§14.2.7ἐκαλεῖτο δʼ ἡ Ῥόδος πρότερον Ὀφιοῦσσα καὶ Σταδία, εἶτα Τελχινὶς ἀπὸ τῶν οἰκησάντων Τελχίνων τὴν νῆσον, οὓς οἱ μὲν βασκάνους φασὶ καὶ γόητας θείῳ καταρραίνοντας τὸ τῆς Στυγὸς ὕδωρ ζώων τε καὶ φυτῶν ὀλέθρου χάριν, οἱ δὲ τέχναις διαφέροντας τοὐναντίον ὑπὸ τῶν ἀντιτέχνων βασκανθῆναι καὶ τῆς δυσφημίας τυχεῖν ταύτης, ἐλθεῖν δʼ ἐκ Κρήτης εἰς Κύπρον πρῶτον, εἶτʼ εἰς Ῥόδον, πρώτους δʼ ἐργάσασθαι σίδηρόν τε καὶ χαλκόν, καὶ δὴ καὶ τὴν ἅρπην τῷ Κρόνῳ δημιουργῆσαι.
罗得斯以前被称为奥皮乌萨和斯塔迪亚,接着因居住在该岛的特尔基内斯人而被称为特尔基尼斯。 有些人说他们是嫉妒且邪恶的巫师,为了毁灭动植物而用硫黄混合斯梯克斯之水并将其洒下;而另一些人则相反,说他们因为在工艺上出类拔萃,反而受到同行竞争者的嫉妒,因而得到了这种恶名。 他们说,这些人首先从克里特来到塞浦路斯,接着来到罗得斯,并且是最先加工铁和铜的人,甚至还为克罗诺斯制作了那把大镰刀。
εἴρηται μὲν οὖν καὶ πρότερον περὶ αὐτῶν, ἀλλὰ ποιεῖ τὸ πολύμυθον ἀναλαμβάνειν πάλιν ἀναπληροῦντας εἴ τι παρελίπομεν.
虽然我们以前也曾谈到过他们,但神话的繁多促使我们再次提起这一话题,以补充我们可能遗漏的内容。
§14.2.8μετὰ δὲ τοὺς Τελχῖνας οἱ Ἡλιάδαι μυθεύονται κατασχεῖν τὴν νῆσον, ὧν ἑνὸς Κερκάφου καὶ Κυδίππης γενέσθαι παῖδας τοὺς τὰς πόλεις κτίσαντας ἐπωνύμους αὑτῶν
"
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
在特尔基内斯人之后,传说赫利阿代人占领了该岛。 他们中的一个叫作克尔卡波斯的人与库迪培生下了孩子们,这些孩子创建了以他们自己名字命名的城市: “林多斯、伊阿吕索斯以及白垩纪的卡梅罗斯。
"
ἔνιοι δὲ τὸν Τληπόλεμον κτίσαι φασί, θέσθαι δὲ τὰ ὀνόματα ὁμωνύμως τῶν Δαναοῦ θυγατέρων τισίν.
” 但也有人说,特勒波勒摩斯创建了这些城市,并用达那奥斯某些女儿的名字为它们同名命名。
§14.2.9ἡ δὲ νῦν πόλις ἐκτίσθη κατὰ τὰ Πελοποννησιακὰ ὑπὸ τοῦ αὐτοῦ ἀρχιτέκτονος, ὥς φασιν, ὑφʼ οὗ καὶ ὁ Πειραιεύς·
现在的城市是在伯罗奔尼撒战争期间,据人们所说,由设计比雷埃夫斯港的同一位建筑师建造的。
οὐ συμμένει δʼ ὁ Πειραιεύς, κακωθεὶς ὑπό τε Λακεδαιμονίων πρότερον τῶν τὰ σκέλη καθελόντων καὶ ὑπὸ Σύλλα τοῦ Ῥωμαίων ἡγεμόνος.
然而比雷埃夫斯港并未保持原样,它先是遭到拆毁其“双腿”的拉刻代蒙人的破坏,后来又遭到罗马将军苏拉的摧残。
§14.2.10ἱστοροῦσι δὲ καὶ ταῦτα περὶ τῶν Ῥοδίων, ὅτι οὐ μόνον ἀφʼ οὗ χρόνου συνῴκισαν τὴν νῦν πόλιν εὐτύχουν κατὰ θάλατταν, ἀλλὰ καὶ πρὸ τῆς Ὀλυμπικῆς θέσεως συχνοῖς ἔτεσιν ἔπλεον πόρρω τῆς οἰκείας ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων·
关于罗得斯人,人们还记载了这些事:他们不仅自联合创建现在的城市起就在海上享有繁荣,而且在奥林匹亚竞技会创办的许多年以前,他们就为了人类的安全而航行到远离家乡的地方。
ἀφʼ οὗ καὶ μέχρι Ἰβηρίας ἔπλευσαν, κἀκεῖ μὲν τὴν Ῥόδην ἔκτισαν ἣν ὕστερον Μασσαλιῶται κατέσχον, ἐν δὲ τοῖς Ὀπικοῖς τὴν Παρθενόπην, ἐν δὲ Δαυνίοις μετὰ Κῴων Ἐλπίας.
因着这种航海,他们甚至航行到了伊比利亚,并在那里创建了罗德(后来由马萨利亚人占领),在奥皮科伊人中创建了巴尔特诺佩,在达乌尼亚人中与科斯人一同创建了埃尔皮亚斯。
τινὲς δὲ μετὰ τὴν ἐκ Τροίας ἄφοδον τὰς Γυμνησίας νήσους ὑπʼ αὐτῶν κτισθῆναι λέγουσιν, ὧν τὴν μείζω φησὶ Τίμαιος μεγίστην εἶναι μετὰ τὰς ἑπτά, Σαρδὼ Σικελίαν Κύπρον Κρήτην Εὔβοιαν Κύρνον Λέσβον, οὐ τἀληθῆ λέγων· πολὺ γὰρ ἄλλαι μείζους.
还有人说,从特洛伊撤退之后,吉姆内西亚斯群岛是由他们殖民的,蒂迈欧说其中较大的一个在七大岛——萨尔多、西西里、塞浦路斯、克里特、优波亚、屈尔诺斯和莱斯博斯——之后是最大的,但这并非事实,因为还有其他比它大得多的岛屿。
φασὶ δὲ τοὺς γυμνήτας ὑπὸ Φοινίκων βαλεαρίδας λέγεσθαι, διότι τὰς Γυμνησίας Βαλεαρίδας λεχθῆναι.
人们说,因为轻装步兵被腓尼基人称为“巴利亚里达斯”,所以吉姆内西亚斯群岛被称为巴利阿里群岛。
τινὲς δὲ τῶν Ῥοδίων καὶ περὶ Σύβαριν ᾤκησαν κατὰ τὴν Χωνίαν.
罗得斯人中的一些人还居住在乔尼亚地区的叙巴里斯周围。
ἔοικε δὲ καὶ ὁ ποιητὴς μαρτυρεῖν τὴν ἐκ παλαιοῦ παροῦσαν τοῖς Ῥοδίοις εὐδαιμονίαν εὐθὺς ἀπὸ τῆς πρώτης κτίσεως τῶν τριῶν πόλεων
"
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδʼ ἐφίληθεν
ἐκ Διός, ὅστε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
诗人似乎也证实了罗得斯人自古以来就有的福泽,这在最初创建这三座城市时就已显现: “他们按部落分为三部分居住,并受到统治神与人的宙斯的宠爱,克罗诺斯之子将神奇的财富倾注在他们身上。
"
οἱ δʼ εἰς μῦθον ἀνήγαγον τὸ ἔπος καὶ χρυσὸν ὑσθῆναί φασιν ἐν τῇ νήσῳ κατὰ τὴν Ἀθηνᾶς γένεσιν ἐκ τῆς κεφαλῆς τοῦ Διός, ὡς εἴρηκε Πίνδαρος.
” 但也有人将这段诗句升华为神话,说在雅典娜从宙斯的头部诞生时,岛上降下了黄金雨,正如品达所说。
ἡ δὲ νῆσος κύκλον ἔχει σταδίων ἐνακοσίων εἴκοσιν.
该岛的周长为九百二十斯塔迪亚。
§14.2.11ἔστι δὲ πρώτη μὲν Λίνδος ἀπὸ τῆς πόλεως πλέουσιν ἐν δεξιᾷ ἔχουσι τὴν νῆσον, πόλις ἐπὶ ὄρους ἱδρυμένη, πολὺ πρὸς μεσημβρίαν ἀνατείνουσα καὶ πρὸς Ἀλεξάνδρειαν μάλιστα· ἱερὸν δέ ἐστιν Ἀθηνᾶς Λινδίας αὐτόθι ἐπιφανὲς τῶν Δαναΐδων ἵδρυμα.
对于从城市出发、将岛屿置于右侧航行的人来说,第一个城镇是林多斯,它建在山上,向南大幅延伸,特别指向亚历山大港的方向;那里有一座著名的林多斯雅典娜神庙,由达那奥斯的女儿们创建。
πρότερον μὲν οὖν καθʼ αὑτοὺς ἐπολιτεύοντο οἱ Λίνδιοι, καθάπερ καὶ Καμειρεῖς καὶ Ἰαλύσιοι, μετὰ ταῦτα δὲ συνῆλθον ἅπαντες εἰς τὴν Ῥόδον.
从前,林多斯人自主管理,就像卡梅罗斯人和伊阿吕索斯人一样,但此后他们全都合并到了罗得斯。
ἐντεῦθεν δʼ ἐστὶν εἷς τῶν ἑπτὰ σοφῶν Κλεόβουλος.
这里诞生了七贤之一的克利奥布卢斯。
§14.2.12μετὰ δὲ Λίνδον Ἰξία χωρίον καὶ Μνασύριον· εἶθʼ ὁ Ἀτάβυρις, ὄρος τῶν ἐνταῦθα ὑψηλότατον, ἱερὸν Διὸς Ἀταβυρίου· εἶτα Κάμειρος· εἶτʼ Ἰαλυσὸς κώμη, καὶ ὑπὲρ αὐτὴν ἀκρόπολίς ἐστιν Ὀχύρωμα καλουμένη· εἶθʼ ἡ τῶν Ῥοδίων πόλις ἐν ὀγδοήκοντά που σταδίοις.
林多斯之后是伊克西亚和姆纳西里翁;接着是阿塔比里斯山,这是该地区最高的山,建有阿塔比里斯宙斯的神庙;然后是卡梅罗斯;接着是伊阿吕索斯村,其上方是一个被称为奥丘罗玛的卫城;随后是大约八十斯塔迪亚之外的罗得斯人的城市。
μεταξὺ δʼ ἐστὶ τὸ Θοάντειον ἀκτή τις, ἧς μάλιστα πρόκεινται αἱ Σποράδες αἱ περὶ τὴν Χαλκίαν, ὧν ἐμνήσθημεν πρότερον.
两地之间是托安泰翁(一片海岸),其正前方主要分布着我们之前提到过的卡尔基亚岛周围的斯波拉泽斯群岛。