§14.5.11μέχρι μὲν δὴ δεῦρο ἡ παραλία πᾶσα ἀπὸ τῆς Ῥοδίων περαίας ἀρξαμένη πρὸς ἰσημερινὰς ἀνατολὰς ἀπὸ τῶν ὁμωνύμων ἐκτείνεται δύσεων, εἶτʼ ἐπὶ τὴν χειμερινὴν ἀνατολὴν ἐπιστρέφει μέχρι Ἰσσοῦ, κἀντεῦθεν ἤδη καμπὴν λαμβάνει πρὸς νότον μέχρι Φοινίκης, τὸ δὲ λοιπὸν πρὸς δύσιν μέχρι στηλῶν τελευτᾷ.
Up to this point, then, the entire coastline starting from the Rhodian Peraea extends towards the equinoctial sunrise, starting from the corresponding sunset, and then turns back towards the winter sunrise as far as Issus; and from there it at once takes a bend towards the south as far as Phoenicia, and the remaining part ends towards the west as far as the Pillars.
τὸ μὲν οὖν ἀληθὲς ὁ ἰσθμὸς τῆς περιωδευμένης χερρονήσου οὗτός ἐστιν ὁ ἀπὸ Ταρσοῦ καὶ τῆς ἐκβολῆς τοῦ Κύδνου μέχρι Ἀμισοῦ· τὸ γὰρ ἐλάχιστον ἐξ Ἀμισοῦ διάστημα ἐπὶ τοὺς Κιλίκων ὅρους τοῦτʼ ἔστιν· ἐντεῦθεν δὲ ἑκατὸν εἴκοσίν εἰσιν εἰς Ταρσὸν στάδιοι, κἀκεῖθεν οὐ πλείους ἐπὶ τὴν ἐκβολὴν τοῦ Κύδνου.
In truth, then, this is the isthmus of the circumnavigated peninsula, namely the one from Tarsus and the mouth of the Cydnus to Amisus; for the shortest distance from Amisus to the boundaries of the Cilicians is this; and from there it is one hundred and twenty stadia to Tarsus, and from Tarsus no more to the mouth of the Cydnus.
καὶ μὴν ἐπί γε Ἰσσὸν καὶ τὴν κατʼ αὐτὴν θάλατταν οὔτʼ ἄλλη ὁδὸς συντομωτέρα ἐστὶν ἐξ Ἀμισοῦ τῆς διὰ Ταρσοῦ, οὔτʼ ἐκ Ταρσοῦ ἐπὶ Ἰσσὸν ἐγγυτέρω ἐστὶν ἢ ἐπὶ Κύδνον, ὥστε δῆλον ὅτι ταῖς μὲν ἀληθείαις οὗτος ἂν εἴη ὁ ἰσθμός, λέγεται δʼ ὅμως ὁ μέχρι τοῦ Ἰσσικοῦ κόλπου, παρακλεπτόντων διὰ τὸ σημειῶδες.
Moreover, to Issus and the sea adjacent to it, there is no other shorter road from Amisus than the one through Tarsus, nor is the distance from Tarsus to Issus closer than to the Cydnus, so that it is clear that in truth this would be the isthmus, though it is nevertheless said to be the one extending to the Issic Gulf, people being led into error because of its conspicuousness.
διὰ δὲ τοῦτʼ αὐτὸ καὶ τὴν ἐκ τῆς Ῥοδίας γραμμήν, ἣν μέχρι τοῦ Κύδνου κατηγάγομεν, τὴν αὐτὴν ἀποφαίνομεν τῇ μέχρι Ἰσσοῦ, οὐδὲν παρὰ τοῦτο ποιούμενοι, καὶ τὸν Ταῦρόν φαμεν διήκειν ἐπʼ εὐθείας τῇδε τῇ γραμμῇ μέχρι τῆς Ἰνδικῆς.
And for this very reason we also declare the line from the Rhodian territory, which we brought down as far as the Cydnus, to be the same as the one extending as far as Issus, making no difference in this regard, and we say that the Taurus extends in a straight line along this line as far as India.
§14.5.12ἡ δὲ Ταρσὸς κεῖται μὲν ἐν πεδίῳ κτίσμα δʼ ἐστὶ τῶν μετὰ Τριπτολέμου πλανηθέντων Ἀργείων κατὰ ζήτησιν Ἰοῦς·
Tarsus lies in a plain and is a foundation of the Argives who wandered with Triptolemus in search of Io.
διαρρεῖ δʼ αὐτὴν μέσην ὁ Κύδνος παρʼ αὐτὸ τὸ γυμνάσιον τῶν νέων· ἅτε δὲ τῆς πηγῆς οὐ πολὺ ἄπωθεν οὔσης, καὶ τοῦ ῥείθρου διὰ φάραγγος βαθείας ἰόντος, εἶτʼ εὐθὺς εἰς τὴν πόλιν ἐκπίπτοντος, ψυχρόν τε καὶ τραχὺ τὸ ῥεῦμά ἐστιν, ὅθεν καὶ τοῖς παχυνευροῦσι ῥοϊζομένοις καὶ κτήνεσι καὶ ἀνθρώποις ἐπικουρεῖ.
The Cydnus flows through the middle of it, right past the gymnasium of the young men; and since its source is not very far away and its stream goes through a deep ravine and then immediately empties into the city, its current is cold and rapid, whence it also gives relief to beasts and men who suffer from thickened sinews and bathe in its rushing waters.
§14.5.13τοσαύτη δὲ τοῖς ἐνθάδε ἀνθρώποις σπουδὴ πρός τε φιλοσοφίαν καὶ τὴν ἄλλην παιδείαν ἐγκύκλιον ἅπασαν γέγονεν ὥσθʼ ὑπερβέβληνται καὶ Ἀθήνας καὶ Ἀλεξάνδρειαν καὶ εἴ τινα ἄλλον τόπον δυνατὸν εἰπεῖν, ἐν ᾧ σχολαὶ καὶ διατριβαὶ φιλοσόφων γεγόνασι.
And so great is the zeal of the men here for both philosophy and all the rest of the circle of general education that they have surpassed Athens and Alexandria and any other place that can be mentioned in which schools and lectures of philosophers have existed.
διαφέρει δὲ τοσοῦτον ὅτι ἐνταῦθα μὲν οἱ φιλομαθοῦντες ἐπιχώριοι πάντες εἰσί, ξένοι δʼ οὐκ ἐπιδημοῦσι ῥᾳδίως· οὐδʼ αὐτοὶ οὗτοι μένουσιν αὐτόθι, ἀλλὰ καὶ τελειοῦνται ἐκδημήσαντες καὶ τελειωθέντες ξενιτεύουσιν ἡδέως, κατέρχονται δʼ ὀλίγοι.
But it differs to this extent, that here those who are fond of learning are all natives, and foreigners do not easily take up residence; nor do these natives themselves remain there, but they complete their education by going abroad, and having completed it, they gladly live in foreign lands, and few return home.
ταῖς δʼ ἄλλαις πόλεσιν ἃς ἀρτίως εἶπον πλὴν Ἀλεξανδρείας συμβαίνει τἀναντία· φοιτῶσι γὰρ εἰς αὐτὰς πολλοὶ καὶ διατρίβουσιν αὐτόθι ἄσμενοι, τῶν δʼ ἐπιχωρίων οὐ πολλοὺς οὔτʼ ἂν ἔξω φοιτῶντας ἴδοις κατὰ φιλομάθειαν, οὔτʼ αὐτόθι περὶ τοῦτο σπουδάζοντας·
But to the other cities which I have just mentioned, except Alexandria, the contrary happens; for many resort to them and gladly spend their time there, but of the natives one would see neither many going abroad for the sake of learning nor many striving for it at home.
Ἀλεξανδρεῦσι δʼ ἀμφότερα συμβαίνει· καὶ γὰρ δέχονται πολλοὺς τῶν ξένων καὶ ἐκπέμπουσι τῶν ἰδίων οὐκ ὀλίγους καὶ εἰσὶ σχολαὶ παρʼ αὐτοῖς παντοδαπαὶ τῶν περὶ λόγους τεχνῶν, καὶ τἆλλα δʼ εὐανδρεῖ καὶ πλεῖστον δύναται τὸν τῆς μητροπόλεως ἐπέχουσα λόγον.
But to the Alexandrians both things happen, for they receive many of the foreigners and send out not a few of their own; and they have schools of all kinds of arts connected with learning, and in other respects the city is populous and possesses great power, sustaining the character of a metropolis.