§14.2.5ἡ δὲ τῶν Ῥοδίων πόλις κεῖται μὲν ἐπὶ τοῦ ἑωθινοῦ ἀκρωτηρίου, λιμέσι δὲ καὶ ὁδοῖς καὶ τείχεσι καὶ τῇ ἄλλῃ κατασκευῇ τοσοῦτον διαφέρει τῶν ἄλλων ὥστʼ οὐκ ἔχομεν εἰπεῖν ἑτέραν ἀλλʼ οὐδὲ πάρισον, μή τί γε κρείττω ταύτης τῆς πόλεως.
罗得斯人的城市位于东部的岬角上,在港口、道路、城墙以及其他设施方面,它如此卓越,以至于我们无法举出另一个与其等同的城市,更不用说有比它更好的城市了。
θαυμαστὴ δὲ καὶ ἡ εὐνομία καὶ ἡ ἐπιμέλεια πρός τε τὴν ἄλλην πολιτείαν καὶ τὴν περὶ τὰ ναυτικά, ἀφʼ ἧς ἐθαλαττοκράτησε πολὺν χρόνον καὶ τὰ λῃστήρια καθεῖλε καὶ Ῥωμαίοις ἐγένετο φίλη καὶ τῶν βασιλέων τοῖς φιλορωμαίοις τε καὶ φιλέλλησιν·
其良好的法治以及对国家政务和海军事务的关注同样令人惊叹,借此他们长期保持了制海权,消灭了海盗,并与罗马人以及在诸王中亲罗马且亲希腊的国王们建立了友谊。
ἀφʼ ὧν αὐτόνομός τε διετέλεσε καὶ πολλοῖς ἀναθήμασιν ἐκοσμήθη, ἃ κεῖται τὰ μὲν πλεῖστα ἐν τῷ Διονυσίῳ καὶ τῷ γυμνασίῳ, ἄλλα δʼ ἐν ἄλλοις τόποις.
由此,他们得以保持自主,并点缀着许多献纳物,其中大部分放置在迪奥尼修斯神庙和体育场中,其他则在其他地方。
ἄριστα δὲ ὅ τε τοῦ Ἡλίου κολοσσός, ὅν φησιν ὁ ποιήσας τὸ ἰαμβεῖον ὅτι
"
ἑπτάκις δέκα
Χάρης ἐποίει πηχέων ὁ Λίνδιος.
其中最杰出的是太阳神赫利俄斯的巨像,创作那首双音步诗的人说: “林多斯的卡雷斯将其制成七十普库斯高。
"
κεῖται δὲ νῦν ὑπὸ σεισμοῦ πεσὼν περικλασθεὶς ἀπὸ τῶν γονάτων· οὐκ ἀνέστησαν δʼ αὐτὸν κατά τι λόγιον.
” 它如今因地震而倒塌,从膝盖处折断,倒在地上;他们根据某个神谕没有将其重新立起。
τοῦτό τε δὴ τῶν ἀναθημάτων κράτιστον (τῶν γοῦν ἑπτὰ θεαμάτων ὁμολογεῖται) καὶ αἱ τοῦ Πρωτογένους γραφαί, ὅ τε Ἰάλυσος καὶ ὁ Σάτυρος παρεστὼς στύλῳ, ἐπὶ δὲ τῷ στύλῳ πέρδιξ ἐφειστήκει, πρὸς ὃν οὕτως ἐκεχήνεσαν ὡς ἔοικεν οἱ ἄνθρωποι νεωστὶ ἀνακειμένου τοῦ πίνακος, ὥστʼ ἐκεῖνον ἐθαύμαζον, ὁ δὲ Σάτυρος παρεωρᾶτο καίτοι σφόδρα κατωρθωμένος·
这无疑是献纳物中最伟大的一个(无论如何,它被公认为世界七大奇迹之一),普罗托杰尼斯的画作也是如此,即《伊阿吕索斯》和《立于柱旁的萨特》。 在柱子上方曾画有一只石鸡,当画作刚展出时,人们似乎对它如此瞩目,以至于他们只赞叹那只石鸡,而萨特尽管画得极为完美,却被忽视了。
ἐξέπληττον δʼ ἔτι μᾶλλον οἱ περδικοτρόφοι κομίζοντες τοὺς τιθασοὺς καὶ τιθέντες καταντικρύ· ἐφθέγγοντο γὰρ πρὸς τὴν γραφὴν οἱ πέρδικες καὶ ὠχλαγώγουν.
当养石鸡的人带着驯服的石鸡并将其置于画作对面时,人们更加惊异;因为那些石鸡对着画作啼叫,吸引了人群。
ὁρῶν δὲ ὁ Πρωτογένης τὸ ἔργον πάρεργον γεγονὸς ἐδεήθη τῶν τοῦ τεμένους προεστώτων ἐπιτρέψαι παρελθόντα ἐξαλεῖψαι τὸν ὄρνιν καὶ ἐποίησε.
普罗托杰尼斯看到他的主要作品变成了附庸,便请求圣域的管理者们允许他进去擦掉那只鸟,他也确实这样做了。
δημοκηδεῖς δʼ εἰσὶν οἱ Ῥόδιοι καίπερ οὐ δημοκρατούμενοι, συνέχειν δʼ ὅμως βουλόμενοι τὸ τῶν πενήτων πλῆθος.
罗得斯人虽然不实行民主制,但非常关怀民众,仍然希望以此凝聚贫苦大众。
σιταρχεῖται δὴ ὁ δῆμος καὶ οἱ εὔποροι τοὺς ἐνδεεῖς ὑπολαμβάνουσιν ἔθει τινὶ πατρίῳ, λειτουργίαι τέ τινές εἰσιν ὀψωνιζόμεναι, ὥσθʼ ἅμα τόν τε πένητα ἔχειν τὴν διατροφὴν καὶ τὴν πόλιν τῶν χρειῶν μὴ καθυστερεῖν καὶ μάλιστα πρὸς τὰς ναυστολίας.
也就是说,民众获得粮食配给,富人根据祖传的习俗扶助贫困者。 还有一些有偿的公共服务,使得贫民得以维持生计,同时城市在必需的事务上(尤其是舰队的出航)不会落后。
τῶν δὲ ναυστάθμων τινὰ καὶ κρυπτὰ ἦν καὶ ἀπόρρητα τοῖς πολλοῖς, τῷ δὲ κατοπτεύσαντι ἢ παρελθόντι εἴσω θάνατος ὥριστο ἡ ζημία.
有些船坞甚至是保密且对大众禁入的,对窥探或进入其内的人规定了死刑的处罚。
κἀνταῦθα δὲ ὥσπερ ἐν Μασσαλίᾳ καὶ Κυζίκῳ τὰ περὶ τοὺς ἀρχιτέκτονας καὶ τὰς ὀργανοποιίας καὶ θησαυροὺς ὅπλων τε καὶ τῶν ἄλλων ἐσπούδασται διαφερόντως, καὶ ἔτι γε τῶν παρʼ ἄλλοις μᾶλλον.
在这里,就像在马萨利亚和库齐科斯一样,关于建筑师、兵器制造、兵器库及其他库房的事务都受到了格外的重视,甚至比其他地方更甚。
§14.2.6Δωριεῖς δʼ εἰσὶν ὥσπερ καὶ Ἁλικαρνασεῖς καὶ Κνίδιοι καὶ Κῷοι.
他们是多利安人,就像哈利卡纳苏斯人、克尼多斯人和科斯人一样。
οἱ γὰρ Δωριεῖς οἱ τὰ Μέγαρα κτίσαντες μετὰ τὴν Κόδρου τελευτὴν οἱ μὲν ἔμειναν αὐτόθι, οἱ δὲ σὺν Ἀλθαιμένει τῷ Ἀργείῳ τῆς εἰς Κρήτην ἀποικίας ἐκοινώνησαν, οἱ δʼ εἰς τὴν Ῥόδον καὶ τὰς λεχθείσας ἀρτίως πόλεις ἐμερίσθησαν.
因为在科德罗斯死后创建美加拉的多利安人中,有些人留在了那里,有些人随阿哥斯人阿尔泰美内斯参与了前往克里特岛的殖民,另一些人则分散到了罗得斯和刚才提到的那些城市。
ταῦτα δὲ νεώτερα τῶν ὑφʼ Ὁμήρου λεγομένων ἐστί· Κνίδος μὲν γὰρ καὶ Ἁλικαρνασὸς οὐδʼ ἦν πω, Ῥόδος δʼ ἦν καὶ Κῶς, ἀλλʼ ᾠκεῖτο ὑφʼ Ἡρακλειδῶν.
但这些事件比荷马所叙述的时代要晚;因为当时克尼多斯和哈利卡纳苏斯还不存在,而罗得斯和科斯虽然存在,却是由赫拉克勒斯的后裔居住的。
Τληπόλεμος μὲν οὖν ἀνδρωθεὶς
"
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
ἤδη γηράσκοντα, Λικύμνιον.
且说,特勒波勒摩斯长大成人后, “立刻杀死了他父亲挚爱的、已经年迈的母舅里克姆尼奥斯。
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅγε λαὸν ἀγείρας
βῆ φεύγων.
随后他迅速建造船只,聚集了许多人,逃亡而去。
"
εἶτά φησιν
"
εἰς Ῥόδον ἷξεν ἀλώμενος,
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν.
” 然后诗人在诗中说: “他在流浪中来到了罗得斯,他们按部落分为三部分居住。
"
καὶ τὰς πόλεις ὀνομάζει τὰς τότε
"
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον,
"
τῆς Ῥοδίων πόλεως οὔπω συνῳκισμένης.
” 并且他点名了当时的城市,即 “林多斯、伊阿吕索斯以及白垩纪的卡梅罗斯”,当时罗得斯人的城市尚未联合建立。
οὐδαμοῦ δὴ ἐνταῦθα Δωριέας ὀνομάζει, ἀλλʼ εἰ ἄρα Αἰολέας ἐμφαίνει καὶ Βοιωτούς, εἴπερ ἐκεῖ ἡ κατοικία τοῦ Ἡρακλέους καὶ τοῦ Λικυμνίου·
他在这一段中绝无提到多利安人,而如果说他暗示了爱奥利亚人和波奥蒂亚人,那是因为赫拉克勒斯和里克姆尼奥斯的居所就在那里。
εἰ δʼ ὥσπερ καὶ ἄλλοι φασίν, ἐξ Ἄργους καὶ Τίρυνθος ἀπῆρεν ὁ Τληπόλεμος, οὐδʼ οὕτω Δωρικὴ γίνεται ἡ ἐκεῖθεν ἀποικία· πρὸ γὰρ τῆς Ἡρακλειδῶν καθόδου γεγένηται.
即使像其他人所说的那样,特勒波勒摩斯是从阿哥斯和蒂林斯出发的,那里的殖民也不会因此变成多利安人的殖民;因为这发生在赫拉克勒斯后裔回归之前。
καὶ τῶν Κῴων δὲ
"
Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην,
Θεσσαλοῦ υἷε δύω Ἡρακλείδαο ἄνακτος,
"
καὶ οὗτοι τὸ Αἰολικὸν μᾶλλον ἢ τὸ Δωρικὸν γένος ἐμφαίνοντες.
至于科斯人的领袖: “斐迪波斯和安提波斯率领,他们是赫拉克勒斯后裔——国王色萨洛斯的两个儿子”,这些人同样更显示出爱奥利亚人的血统,而非多利安人。