Humanitext Reader

斯特拉波 · 地理学 §15.1.10-15.1.12

埃拉托斯特尼关于印度的边界形状与尺寸

第 476 段,共 577 段 · 希腊语

内容简介

斯特拉波将埃拉托斯特尼关于印度的记载视为最可信的资料,详细介绍了他对印度地理边界、菱形轮廓以及东西和南北维度的测量。同时,他还将这些数据与其他历史学家夸大的测量值进行了对比。

§15.1.10̔ως ἐν τοῖς τοιούτοις οὖν ἀποδέχεσθαι δεῖ πᾶν τὸ ἐγγυτάτω πίστεως.
因此,在类似的事情中,应当接受一切最接近可信度的说法。
ἐποιησάμεθα δʼ ἡμεῖς καὶ ἐν τοῖς πρώτοις λόγοις τοῖς περὶ γεωγραφίας δίαιταν ἣν δυνατὸν ἦν περὶ τούτων, καὶ νῦν ἐκείνοις τε ἐξ ἑτοίμου χρησόμεθα καὶ ἕτερα προσθήσομεν, ὅσων ἂν δεῖν δόξῃ πρὸς τὴν σαφήνειαν.
我们自己在有关地理学的前几卷书中,也已经对这些问题作了尽可能详细的考证,现在我们将直接利用那些现成的成果,并根据需要增加其他有助于清晰说明的细节。
μάλιστα δʼ ἐκ τῆς διαίτης ἐδόκει τῆς τότε πιστότατα εἶναι τὰ ὑπὸ τοῦ Ἐρατοσθένους ἐν τῷ τρίτῳ τῶν γεωγραφικῶν ἐκτεθέντα κεφαλαιωδῶς περὶ τῆς τότε νομιζομένης Ἰνδικῆς, ἡνίκα Ἀλέξανδρος ἐπῆλθε·
特别是在那次考证中,埃拉托斯特尼在其《地理学》第三卷中,关于亚历山大入侵时人们所认为的印度领土所作的概要性阐述,似乎是最为可信的。
καὶ ἦν ὁ Ἰνδὸς ὅριον ταύτης τε καὶ τῆς Ἀριανῆς ἣν ἐφεξῆς πρὸς τῇ ἑσπέρᾳ κειμένην Πέρσαι κατεῖχον· ὕστερον γὰρ δὴ καὶ τῆς Ἀριανῆς πολλὴν ἔσχον οἱ Ἰνδοὶ λαβόντες παρὰ τῶν Μακεδόνων.
当时印度河是该地与阿里亚内的界河,阿里亚内紧邻印度的西边,曾由波斯人统治;因为后来印度人从马其顿人手中夺取并占领了阿里亚内的大片土地。
ἔστι δὲ τοιαῦτα ἃ λέγει ὁ Ἐρατοσθένης.
埃拉托斯特尼所说的内容如下。
§15.1.11τὴν Ἰνδικὴν περιώρικεν ἀπὸ μὲν τῶν ἄρκτων τοῦ Ταύρου τὰ ἔσχατα ἀπὸ τῆς Ἀριανῆς μέχρι τῆς ἑῴας θαλάττης, ἅπερ οἱ ἐπιχώριοι κατὰ μέρος Παροπάμισόν τε καὶ Ἠμωδὸν καὶ Ἴμαον καὶ ἄλλα ὀνομάζουσι, Μακεδόνες δὲ Καύκασον· ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Ἰνδὸς ποταμός· τὸ δὲ νότιον καὶ τὸ προσεῷον πλευρόν, πολὺ μείζω τῶν ἑτέρων ὄντα, προπέπτωκεν εἰς τὸ Ἀτλαντικὸν πέλαγος, καὶ γίνεται ῥομβοειδὲς τὸ τῆς χώρας σχῆμα τῶν μειζόνων πλευρῶν ἑκατέρου πλεονεκτοῦντος παρὰ τὸ ἀπεναντίον πλευρὸν καὶ τρισχιλίοις σταδίοις, ὅσων ἐστὶ τὸ κοινὸν ἄκρον τῆς τε ἑωθινῆς παραλίας καὶ τῆς μεσημβρινῆς, ἔξω προπεπτωκὸς ἐξ ἴσης ἐφʼ ἑκάτερον παρὰ τὴν ἄλλην ᾐόνα.
他为印度划定的边界如下:北面以托鲁斯山脉的边缘为界,从阿里亚内一直延伸到东海,当地人根据不同的区段分别称之为帕罗帕米索斯、埃莫多斯、伊马乌斯以及其他名称,而马其顿人则称之为高加索;西面以印度河为界;而南面和东面的两边,比其他两边要大得多,它们向前延伸到亚特兰蒂斯海,使得该国的轮廓呈菱形,较长的两边中的每一边都比其对边长出三千斯塔迪翁,这三千斯塔迪翁也就是东部海岸和南部海岸共同延伸出的岬角,其在两个方向上都等长地突出于其余海岸线的距离。
τῆς μὲν οὖν ἑσπερίου πλευρᾶς ἀπὸ τῶν Καυκασίων ὀρῶν ἐπὶ τὴν νότιον θάλατταν στάδιοι μάλιστα λέγονται μύριοι τρισχίλιοι παρὰ τὸν Ἰνδὸν ποταμὸν μέχρι τῶν ἐκβολῶν αὐτοῦ, ὥστʼ ἀπεναντίον ἡ ἑωθινὴ προσλαβοῦσα τοὺς τῆς ἄκρας τρισχιλίους ἔσται μυρίων καὶ ἑξακισχιλίων σταδίων.
因此,西边从高加索山脉到南海,沿着印度河直到其河口,据说大约有一万三千斯塔迪翁;因而与其相对的东边,加上岬角的三千斯塔迪翁,将是一万六千斯塔迪翁。
τοῦτο μὲν οὖν πλάτος τῆς χώρας τό τʼ ἐλάχιστον καὶ τὸ μέγιστον.
这就是该国幅员的最小宽度和最大宽度。
μῆκος δὲ τὸ ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω·
长度是自西向东的距离。
τούτου δὲ τὸ μὲν μέχρι Παλιβόθρων ἔχοι τις ἂν βεβαιοτέρως εἰπεῖν· καταμεμέτρηται γὰρ σχοινίοις καὶ ἔστιν ὁδὸς βασιλικὴ σταδίων μυρίων· τὰ δʼ ἐπέκεινα στοχασμῷ λαμβάνεται διὰ τῶν ἀνάπλων τῶν ἐκ θαλάττης διὰ τοῦ Γάγγου ποταμοῦ μέχρι Παλιβόθρων· εἴη δʼ ἄν τι σταδίων ἑξακισχιλίων.
在这部分距离中,人们可以较为确切地说明到巴利博特拉为止的部分,因为这一段已经用测量绳进行过测量,有一条一万斯塔迪翁的御道;而更远的部分则是根据从海上沿着恒河逆流而上到巴利博特拉的航程推测出来的,大约是六千斯塔迪翁。
ἔσται δὲ τὸ πᾶν ᾗ βραχύτατον μυρίων ἑξακισχιλίων, ὡς ἔκ τε τῆς ἀναγραφῆς τῶν σταθμῶν τῆς πεπιστευμένης μάλιστα λαβεῖν Ἐρατοσθένης φησί, καὶ ὁ Μεγασθένης οὕτω συναποφαίνεται, Πατροκλῆς δὲ χιλίοις ἔλαττον φησί.
因此,最宽处(最短的东西全长)总共是一万六千斯塔迪翁,正如埃拉托斯特尼所说,这可以从最受信任的驿站记录中得出,麦加斯梯尼也同样予以证实,而帕特罗克莱斯则说要少一千斯塔迪翁。
τούτῳ δὴ πάλιν τῷ διαστήματι προστεθὲν τὸ τῆς ἄκρας διάστημα τὸ προπῖπτον ἐπὶ πλέον πρὸς τὰς ἀνατολάς, οἱ τρισχίλιοι στάδιοι ποιήσουσι τὸ μέγιστον μῆκος· ἔστι δὲ τοῦτο τὸ ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἰνδοῦ ποταμοῦ παρὰ τὴν ἑξῆς ᾐόνα μέχρι τῆς λεχθείσης ἄκρας καὶ τῶν ἀνατολικῶν αὐτῆς τερμόνων· οἰκοῦσι δʼ ἐνταῦθα οἱ Κωνιακοὶ καλούμενοι.
如果在这一距离上,再加上进一步向东延伸的岬角距离,即三千斯塔迪翁,将构成最大长度;这就是从印度河口沿着相邻的海岸到上述岬角及其东部边界的距离;这里居住着被称为科尼亚科伊的人。
§15.1.12Ἐκ δὲ τούτων πάρεστιν ὁρᾶν ὅσον διαφέρουσιν αἱ τῶν ἄλλων ἀποφάσεις, Κτησίου μὲν οὐκ ἐλάττω τῆς ἄλλης Ἀσίας τὴν Ἰνδικὴν λέγοντος, Ὀνησικρίτου δὲ τρίτον μέρος τῆς οἰκουμένης, Νεάρχου δὲ μηνῶν ὁδὸν τεττάρων τὴν διὰ τοῦ πεδίου, Μεγασθένους δὲ καὶ Δηιμάχου μετριασάντων μᾶλλον· ὑπὲρ γὰρ δισμυρίους τιθέασι σταδίους τὸ ἀπὸ τῆς νοτίου θαλάττης ἐπὶ τὸν Καύκασον, Δηίμαχος δʼ ὑπὲρ τοὺς τρισμυρίους κατʼ ἐνίους τόπους·
由此可见其他人的陈述有多大的分歧:克特西亚斯说印度不比亚洲的其他部分小,奥内西克里图斯说它是有人居住世界的三分之一,尼阿库斯说穿过平原的旅程需要四个月,而麦加斯梯尼和戴马科斯的说法较为温和;因为他们将从南海到高加索的距离定在两万斯塔迪翁以上,戴马科斯在某些地方甚至定在三万斯塔迪翁以上。
πρὸς οὓς ἐν τοῖς πρώτοις λόγοις εἴρηται, νῦν δὲ τοσοῦτον εἰπεῖν ἱκανόν, ὅτι καὶ ταῦτα συνηγορεῖ τοῖς αἰτουμένοις συγγνώμην, ἐάν τι περὶ τῶν Ἰνδικῶν λέγοντες μὴ διισχυρίζωνται.
对于这些作者,我们已在前几卷书中作了解答,现在只需说明这一点就足够了:这些分歧也为那些在谈论印度事物时不作断言、请求读者宽容的人提供了辩护。

词汇与语法注释

  1. 15.1.10ὡς ἐν τοῖς τοιούτοις οὖν ἀποδέχεσθαι δεῖ — 在 ὡς ἐν τοῖς τοιούτοις οὖν 中,ὡς 引导一个逻辑结论(表示“因此”),而 ἀποδέχεσθαι 作为不定式,依赖于非人称动词 δεῖ,表示“应当接受”。
  2. 15.1.11τῶν μειζόνων πλευρῶν ἑκατέρου πλεονεκτοῦντος — 这是一个属格独立结构(Genitive Absolute)。虽然主语 τῶν μειζόνων πλευρῶν 是复数属格(较长两边),但其后紧跟了分配代词 ἑκατέρου(各自,单数属格),使得分词 πλεονεκτοῦντος 也采用单数形式与之呼应。
  3. 15.1.11ὅσων ἐστὶ τὸ κοινὸν ἄκρον... ἔξω προπεπτωκός — 关系代词 ὅσων(复数属格)的前行词是前面的 τρισχιλίοις σταδίοις(三千斯塔迪翁)。中性单数分词 προπεπτωκό斯 修饰 τὸ κοινὸν ἄκρον(共同的岬角),描述该岬角向外延伸的程度。
  4. 15.1.12ὅτι καὶ ταῦτα συνηγορεῖ τοῖς αἰτουμένοις συγγνώμην — τοῖς αἰτουμένοις 是动词 αἰτέω 的现在中动/被动语态分词的名词性用法,意为“那些请求……的人”。对格名词 συγγνώμην(原谅/宽容)是该分词的直接宾语。

引用这一段

斯特拉波, 地理学 §15.1.10-15.1.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.10-15.1.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。