§14.5.14ἄνδρες δʼ ἐξ αὐτῆς γεγόνασι τῶν μὲν στωικῶν Ἀντίπατρός τε καὶ Ἀρχέδημος καὶ Νέστωρ, ἔτι δʼ Ἀθηνόδωροι δύο, ὧν ὁ μὲν Κορδυλίων καλούμενος συνεβίωσε Μάρκῳ Κάτωνι καὶ ἐτελεύτα παρʼ ἐκείνῳ, ὁ δὲ τοῦ Σάνδωνος, ὃν καὶ Κανανίτην φασὶν ἀπὸ κώμης τινός, Καίσαρος καθηγήσατο καὶ τιμῆς ἔτυχε μεγάλης, κατιών τε εἰς τὴν πατρίδα ἤδη γηραιὸς κατέλυσε τὴν καθεστῶσαν πολιτείαν κακῶς φερομένην ὑπό τε ἄλλων καὶ Βοήθου, κακοῦ μὲν ποιητοῦ κακοῦ δὲ πολίτου, δημοκοπίαις ἰσχύσαντος τὸ πλέον.
塔尔索出生的哲学家中,属于斯多葛派的有安提帕托、阿尔科德莫斯和内斯特,此外还有两位阿特诺多洛。 其中被称为科尔杜利翁的那位与小加图共同生活并死于其处;而另一位山敦之子,因某个村庄而被人们称为卡南人,曾担任恺撒的老师并获得极高荣誉。 他在年老回归祖国后,废除了当时被其他人以及博埃托斯搞得一团糟的现行体制。 博埃托斯是一个拙劣的诗人,也是一个恶劣的公民,主要靠煽动群众获得权势。
ἐπῆρε δʼ αὐτὸν καὶ Ἀντώνιος κατʼ ἀρχὰς ἀποδεξάμενος τὸ γραφὲν εἰς τὴν ἐν Φιλίπποις νίκην ἔπος, καὶ ἔτι μᾶλλον ἡ εὐχέρεια ἡ ἐπιπολάζουσα παρὰ τοῖς Ταρσεῦσιν ὥστʼ ἀπαύστως σχεδιάζειν παρὰ χρῆμα πρὸς τὴν δεδομένην ὑπόθεσιν·
安东尼最初接受了他为菲利比战役胜利而写的史诗,从而使他气焰嚣张;而塔尔索人中普遍存在的对给定主题能立即不间断即兴创作的便巧,更使他有恃无恐。
καὶ δὴ καὶ γυμνασιαρχίαν ὑποσχόμενος Ταρσεῦσι τοῦτον ἀντὶ γυμνασιάρχου κατέστησε, καὶ τὰ ἀναλώματα ἐπίστευσεν αὐτῷ.
不仅如此,安东尼还向塔尔索人许诺承担体育总监的费用,并指派这个人担任体育总监,将开支托付给他。
ἐφωράθη δὲ νοσφισάμενος τά τε ἄλλα καὶ τοὔλαιον·
但他被发现不仅中饱私囊,特别是盗用了橄榄油。
ἐλεγχόμενος δʼ ὑπὸ τῶν κατηγόρων ἐπὶ τοῦ Ἀντωνίου παρῃτεῖτο τὴν ὀργήν, σὺν ἄλλοις καὶ ταῦτα λέγων ὅτι
ὥσπερ Ὅμηρος ἐξύμνησεν Ἀχιλλέα καὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα, οὕτως ἐγὼ σέ· οὐ δίκαιος οὖν εἰμι εἰς τοιαύτας ἄγεσθαι διαβολὰς ἐπὶ σοῦ.
在安东尼面前被控告者证实罪行时,他试图通过说这些话来平息安东尼的愤怒:“正如荷马歌颂阿喀琉斯、阿伽门农和奥德修斯一样,我也这样歌颂了你;因此,在你面前让我遭受这样的诽谤是不公正的。
παραλαβὼν οὖν ὁ κατήγορος τὸν λόγον
ἀλλʼ Ὅμηρος μέν
ἔφη
ἔλαιον Ἀγαμέμνονος οὐκ ἔκλεψεν, ἀλλʼ οὐδὲ Ἀχιλλέως, σὺ δέ·
” 控告者随即接过话说: “但是荷马没有偷阿伽门农的油,也没有偷阿喀琉斯的油,而你却偷了。
ὥστε δώσεις δίκην.
所以,你必须接受惩罚。
διακρουσάμενος δʼ οὖν θεραπείαις τισὶ τὴν ὀργὴν οὐδὲν ἧττον διετέλεσεν ἄγων καὶ φέρων τὴν πόλιν μέχρι τῆς καταστροφῆς τοῦ Ἀντωνίου.
” 然而,他通过一些谄媚手段避开了惩罚,并继续掠夺和骚扰这座城市,直到安东尼覆灭。
τοιαύτην δὲ τὴν πόλιν καταλαβὼν ὁ Ἀθηνόδωρος τέως μὲν ἐπεχείρει λόγῳ μετάγειν κἀκεῖνον καὶ τοὺς συστασιώτας· ὡς δʼ οὐκ ἀπείχοντο ὕβρεως οὐδεμιᾶς, ἐχρήσατο τῇ δοθείσῃ ὑπὸ τοῦ Καίσαρος ἐξουσίᾳ καὶ ἐξέβαλεν αὐτοὺς καταγνοὺς φυγήν.
阿特诺多洛发现城市处于这种状态,起初试图用言语劝导他及其党羽改过自新;但由于他们不停止任何暴行,他便行使恺撒赋予的权力,判处他们流放并将他们驱逐。
οἱ δὲ πρῶτον μὲν κατετοιχογράφησαν αὐτοῦ τοιαῦτα
"
ἔργα νέων, βουλαὶ δὲ μέσων, πορδαὶ δὲ γερόντων.
他们首先在他的墙上写下了这样的打油诗: “青年之行动,壮年之谋划,老年之放屁。
"
ἐπεὶ δʼ ἐκεῖνος ἐν παιδιᾶς μέρει δεξάμενος ἐκέλευσε παρεπιγράψαι
βρονταὶ δὲ γερόντων,
καταφρονήσας τις τοῦ ἐπιεικοῦς εὔλυτον τὸ κοιλίδιον ἔχων προσέρρανε πολὺ τῇ θύρᾳ καὶ τῷ τοίχῳ νύκτωρ παριὼν τὴν οἰκίαν·
” 然而,当他把这当作玩笑接受,并命人在旁边加写上: “老年之雷鸣,” 某个轻视其宽大的人因拉肚子,在夜间路过时,将大量粪便喷洒在他家门口和墙上。
ὁ δὲ τῆς στάσεως κατηγορῶν ἐν ἐκκλησίᾳ
τὴν νόσον τῆς πόλεως
ἔφη
καὶ τὴν καχεξίαν πολλαχόθεν σκοπεῖν ἔξεστι, καὶ δὴ καὶ ἐκ τῶν διαχωρημάτων.
阿特诺多洛在公民大会上谴责这一党派之争时说道: “这座城市的病症和身体失调可以从许多方面看出来,特别是在其排泄物上。
οὗτοι μὲν στωικοὶ ἄνδρες·
” 这些是斯多葛派的人物。
ἀκαδημαϊκὸς δὲ Νέστωρ ὁ καθʼ ἡμᾶς, ὁ Μαρκέλλου καθηγησάμενος τοῦ Ὀκταουίας παιδός, τῆς Καίσαρος ἀδελφῆς.
而阿卡德米派中与我们同时代的有内斯特,他曾担任恺撒的姐妹奥克塔维娅之子马尔凯鲁斯的老师。
καὶ οὗτος δὲ προέστη τῆς πολιτείας διαδεξάμενος τὸν Ἀθηνόδωρον, καὶ διετέλεσε τιμώμενος παρά τε τοῖς ἡγεμόσι καὶ ἐν τῇ πόλει.
他也继承了阿特诺多洛的职位,主持市政,并一直受到罗马长官和本市市民的尊重。
§14.5.15τῶν δʼ ἄλλων φιλοσόφων
"
οὕς κεν ἐὺ γνοίην καί τʼ οὔνομα μυθησαίμην,
"
Πλουτιάδης τε ἐγένετο καὶ Διογένης τῶν περιπολιζόντων καὶ σχολὰς διατιθεμένων εὐφυῶς·
至于其他哲学家中,“那些我极熟悉并能说出名字的人”,有普鲁蒂亚德斯和迪奥根尼,他们属于周游各城并极具天赋地开课讲学的人。
ὁ δὲ Διογένης καὶ ποιήματα ὥσπερ ἀπεφοίβαζε τεθείσης ὑποθέσεως, τραγικὰ ὡς ἐπὶ πολύ·
这位迪奥根尼在给出主题后,甚至能像神灵附体般即兴作诗,多为悲剧。
γραμματικοὶ δὲ ὧν καὶ συγγράμματα ἔστιν, Ἀρτεμίδωρός τε καὶ Διόδωρος· ποιητὴς δὲ τραγῳδίας ἄριστος τῶν τῆς Πλειάδος καταριθμουμένων Διονυσίδης.
在有著作传世的文法学家中,有阿尔特米多洛和迪奥多洛;而名列“七星诗社”的最杰出的悲剧诗人则是迪奥尼西德斯。
μάλιστα δʼ ἡ Ῥώμη δύναται διδάσκειν τὸ πλῆθος τῶν ἐκ τῆσδε τῆς πόλεως φιλολόγων· Ταρσέων γὰρ καὶ Ἀλεξανδρέων ἐστὶ μεστή.
罗马最能说明这座城市出身的学者之多,因为罗马挤满了塔尔索人和亚历山大人的学者。
τοιαύτη μὲν ἡ Ταρσός.
塔尔索的情况就是如此。