Humanitext Reader

斯特拉波 · 地理学 §14.5.11-14.5.13

小亚细亚的真正地峡与学术之都塔尔索

第 465 段,共 577 段 · 希腊语

内容简介

斯特拉博基于地理测量解释了半岛真正地峡与传统称呼之间的偏差,并介绍了塔尔索这一学术之都的独特风气——该城在哲学和普通教育方面的热忱甚至超越了雅典。

§14.5.11μέχρι μὲν δὴ δεῦρο ἡ παραλία πᾶσα ἀπὸ τῆς Ῥοδίων περαίας ἀρξαμένη πρὸς ἰσημερινὰς ἀνατολὰς ἀπὸ τῶν ὁμωνύμων ἐκτείνεται δύσεων, εἶτʼ ἐπὶ τὴν χειμερινὴν ἀνατολὴν ἐπιστρέφει μέχρι Ἰσσοῦ, κἀντεῦθεν ἤδη καμπὴν λαμβάνει πρὸς νότον μέχρι Φοινίκης, τὸ δὲ λοιπὸν πρὸς δύσιν μέχρι στηλῶν τελευτᾷ.
那么,直到这里的整个海岸线,从罗得岛人的对岸领土开始,由春分/秋分日落的方向,向着春分/秋分日出的方向延伸,然后转向冬日出(东南)的方向,一直到伊苏斯;从那里,海岸线便折向南方,一直到腓尼基,其余部分则向西延伸,止于赫拉克勒斯之柱。
τὸ μὲν οὖν ἀληθὲς ὁ ἰσθμὸς τῆς περιωδευμένης χερρονήσου οὗτός ἐστιν ὁ ἀπὸ Ταρσοῦ καὶ τῆς ἐκβολῆς τοῦ Κύδνου μέχρι Ἀμισοῦ· τὸ γὰρ ἐλάχιστον ἐξ Ἀμισοῦ διάστημα ἐπὶ τοὺς Κιλίκων ὅρους τοῦτʼ ἔστιν· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσίν εἰσιν εἰς Ταρσὸν στάδιοι, κἀκεῖθεν οὐ πλείους ἐπὶ τὴν ἐκβολὴν τοῦ Κύδνου.
因此,实际上,被环绕的半岛的地峡,是指从塔尔索及基德努斯河口到阿米索斯的这一段;因为从阿米索斯到基里基亚边界的最短距离就是这一段;而从那里到塔尔索是一百二十斯塔德,从塔尔索到基德努斯河口也不超过这个距离。
καὶ μὴν ἐπί γε Ἰσσὸν καὶ τὴν κατʼ αὐτὴν θάλατταν οὔτʼ ἄλλη ὁδὸς συντομωτέρα ἐστὶν ἐξ Ἀμισοῦ τῆς διὰ Ταρσοῦ, οὔτʼ ἐκ Ταρσοῦ ἐπὶ Ἰσσὸν ἐγγυτέρω ἐστὶν ἢ ἐπὶ Κύδνον, ὥστε δῆλον ὅτι ταῖς μὲν ἀληθείαις οὗτος ἂν εἴη ὁ ἰσθμός, λέγεται δʼ ὅμως ὁ μέχρι τοῦ Ἰσσικοῦ κόλπου, παρακλεπτόντων διὰ τὸ σημειῶδες.
此外,从阿米索斯前往伊苏斯及其附近海域,没有比通过塔尔索更短的路线,且从塔尔索到伊苏斯也并不比到基德努斯更近。 因此显而易见,实际上这才是地峡,但人们仍然称之为延伸到伊苏斯湾的那一段,这是因为其显著性而使人们产生错觉(顺便带过)。
διὰ δὲ τοῦτʼ αὐτὸ καὶ τὴν ἐκ τῆς Ῥοδίας γραμμήν, ἣν μέχρι τοῦ Κύδνου κατηγάγομεν, τὴν αὐτὴν ἀποφαίνομεν τῇ μέχρι Ἰσσοῦ, οὐδὲν παρὰ τοῦτο ποιούμενοι, καὶ τὸν Ταῦρόν φαμεν διήκειν ἐπʼ εὐθείας τῇδε τῇ γραμμῇ μέχρι τῆς Ἰνδικῆς.
正是由于这同一个原因,我们也将从罗得岛领地引至基德努斯河的线,宣布为与延伸至伊苏斯的线相同,在此不作任何区分,并且我们说,托罗斯山脉沿着这条线呈一直线延伸,直到印度。
§14.5.12ἡ δὲ Ταρσὸς κεῖται μὲν ἐν πεδίῳ κτίσμα δʼ ἐστὶ τῶν μετὰ Τριπτολέμου πλανηθέντων Ἀργείων κατὰ ζήτησιν Ἰοῦς·
塔尔索坐落于平原上,是由与特里普托勒摩斯一同漂泊寻找伊奥的阿耳戈斯人所建。
διαρρεῖ δʼ αὐτὴν μέσην ὁ Κύδνος παρʼ αὐτὸ τὸ γυμνάσιον τῶν νέων·
基德努斯河流经城市中心,紧邻青年人的体育馆。
ἅτε δὲ τῆς πηγῆς οὐ πολὺ ἄπωθεν οὔσης, καὶ τοῦ ῥείθρου διὰ φάραγγος βαθείας ἰόντος, εἶτʼ εὐθὺς εἰς τὴν πόλιν ἐκπίπτοντος, ψυχρόν τε καὶ τραχὺ τὸ ῥεῦμά ἐστιν, ὅθεν καὶ τοῖς παχυνευροῦσι ῥοϊζομένοις καὶ κτήνεσι καὶ ἀνθρώποις ἐπικουρεῖ.
由于水源地相距不远,且河水流经深邃的峡谷,随后立即注入市区,因此河水既寒冷又湍急,从而能够帮助那些筋腱硬化(肥厚)并在急流中冲淋的家畜和人类缓解病痛。
§14.5.13τοσαύτη δὲ τοῖς ἐνθάδε ἀνθρώποις σπουδὴ πρός τε φιλοσοφίαν καὶ τὴν ἄλλην παιδείαν ἐγκύκλιον ἅπασαν γέγονεν ὥσθʼ ὑπερβέβληνται καὶ Ἀθήνας καὶ Ἀλεξάνδρειαν καὶ εἴ τινα ἄλλον τόπον δυνατὸν εἰπεῖν, ἐν ᾧ σχολαὶ καὶ διατριβαὶ φιλοσόφων γεγόνασι.
此地人们对哲学以及其他所有普通教育的热忱如此之大,以至于他们超越了雅典、亚历山大以及任何可以提及的、曾有哲学家的学派和探讨场所存在的地方。
διαφέρει δὲ τοσοῦτον ὅτι ἐνταῦθα μὲν οἱ φιλομαθοῦντες ἐπιχώριοι πάντες εἰσί, ξένοι δʼ οὐκ ἐπιδημοῦσι ῥᾳδίως· οὐδʼ αὐτοὶ οὗτοι μένουσιν αὐτόθι, ἀλλὰ καὶ τελειοῦνται ἐκδημήσαντες καὶ τελειωθέντες ξενιτεύουσιν ἡδέως, κατέρχονται δʼ ὀλίγοι.
但其不同之处在于,这里的求知者全都是本地人,异邦人极少在此定居;而且即使是这些本地人也并不留在原地,而是出国完成学业,学成之后,他们乐于在异乡生活,极少有人回国。
ταῖς δʼ ἄλλαις πόλεσιν ἃς ἀρτίως εἶπον πλὴν Ἀλεξανδρείας συμβαίνει τἀναντία· φοιτῶσι γὰρ εἰς αὐτὰς πολλοὶ καὶ διατρίβουσιν αὐτόθι ἄσμενοι, τῶν δʼ ἐπιχωρίων οὐ πολλοὺς οὔτʼ ἂν ἔξω φοιτῶντας ἴδοις κατὰ φιλομάθειαν, οὔτʼ αὐτόθι περὶ τοῦτο σπουδάζοντας·
然而,对于我刚才提到的除亚历山大以外的其他城市,情况恰恰相反:因为许多人前往这些城市并乐于留在那里,但在本地人中,既看不到多少人为了求知而前往外地,也看不到多少人在本地致力于此。
Ἀλεξανδρεῦσι δʼ ἀμφότερα συμβαίνει· καὶ γὰρ δέχονται πολλοὺς τῶν ξένων καὶ ἐκπέμπουσι τῶν ἰδίων οὐκ ὀλίγους καὶ εἰσὶ σχολαὶ παρʼ αὐτοῖς παντοδαπαὶ τῶν περὶ λόγους τεχνῶν, καὶ τἆλλα δʼ εὐανδρεῖ καὶ πλεῖστον δύναται τὸν τῆς μητροπόλεως ἐπέχουσα λόγον.
但亚历山大的人们兼具这两种情况:因为他们既接纳了许多异邦人,也派出了不少本国人;他们那里有关于言辞和技艺的各种学派,而且在其他方面也人口稠密,发挥着作为大都市的最大作用。

词汇与语法注释

  1. §14.5.11παρακλεπτόντων διὰ τὸ σημειῶδες — 这是一个属格独立(genitive absolute)结构。现在分词复数属格 `παρακλεπτόντων`(源自 `παρακλέπτω`,意为“转移注意”、“欺骗”或“粗略对待”)省略了主语,暗指一般大众或地理学者。介词短语 `διὰ τὸ σημειῶδες` 意为“由于其显著性”,解释说因为伊苏斯湾在地理上极其醒目,导致人们在界定地峡时产生错觉,粗略地将其等同于延伸至伊苏斯湾的线,而非阿米索斯到塔尔索的真正最短距离。
  2. §14.5.12τοῖς παχυνευροῦσι ῥοϊζομένοις — 与格复数。分词 `παχυνευροῦσι`(源自 `παχυνευρέω`,意为“筋腱硬化或肥厚”)与 `ῥοϊζομένοις`(源自 `ῥοϊζέομαι`,意为“在急流中冲淋/剧烈活动”)共同修饰前面的 `κτήνεσι καὶ ἀνθρώποις`(家畜和人)。这是一个特殊的医学/疗法表达,指那些通过在寒冷的急流中冲淋来缓解或治疗筋腱硬化等病症的患者(动物和人)。

引用这一段

斯特拉波, 地理学 §14.5.11-14.5.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.5.11-14.5.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。