另一个更高的位置,这发生在夏至前后。
ὁ δʼ Ἀριστόβουλος καὶ μέτρα τῆς ἀναβάσεως ἐκτίθεται τετταράκοντα πήχεις, ὧν τοὺς μὲν εἴκοσιν ὑπὲρ τὸ προϋπάρχον βάθος πληροῦν μέχρι χείλους τὸ ῥεῖθρον, τοῖς δʼ εἴκοσιν ὑπέρχυσιν εἶναι εἰς τὰ πεδία.
阿里斯托布鲁斯则给出了上涨的具体数值:四十肘,其中二十肘使河道在原有深度之上充满至边缘,而另外二十肘则是漫溢到平原上的水。
ὁμολογοῦσι δὲ καὶ διότι συμβαίνει νησίζειν τὰς πόλεις ἐπάνω χωμάτων ἱδρυμένας, καθάπερ καὶ ἐν Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ· μετὰ δὲ ἀρκτοῦρον παύεσθαι τὴν πλήμμυραν ἀποβαίνοντος τοῦ ὕδατος·
他们还一致同意,城市由于建立在土墩上而变成了岛屿,正如在埃及和埃塞俄比亚一样;在大角星之后,随着水位的退去,洪水便停止了。
ἔτι δʼ ἡμίψυκτον σπείρεσθαι τὴν γῆν ὑπὸ τοῦ τυχόντος ὀρύκτου χαραχθεῖσαν, καὶ ὅμως φύεσθαι τὸν καρπὸν τέλειον καὶ καλόν.
此外,土地在处于半干状态时,只需用随便什么掘地工具划过便可播种,但依然能长出完美而优美的作物。
τὴν δʼ ὄρυζάν φησιν ὁ Ἀριστόβουλος ἑστάναι ἐν ὕδατι κλειστῷ, πρασιὰς δʼ εἶναι τὰς ἐχούσας αὐτήν· ὕψος δὲ τοῦ φυτοῦ τετράπηχυ πολύσταχύ τε καὶ πολύκαρπον· θερίζεσθαι δὲ περὶ δύσιν πληιάδος καὶ πτίσσεσθαι ὡς τὰς ζειάς·
阿里斯托布鲁斯说,水稻长在封闭的水中,容纳它的池子筑有堤防;植物的高度为四肘,多穗且多实;在昴星团落下前后收割,并像黑麦一样脱粒。
φύεσθαι δὲ καὶ ἐν τῇ Βακτριανῇ καὶ Βαβυλωνίᾳ καὶ Σουσίδι· καὶ ἡ κάτω δὲ Συρία φύει.
它也生长在巴克特里亚纳、巴比伦尼亚和苏西斯;下叙利亚也产水稻。
Μέγιλλος δὲ τὴν ὄρυζαν σπείρεσθαι μὲν πρὸ τῶν ὄμβρων φησίν, ἀρδείας δὲ καὶ φυτείας δεῖσθαι ἀπὸ τῶν κλειστῶν ποτιζομένην ὑδάτων.
然而,梅吉鲁斯说水稻在雨季前播种,需要灌溉和种植,并由封闭的蓄水池供水。
περὶ δὲ τοῦ βοσμόρου φησὶν Ὀνησίκριτος διότι σῖτός ἐστι μικρότερος τοῦ πυροῦ, γεννᾶται δʼ ἐν ταῖς μεσοποταμίαις, φρύγεται δʼ ἐπὰν ἀλοηθῇ, προομνύντων μὴ ἀποίσειν ἄπυρον ἐκ τῆς ἅλω τοῦ μὴ ἐξάγεσθαι σπέρμα.
关于波斯莫隆,奥内西克里图斯说它是一种比小麦小的谷物,产于两河之间的地带,脱粒后要进行烘烤,脱粒的人要宣誓不把未烘烤的谷物带离脱粒场,以免种子被出口。

词汇与语法注释

  1. 15.1.17μόνα — 形容词 `μόνα`(中性复数宾格)限定修饰后面的 `τὰ ὄρη καὶ τὰς ὑπωρείας`(山地和山麓)。它被放置在句首的强调位置,以便与免受雨雪影响的平原(`τὰ πεδία`)进行对比。
  2. 15.1.17ὡρμηκότων μὲν ... διατριψάντων ... καταβεβηκότων — 这些均为属格分词(阳性复数),与前文的 `ὑφʼ ἑαυτοῦ καὶ ὑπὸ τῶν 扩展`(他自己和其他人)相一致。它们在语法上起一连串“属格绝对结构”(Genitive Absolute)的作用,用以描述他们进入印度时的具体情况和时间顺序。
  3. 15.1.18τοῖς δʼ εἴκοσιν ὑπέρχυσιν εἶναι — 与格 `τοῖς δʼ εἴκοσιν`(对于另外二十肘)是关系与格。它解释了四十肘(`τετταράκοντα π阶级`)上涨水量的分配:二十肘填满河道,而另外二十肘(`τοῖς δʼ εἴκοσιν`)则对应于向平原的漫溢(`ὑπέρχυσιν`)。

引用这一段

斯特拉波, 地理学 §15.1.17-15.1.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.17-15.1.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。