§14.6.4τί δὲ δεῖ τῶν ποιητῶν θαυμάζειν, καὶ μάλιστα τῶν τοιούτων οἷς ἡ πᾶσα περὶ τὴν φράσιν ἐστὶ σπουδή, τὰ τοῦ Δαμάστου συγκρίνοντας, ὅστις τῆς νήσου τὸ μῆκος ἀπὸ τῶν ἄρκτων πρὸς μεσημβρίαν ἀποδίδωσιν, ἀπὸ Ἱεροκηπίας, ὥς φησιν, εἰς Κλεῖδας;
当我们对比达马斯特斯的记述时,又何必对诗人们感到惊异呢? 特别是那些将全部心思都放在文笔上的诗人。 达马斯特斯将该岛的长度定为自北向南,据他所说,是从希埃罗凯皮亚到克莱德斯。
οὐδὲ ὁ Ἐρατοσθένης εὖ· αἰτιώμενος γὰρ τοῦτον οὐκ ἀπʼ ἄρκτων φησὶν εἶναι τὴν Ἱεροκηπίαν, ἀλλʼ ἀπὸ νότου· οὐδὲ γὰρ ἀπὸ νότου, ἀλλʼ ἀπὸ δύσεως, εἴπερ ἐν τῇ δυσμικῇ πλευρᾷ κεῖται, ἐν ᾗ καὶ ἡ Πάφος καὶ ὁ Ἀκάμας.
埃拉托斯特尼也同样不正确;因为他在谴责达马斯特斯时,说希埃罗凯皮亚不是在北方而是在南方;其实它甚至不在南方,而是在西方,如果它确实位于帕福斯和阿卡马斯所在的西侧。
§14.6.5διάκειται μὲν οὕτως ἡ Κύπρος τῇ θέσει.
塞浦路斯在地理位置上便是如此。
κατʼ ἀρετὴν δʼ οὐδεμιᾶς τῶν νήσων λείπεται· καὶ γὰρ εὔοινός ἐστι καὶ εὐέλαιος σίτῳ τε αὐτάρκει χρῆται· μέταλλά τε χαλκοῦ ἐστιν ἄφθονα τὰ ἐν Ταμασσῷ, ἐν οἷς τὸ χαλκανθὲς γίνεται καὶ ὁ ἰὸς τοῦ χαλκοῦ, πρὸς τὰς ἰατρικὰς δυνάμεις χρήσιμα.
但在富庶方面,它不亚于任何岛屿;因为这里盛产美酒与优质橄榄油,且粮食自给自足;在塔马索斯有丰富的铜矿,那里产出硫酸铜和铜绿,对药用功效很有用处。
φησὶ δʼ Ἐρατοσθένης τὸ παλαιὸν ὑλομανούντων τῶν πεδίων ὥστε κατέχεσθαι δρυμοῖς καὶ μὴ γεωργεῖσθαι, μικρὰ μὲν ἐπωφελεῖν πρὸς τοῦτο τὰ μέταλλα δενδροτομούντων πρὸς τὴν καῦσιν τοῦ χαλκοῦ καὶ τοῦ ἀργύρου, προσγενέσθαι δὲ καὶ τὴν ναυπηγίαν τῶν στόλων ἤδη πλεομένης ἀδεῶς τῆς θαλάττης καὶ μετὰ δυνάμεων· ὡς δʼ οὐκ ἐξενίκων, ἐπιτρέψαι τοῖς βουλομένοις καὶ δυναμένοις ἐκκόπτειν καὶ ἔχειν ἰδιόκτητον καὶ ἀτελῆ τὴν διακαθαρθεῖσαν γῆν.
埃拉托斯特尼说,古时候平原上森林茂密,以致灌木丛生,无法耕作,而矿山对此略有帮助,因为人们伐木以烧炼铜和银,此外还加上了建造船队,因为当时人们已能无所畏惧地凭借武装力量在海上航行;由于人们依然无法彻底清除森林,便允许那些愿意且有能力砍伐树木的人,将开垦出来的土地作为免税的私有财产。
§14.6.6πρότερον μὲν οὖν κατὰ πόλεις ἐτυραννοῦντο οἱ Κύπριοι, ἀφʼ οὗ δʼ οἱ Πτολεμαϊκοὶ βασιλεῖς κύριοι τῆς Αἰγύπτου κατέστησαν, εἰς ἐκείνους καὶ ἡ Κύπρος περιέστη συμπραττόντων πολλάκις καὶ τῶν Ῥωμαίων.
因此,从前塞浦路斯人按城市分别由僭主统治,但自普托勒迈伊斯诸王成为埃及的主人以来,塞浦路斯也归于他们,罗马人也经常协助。
ἐπεὶ δʼ ὁ τελευταῖος ἄρξας Πτολεμαῖος, ἀδελφὸς τοῦ Κλεοπάτρας πατρὸς τῆς καθʼ ἡμᾶς βασιλίσσης, ἔδοξε πλημμελής τε εἶναι καὶ ἀχάριστος εἰς τοὺς εὐεργέτας, ἐκεῖνος μὲν κατελύθη, Ῥωμαῖοι δὲ κατέσχον τὴν νῆσον, καὶ γέγονε στρατηγικὴ ἐπαρχία καθʼ αὑτήν.
但当最后一位统治的普托勒迈伊斯——即我们时代的克娄巴特拉女王之父的兄弟——被认为行为不端且对恩人过河拆桥时,他被废黜,罗马人占领了该岛,使其成为一个独立的行省,由大法官管辖。
μάλιστα δʼ αἴτιος τοῦ ὀλέθρου κατέστη τῷ βασιλεῖ Πόπλιος Κλαύδιος Ποῦλχερ· ἐμπεσὼν γὰρ εἰς τὰ λῃστήρια, τῶν Κιλίκων ἀκμαζόντων τότε, λύτρον αἰτούμενος ἐπέστειλε τῷ βασιλεῖ δεόμενος πέμψαι καὶ ῥύσασθαι αὐτόν· ὁ δʼ ἔπεμψε μὲν μικρὸν δὲ τελέως ὥστε καὶ τοὺς λῃστὰς αἰδεσθῆναι λαβεῖν ἀλλὰ ἀναπέμψαι πάλιν, τὸν δʼ ἄνευ λύτρων ἀπολῦσαι.
导致这位国王灭亡的主因是普布利乌斯·克劳狄乌斯·普尔赫尔;因为他在基利家海盗最猖獗的时候落入他们手中,在被索要赎金时写信给国王,恳求他派人赎救自己;国王确实送去了,但数额极其微小,以至于连海盗都觉得汗颜而退回,并在没有赎金的情况下释放了他。
σωθεὶς δʼ ἐκεῖνος ἀπεμνημόνευσεν ἀμφοτέροις τὴν χάριν, καὶ γενόμενος δήμαρχος ἴσχυσε τοσοῦτον ὥστε ἐπέμφθη Μάρκος Κάτων ἀφαιρησόμενος τὴν Κύπρον τὸν κατέχοντα.
他获救后,记住了对双方的“恩情”(讽刺意义),当他成为保民官后,获得了极大的权力,以致马尔库斯·加图被派去夺取占有者塞浦路斯。
ἐκεῖνος μὲν οὖν ἔφθη διαχειρισάμενος αὑτόν, Κάτων δʼ ἐπελθὼν παρέλαβε τὴν Κύπρον καὶ τὴν βασιλικὴν οὐσίαν διέθετο καὶ τὰ χρήματα εἰς τὸ δημόσιον ταμιεῖον τῶν Ῥωμαίων ἐκόμισεν·
于是国王抢先自尽,而加图到达后接管了塞浦路斯,处置了皇家财产,并将资金运往罗马的国库。
ἐξ ἐκείνου δʼ ἐγένετο ἐπαρχία ἡ νῆσος καθάπερ καὶ νῦν ἐστι στρατηγική· ὀλίγον δὲ χρόνον τὸν μεταξὺ Ἀντώνιος Κλεοπάτρᾳ καὶ τῇ ἀδελφῇ αὐτῆς Ἀρσινόῃ παρέδωκε, καταλυθέντος δὲ ἐκείνου συγκατελύθησαν καὶ αἱ διατάξεις αὐτοῦ πᾶσαι.
自那时起,该岛便成为一个行省,正如现在一样是大法官辖区;但在其间的短暂时间内,安东尼曾将其交给克娄巴特拉和她的妹妹阿尔西诺伊,但在他败亡后,他的所有政令也都随之废除了。