Humanitext Reader

斯特拉波 · 地理学 §14.5.3-14.5.5

崎岖基里基亚沿海城市与科吕科斯洞穴

第 463 段,共 577 段 · 希腊语

内容简介

斯特拉波描述了崎岖基里基亚沿岸的城市、要塞和地理距离,叙述了来自塞琉西亚的哲学家阿特奈奥斯和克塞纳科斯的一生,并详细描绘了科吕科斯出产藏红花的谷地和洞穴。

§14.5.3μετὰ δὲ τὸ Κορακήσιον Ἀρσινόη πόλις, εἶθʼ Ἁμαξία ἐπὶ βουνοῦ κατοικία τις ὕφορμον ἔχουσα, ὅπου κατάγεται ἡ ναυπηγήσιμος ὕλη.
在科拉凯西翁之后是阿尔西诺埃市,然后是哈马克西亚,这是山丘上的一个定居点,拥有一个运送造船木材的港口。
κέδρος δʼ ἐστὶν ἡ πλείστη, καὶ δοκεῖ ταῦτα τὰ μέρη πλεονεκτεῖν τῇ τοιαύτῃ ξυλείᾳ· καὶ διὰ τοῦτʼ Ἀντώνιος Κλεοπάτρᾳ τὰ χωρία ταῦτα προσένειμεν ἐπιτήδεια ὄντα πρὸς τὰς τῶν στόλων κατασκευάς.
其中木材的大部分是雪松,这些地区似乎盛产此类木材;因此,安东尼将这些地方割让给克列奥帕特拉,因为它们适合建造舰队。
εἶτα Λαέρτης φρούριον ἐπὶ λόφου μαστοειδοῦς ὕφορμον ἔχον· εἶτα Σελινοῦς πόλις· εἶτα Κράγος πέτρα περίκρημνος πρὸς θαλάττῃ· εἶτα Χαραδροῦς ἔρυμα καὶ αὐτὸ ὕφορμον ἔχον (ὑπέρκειται δʼ ὄρος Ἄνδρικλος) καὶ παράπλους τραχὺς Πλατανιστῆς καλούμενος· εἶτʼ Ἀνεμούριον ἄκρα καθʼ ἣν ἡ ἤπειρος ἐγγυτάτω τῆς Κυπρίας ἐστὶν ἐπὶ Κρομμύου ἄκραν ἐν διάρματι σταδίων τριακοσίων πεντήκοντα.
接着是拉埃尔特斯,一座坐落在乳房状山丘上的要塞,带有港口;然后是塞利努斯市;然后是克拉戈斯,海边险峻的岩石;然后是哈拉德鲁斯,一座同样拥有港口的要塞(上方矗立着安德里科洛斯山),以及一段被称为普拉塔尼斯特斯的险峻沿海航路;然后是阿内姆里翁角,在此处大陆离塞浦路斯最近,横渡至克罗缪翁角的距离为三百五十斯塔迪翁。
εἰς μὲν οὖν τὸ Ἀνεμούριον ἀπὸ τῶν ὅρων τῆς Παμφυλίας ὁ Κιλίκιος παράπλους σταδίων ἐστὶν ὀκτακοσίων εἴκοσι, λοιπὸς δʼ ἐστὶ μέχρι Σόλων ὅσον πεντακοσίων παράπλους σταδίων.
从潘非利亚边界到阿内姆里翁的基里基亚沿海航程为八百二十斯塔迪翁,而到索里为止的剩余航程约为五百斯塔迪翁。
τούτου δʼ ἐστὶ Νάγιδος πρώτη μετὰ τὸ Ἀνεμούριον πόλις· εἶτʼ Ἀρσινόη πρόσορμον ἔχουσα· εἶτα τόπος Μελανία καὶ Κελένδερις πόλις λιμένα ἔχουσα.
在这段剩余的航程中,阿内姆里翁之后的第一个城市是纳吉多斯;然后是拥有停泊处的阿尔西诺埃;然后是被称为梅拉尼亚的地方,以及拥有港口的凯伦德里斯市。
τινὲς δὲ ταύτην ἀρχὴν τίθενται τῆς Κιλικίας, οὐ τὸ Κορακήσιον, ὧν ἐστι καὶ ὁ Ἀρτεμίδωρος· καί φησιν ἀπὸ μὲν τοῦ Πηλουσιακοῦ στόματος εἶναι τρισχιλίους ἑξακοσίους σταδίους εἰς Ὀρθωσίαν, ἐπὶ δὲ τὸν Ὀρόντην ποταμὸν χίλια ἑκατὸν τριάκοντα, ἐπὶ δὲ τὰς πύλας ἑξῆς πεντακόσια εἰκοσιπέντε, ἐπὶ δὲ τοὺς ὅρους τῶν Κιλίκων χίλια ἐνακόσια εἴκοσιν.
有些人将该城(而非科拉凯西翁)视为基里基亚的起点,阿尔特米多罗斯也是其中之一;他说,从佩鲁西翁口到奥尔托西亚为三千六百斯塔迪翁,到奥龙特斯河为一千一百三十,接着到关门为五百二十五,到基里基亚人的边界为一千九百二十。
§14.5.4εἶθʼ Ὅλμοι, ὅπου πρότερον ᾤκουν οἱ νῦν Σελευκεῖς, κτισθείσης δʼ ἐπὶ τῷ Καλυκάδνῳ τῆς Σελευκείας ἐκεῖ μετῳκίσθησαν.
接着是霍尔莫伊,现在居住在塞琉西亚的人以前住在这里;但当塞琉西亚在卡柳卡德诺斯河畔建立后,他们便迁往该处。
εὐθὺς γάρ ἐστιν ἡ τοῦ Καλυκάδνου ἐκβολὴ κάμψαντι ᾐόνα ποιοῦσαν ἄκραν ἣ καλεῖται Σαρπηδών.
因为人们一绕过形成萨尔佩东的沙质岬角,立刻就是卡柳卡德诺斯河的河口。
πλησίον δʼ ἐστὶ τοῦ Καλυκάδνου καὶ τὸ Ζεφύριον καὶ αὕτη ἄκρα·
卡柳卡德诺斯河附近还有泽菲里翁,这也是一个岬角。
ἔχει δὲ ὁ ποταμὸς ἀνάπλουν εἰς τὴν Σελεύκειαν πόλιν εὖ συνοικουμένην καὶ πολὺ ἀφεστῶσαν τοῦ Κιλικίου καὶ Παμφυλίου τρόπου.
该河拥有通往塞琉西亚市的通航水道,该城人口兴旺,且远离基里基亚和潘非利亚的生活方式。
ἐνταῦθα ἐγένοντο καθʼ ἡμᾶς ἄνδρες ἀξιόλογοι τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀθήναιός τε καὶ Ξέναρχος, ὧν ὁ μὲν Ἀθήναιος καὶ ἐπολιτεύσατο καὶ ἐδημαγώγησε χρόνον τινὰ ἐν τῇ πατρίδι, εἶτʼ ἐμπεσὼν εἰς τὴν Μουρήνα φιλίαν ἐκείνῳ συνεάλω φεύγων φωραθείσης τῆς κατὰ Καίσαρος τοῦ Σεβαστοῦ συσταθείσης ἐπιβουλῆς· ἀναίτιος δὲ φανεὶς ἀφείθη ὑπὸ Καίσαρος.
在我们的时代,这里诞生了逍遥学派的著名哲学家阿特奈奥斯和克塞纳科斯。 其中,阿特奈奥斯曾在祖国参与政治并领导民众一段时间,但后来因与穆雷纳结交,在针对凯撒·奥古斯都的阴谋被揭发后,他在逃亡时与穆雷纳一同被捕;但他被证实无罪,并被凯撒释放。
ὡς δʼ ἐπανιόντα εἰς Ῥώμην ἠσπάζοντο καὶ ἐπυνθάνοντο οἱ πρῶτοι ἐντυγχάνοντες, τὸ Εὐριπίδου ἔφη " ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών.
当他回到罗马,最先遇到他的人向他致敬并询问情况时,他引用了欧里庇得斯的诗句: "ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών." (我已离开死者的幽所与黑暗之门,来到此处。
" ὀλίγον δʼ ἐπιβιοὺς χρόνον ἐν συμπτώσει τῆς οἰκίας ἐν ᾗ ᾤκει διεφθάρη νύκτωρ γενομένῃ, Ξέναρχος δέ, οὗ ἠκροασάμεθα ἡμεῖς, ἐν οἴκῳ μὲν οὐ πολὺ διέτριψεν, ἐν Ἀλεξανδρείᾳ δὲ καὶ Ἀθήνησι καὶ τὸ τελευταῖον ἐν Ῥώμῃ, τὸν παιδευτικὸν βίον ἑλόμενος· χρησάμενος δὲ καὶ τῇ Ἀρείου φιλίᾳ καὶ μετὰ ταῦτα τῇ Καίσαρος τοῦ Σεβαστοῦ διετέλεσε μέχρι γήρως ἐν τιμῇ ἀγόμενος· μικρὸν δὲ πρὸ τῆς τελευτῆς πηρωθεὶς τὴν ὄψιν κατέστρεψε νόσῳ τὸν βίον.
)他在之后只活了很短的时间,在夜间他所居住的房屋倒塌时被压死。 另一方面,我们曾听过其讲课的克塞纳科斯,在祖国待的时间并不长,而是选择在亚历山大、雅典以及最后的罗马过着教师生活;他曾获得阿雷奥斯的友谊,此后又获得凯撒·奥古斯都的友谊,并一直受到尊崇直至老年;在去世前不久,他双目失明,后因病结束了一生。
§14.5.5μετὰ δὲ τὸν Καλύκαδνον ἡ Ποικίλη λεγομένη πέτρα κλίμακα ἔχουσα λατομητὴν ἐπὶ Σελεύκειαν ἄγουσαν.
在卡柳卡德诺斯河之后是被称为波伊基勒的岩石,它拥有通往塞琉西亚的石凿阶梯。
εἶτʼ Ἀνεμούριον ἄκρα ὁμώνυμος τῇ προτέρᾳ, καὶ Κράμβουσα νῆσος καὶ Κώρυκος ἄκρα, ὑπὲρ ἧς ἐν εἴκοσι σταδίοις ἐστὶ τὸ Κωρύκιον ἄντρον, ἐν ᾧ ἡ ἀρίστη κρόκος φύεται.
接着是与前者同名的阿内姆里翁角、克兰布萨岛,以及科吕科斯角,在其上方二十斯塔迪翁处是科吕科斯洞穴,那里生长着最优质的藏红花。
ἔστι δὲ κοιλὰς μεγάλη κυκλοτερὴς ἔχουσα περικειμένην ὀφρὺν πετρώδη πανταχόθεν ἱκανῶς ὑψηλήν· καταβάντι δʼ εἰς αὐτὴν ἀνώμαλόν ἐστιν ἔδαφος καὶ τὸ πολὺ πετρῶδες, μεστὸν δὲ τῆς θαμνώδους ὕλης ἀειθαλοῦς τε καὶ ἡμέρου· παρέσπαρται δὲ καὶ τὰ ἐδάφη τὰ φέροντα τὴν κρόκον.
这是一个巨大的圆形洼地,四周环绕着相当高的岩石边缘;对于下到里面的人来说,地面高低不平,而且大部分是岩石,但长满了常绿和人工种植的灌木;生产藏红花的土地也散落其间。
ἔστι δὲ καὶ ἄντρον αὐτόθι ἔχον πηγὴν μεγάλην ποταμὸν ἐξιεῖσαν καθαροῦ τε καὶ διαφανοῦς ὕδατος, εὐθὺς καταπίπτοντα ὑπὸ γῆς· ἐνεχθεὶς δʼ ἀφανὴς ἔξεισιν εἰς τὴν θάλατταν· καλοῦσι δὲ πικρὸν ὕδωρ.
那里还有一个洞穴,拥有一处巨大的泉水,流出一股清澈透明的河水,随后立即坠入地下;它隐秘地流淌,最后注入大海;人们称之为“苦水”。

词汇与语法注释

  1. 14.5.3κατάγεται — 动词 κατάγω(运下、带下)的被动语态。此处指造船用的木材从内陆山地被“运下”到沿海港口,需与该词在航海中表示船只“入港”的常见用法相区别。
  2. 14.5.4κάμψαντι — 不定过去时与格分词。作关系与格(判断与格或旅人与格),意为“对于绕过(岬角)的人来说”,是古典希腊语中从旅行者视角描述地理相对位置的常用惯用表达。
  3. 14.5.4συνεάλω φεύγων — 动词 συναλίσκομαι(一同被捕)的强变化不定过去时主动语态第三人称单数 συνεάλω 伴随现在分词 φεύγων(逃亡,或作为被告)的构文。紧密地表述了阴谋败露后他在“逃亡中一同被捕”的情状。
  4. 14.5.5καταβάντι — 不定过去时与格分词。类似于前文的 κάμψαντι,属于以穿行地理空间的观察者为基准的“旅人与格”,意为“对于下到(洼地)里面的人来说”,修饰主句的非人称构文(ἀνώμαλόν ἐστιν...)。

引用这一段

斯特拉波, 地理学 §14.5.3-14.5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.3-14.5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。