Humanitext Reader

斯特拉波 · 地理学 §14.4.1-14.4.3

旁非利亚诸城与住民的起源

第 461 段,共 577 段 · 希腊语

内容简介

本文介绍了旁非利亚沿海地区的主要城市和河流(如奥尔比亚、阿塔利亚、佩尔盖、阿斯彭多斯、西德等)的地理特征,并叙述了希罗多德和卡利努斯关于旁非利亚人起源的神话传说。

§14.4.1μετὰ Φασήλιδα δʼ ἔστιν ἡ Ὁλβία, τῆς Παμφυλίας ἀρχή, μέγα ἔρυμα, καὶ μετὰ ταύτην ὁ Καταράκτης λεγόμενος ἀφʼ ὑψηλῆς πέτρας καταράττων ποταμὸς πολὺς καὶ χειμαρρώδης ὥστε πόρρωθεν ἀκούεσθαι τὸν ψόφον.
在法塞利斯之后是奥尔比亚,它是旁非利亚的起点,是一座巨大的堡垒;在此之后是被称为卡塔拉克特斯的河流,它从高耸的岩石上奔流而下,水流湍急且水量巨大,以致在很远的地方都能听到它的喧嚣声。
εἶτα πόλις Ἀττάλεια, ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου καὶ οἰκίσαντος εἰς Κώρυκον, πολίχνιον ὅμορον, ἄλλην κατοικίαν καὶ μείζω περίβολον περιθέντος.
接着是城市阿塔利亚,以其创建者菲拉德尔甫斯命名,他将人们迁入临近的小城镇科吕科斯,建立了另一处定居点,并为其围上了更大的城墙。
φασὶ δʼ ἐν τῷ μεταξὺ Φασήλιδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν, ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους, ὡς εἴρηκε Καλλισθένης.
据说在法塞利斯和阿塔利亚之间,有人指出有底比斯和留耳涅索斯,这是因为正如卡利斯提尼所说,特洛伊的基利基亚人从底比斯平原被驱逐后,其中一部分人迁入了旁非利亚。
§14.4.2εἶθʼ ὁ Κέστρος ποταμός, ὃν ἀναπλεύσαντι σταδίους ἑξήκοντα Πέργη πόλις καὶ πλησίον ἐπὶ μετεώρου τόπου τὸ τῆς Περγαίας Ἀρτέμιδος ἱερόν, ἐν ᾧ πανήγυρις κατʼ ἔτος συντελεῖται.
接着是凯斯特罗斯河,向上航行六十斯塔德就是佩尔盖城,附近的高处坐落着佩尔盖的阿耳忒弥斯神庙,那里每年都举行节日盛典。
εἶθʼ ὑπὲρ τῆς θαλάττης ὅσον τετταράκοντα Σύλλιον πόλις ἐστὶν ὑψηλὴ τοῖς ἐκ Πέργης ἔποπτος· εἶτα λίμνη εὐμεγέθης Καπρία καὶ μετὰ ταῦτα ὁ Εὐρυμέδων ποταμός, ὃν ἀναπλεύσαντι ἑξήκοντα σταδίους Ἄσπενδος πόλις εὐανδροῦσα ἱκανῶς, Ἀργείων κτίσμα·
然后,在海面上方约四十斯塔德处,是高耸的叙利翁城,从佩尔盖可见;接着是相当大的卡普里亚湖,在这之后是埃夫里梅东河,向上航行六十斯塔德是阿斯彭多斯城,这是一座人口颇为众多的城市,由阿耳戈斯人所建。
ὑπέρκειται δὲ ταύτης Πετνηλισσός· εἶτʼ ἄλλος ποταμὸς καὶ νησία προκείμενα πολλά· εἶτα Σίδη Κυμαίων ἄποικος· ἔχει δʼ Ἀθηνᾶς ἱερόν.
在它上方坐落着佩特内利索斯;接着是另一条河流和前方的许多小岛;然后是库墨人的殖民地西德,它拥有一座雅典娜神庙。
πλησίον δʼ ἐστὶ καὶ ἡ Κιβυρατῶν παραλία τῶν μικρῶν· εἶθʼ ὁ Μέλας ποταμὸς καὶ ὕφορμος· εἶτα Πτολεμαῒς πόλις· καὶ μετὰ ταῦθʼ οἱ ὅροι τῆς Παμφυλίας καὶ τὸ Κορακήσιον, ἀρχὴ τῆς τραχείας Κιλικίας.
附近还有小基比拉人的海岸;接着是梅拉斯河和一个锚地;然后是托勒密城;此后便是旁非利亚的边界和科拉凯西翁,它是崎岖基里基亚的起点。
ὁ δὲ παράπλους ἅπας ὁ Παμφύλιος στάδιοί εἰσιν ἑξακόσιοι τεσσαράκοντα.
整个旁非利亚的沿海航路共计六百四十斯塔德。
§14.4.3φησὶ δʼ Ἡρόδοτος τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων· τοὺς μὲν δὴ πολλοὺς ἐνθάδε καταμεῖναι, τινὰς δὲ σκεδασθῆναι πολλαχοῦ τῆς γῆς.
希罗多德说,旁非利亚人属于那些在特洛伊战争后跟随安菲洛科斯和卡尔卡斯而来的人,他们是一些混杂的部族;其中大多数人确实留在了这里,而另一些人则散落到世界各地。
Καλλῖνος δὲ τὸν μὲν Κάλχαντα ἐν Κλάρῳ τελευτῆσαι τὸν βίον φησί, τοὺς δὲ λαοὺς μετὰ Μόψου τὸν Ταῦρον ὑπερθέντας τοὺς μὲν ἐν Παμφυλίᾳ μεῖναι τοὺς δʼ ἐν Κιλικίᾳ μερισθῆναι καὶ Συρίᾳ μέχρι καὶ Φοινίκης.
而卡利努斯则说,卡尔卡斯在克拉罗斯结束了一生,但那些部族与莫普索斯一起越过托罗斯山脉,一部分人留在了旁非利亚,另一部分人则分散在基里基亚、叙利亚,甚至远达腓尼基。

词汇与语法注释

  1. §14.4.1οἰκίσαντος εἰς Κώρυκον, πολίχνιον ὅμορον, ἄλλην κατοικίαν καὶ μείζω περίβολον περιθέντος — “οἰκίσαντος”与“περιθέντος”均为属格分词,修饰“Φιλαδέλφου”。“οἰκίσαντος”的直接宾语被省略,在上下文语境中理解为居民或殖民者。“εἰς Κώρυκον”表示“迁入科吕科斯”。
  2. §14.4.1ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους — “ἐκπεσόντων ... τῶν Τρωικῶν Κιλίκων”构成属格绝对独立结构,用以解释主节中被动不定式“δείκνυσθαι”的历史背景或原因。
  3. §14.4.2ἀναπλεύσαντι — 地理描述中常见的关系与格(或旅行者地方与格),意为“对于向上航行的人而言”。该分词以关系代词“ὃν”为其宾语。
  4. §14.4.3τοὺς Παμφύλους τῶν μετὰ Ἀμφιλόχου καὶ Κάλχαντος εἶναι λαῶν μιγάδων τινῶν ἐκ Τροίας συνακολουθησάντων — 属格“τῶν ... λαῶν μιγάδων τινῶν”与“εἶναι”连用,充当部分属格表语,意为“旁非利亚人属于……混杂的部族”。“συνακολουθησάντων”是与“λαῶν”一致的属格分词。

引用这一段

斯特拉波, 地理学 §14.4.1-14.4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.4.1-14.4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。