§14.2.27πολλῶν δὲ λόγων εἰρημένων περὶ Καρῶν ὁ μάλισθʼ ὁμολογούμενός ἐστιν οὗτος ὅτι οἱ Κᾶρες ὑπὸ Μίνω ἐτάττοντο, τότε Λέλεγες καλούμενοι, καὶ τὰς νήσους ᾤκουν· εἶτʼ ἠπειρῶται γενόμενοι πολλὴν τῆς παραλίας καὶ τῆς μεσογαίας κατέσχον τοὺς προκατέχοντας ἀφελόμενοι· καὶ οὗτοι δʼ ἦσαν οἱ πλείους Λέλεγες καὶ Πελασγοί· πάλιν δὲ τούτους ἀφείλοντο μέρος οἱ Ἕλληνες, Ἴωνές τε καὶ Δωριεῖς.
在关于卡里亚人的众多说法中,最公认的是:卡里亚人当时被称为雷雷格斯人,受米诺斯统治并居住在岛屿上;后来,他们成为大陆居民,从先占有者手中夺取了沿海和内陆的大片土地;而这些先占有者大多是雷雷格斯人和佩拉斯吉人;随后,希腊人,即伊奥尼亚人和多利亚人,又夺走了他们的一部分土地。
τοῦ δὲ περὶ τὰ στρατιωτικὰ ζήλου τά τε ὄχανα ποιοῦνται τεκμήρια καὶ τὰ ἐπίσημα καὶ τοὺς λόφους· ἅπαντα γὰρ λέγεται Καρικά·
关于他们对军事的热衷,他们以盾牌把手、徽章和羽饰为证据;因为所有这些都被称为卡里亚式的。
Ἀνακρέων μέν γε φησίν
"
διὰ δηὖτε καρικοεργέος
ὀχάνου χεῖρα τιθέμεναι
"
ὁ δʼ Ἀλκαῖος
"
λόφον τε σείων Καρικόν. "
阿那克里翁说: “再次将手伸入卡里亚制的盾牌把手” 阿尔卡埃乌斯也说: “摇动着卡里亚式的羽饰。
§14.2.28τοῦ ποιητοῦ δʼ εἰρηκότος οὑτωσί
"
μάσθλης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
"
οὐκ ἔχει λόγον πῶς τοσαῦτα εἰδὼς ἔθνη βάρβαρα μόνους εἴρηκε βαρβαροφώνους τοὺς Κᾶρας, βαρβάρους δʼ οὐδένας·
” 而诗人曾这样写道: “马斯斯莱斯又率领了说异国语(barbarophones)的卡里亚人,” 既然他知道这么多野蛮民族,为什么只把卡里亚人称为“说异国语的”,而没有把任何人称为“野蛮人(barbarians)”,这实在说不通。
οὔτʼ οὖν Θουκυδίδης ὀρθῶς·
因此,修昔底德也不正确。
οὐδὲ γὰρ λέγεσθαί φησι βαρβάρους διὰ τὸ μηδὲ Ἕλληνάς πω ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι·
因为他声称,“野蛮人”这一称呼之所以没有被使用,是因为希腊人自己还没有一个相对立的统一名称。
τό τε γὰρ μηδὲ Ἕλληνάς πω ψεῦδος αὐτὸς ὁ ποιητὴς ἀπελέγχει
"
ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
而希腊人当时还没有被如此称呼的说法是错误的,诗人自己就证明了这一点: “一个名声传遍赫拉斯和阿耳戈斯中部的男人。
"
καὶ πάλιν
"
εἴτʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
” 又如: “如果你想在赫拉斯和阿耳戈斯中部被养育。
"
μὴ λεγομένων τε βαρβάρων πῶς ἔμελλεν εὖ λεχθήσεσθαι τὸ βαρβαροφώνων;
” 如果当时不使用“野蛮人”一词,那么“说异国语的”这个词又怎么可能被恰当地说出呢?
οὔτε δὴ οὗτος εὖ οὔτʼ Ἀπολλόδωρος ὁ γραμματικός, ὅτι τῷ κοινῷ ὀνόματι ἰδίως καὶ λοιδόρως ἐχρῶντο οἱ Ἕλληνες κατὰ τῶν Καρῶν, καὶ μάλιστα οἱ Ἴωνες μισοῦντες αὐτοὺς διὰ τὴν ἔχθραν καὶ τὰς συνεχεῖς στρατείας·
所以,无论是他还是语法学家阿波罗多洛都不正确。 阿波罗多洛认为,希腊人,尤其是由于敌对和不断的远征而憎恨他们的伊奥尼亚人,专门用这个共同的名称来侮辱卡里亚人。
ἐχρῆν γὰρ οὕτως βαρβάρους ὀνομάζειν.
因为若如此他们应该把他们称为“野蛮人”。
ἡμεῖς δὲ ζητοῦμεν διὰ τί βαρβαροφώνους καλεῖ, βαρβάρους δʼ οὐδʼ ἅπαξ.
而我们探求的是,为什么他称他们为“说异国语的”,却一次也没有称他们为“野蛮人”。
ὅτι
φησί
τὸ πληθυντικὸν εἰς τὸ μέτρον οὐκ ἐμπίπτει, διὰ τοῦτʼ οὐκ εἴρηκε βαρβάρους.
他说,因为复数形式不符合韵律,所以他没有说“野蛮人”。
ἀλλʼ αὕτη μὲν ἡ πτῶσις οὐκ ἐμπίπτει, ἡ δʼ ὀρθὴ οὐ διαφέρει τῆς Δάρδανοι
"
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι.
但是,虽然这个格不符合,但主格与“达尔达诺伊”并无区别: “特洛伊人、吕基亚人和达尔达尼亚人。
"
τοιοῦτον δὲ καὶ τό
"
οἷοι Τρώιοι ἵπποι.
” 又如: “什么样的特洛伊马。
"
οὐδέ γε ὅτι τραχυτάτη ἡ γλῶττα τῶν Καρῶν· οὐ γάρ ἐστιν ἀλλὰ καὶ πλεῖστα Ἑλληνικὰ ὀνόματα ἔχει καταμεμιγμένα, ὥς φησι Φίλιππος ὁ τὰ Καρικὰ γράψας.
” 也并非因为卡里亚人的语言最粗粝;因为事实并非如此,而是混有极多的希腊词汇,正如撰写《卡里亚志》的菲利普斯所说。
οἶμαι δὲ τὸ βάρβαρον κατʼ ἀρχὰς ἐκπεφωνῆσθαι οὕτως κατʼ ὀνοματοποιίαν ἐπὶ τῶν δυσεκφόρως καὶ σκληρῶς καὶ τραχέως λαλούντων, ὡς τὸ βατταρίζειν καὶ τραυλίζειν καὶ ψελλίζειν.
但我认为,“野蛮人(barbaros)”一词最初是通过拟音法对那些说话困难、生硬、粗粝的人发出的,就像“battarizein”(口吃)、“traulizein”(大舌头)和“psellizein”(含混不清)。
εὐφυέστατοι γάρ ἐσμεν τὰς φωνὰς ταῖς ὁμοίαις φωναῖς κατονομάζειν διὰ τὸ ὁμογενές· ᾗ δὴ καὶ πλεονάζουσιν ἐνταῦθα αἱ ὀνοματοποιίαι, οἷον τὸ κελαρύζειν καὶ κλαγγὴ δὲ καὶ ψόφος καὶ βοὴ καὶ κρότος, ὧν τὰ πλεῖστα ἤδη καὶ κυρίως ἐκφέρεται·
因为由于声音的同质性,我们最擅长用相似的声音来命名声音;因此在这方面拟音词非常多,例如“kelaryzein”(潺潺声)、“klange”(铿锵声)、“psophos”(杂音)、“boe”(呼喊)和“krotos”(拍击声),其中大多数现在已被用作本义。
πάντων δὴ τῶν παχυστομούντων οὕτως βαρβάρων λεγομένων, ἐφάνη τὰ τῶν ἀλλοεθνῶν στόματα τοιαῦτα, λέγω δὲ τὰ τῶν μὴ Ἑλλήνων.
当所有口音厚重(口齿不清)的人都被称为“野蛮人”时,其他民族的口音就显得是这样了——我是指非希腊人的口音。
ἐκείνους οὖν ἰδίως ἐκάλεσαν βαρβάρους, ἐν ἀρχαῖς μὲν κατὰ τὸ λοίδορον, ὡς ἂν παχυστόμους ἢ τραχυστόμους, εἶτα κατεχρησάμεθα ὡς ἐθνικῷ κοινῷ ὀνόματι ἀντιδιαιροῦντες πρὸς τοὺς Ἕλληνας.
因此,他们特别称他们为“野蛮人”,起初是带有一种侮辱的意思,仿佛是“厚嘴”或“粗嘴”的人,后来我们将其泛用为一个共同的民族名称,以与希腊人相区分。
καὶ γὰρ δὴ τῇ πολλῇ συνηθείᾳ καὶ ἐπιπλοκῇ τῶν βαρβάρων οὐκέτι ἐφαίνετο κατὰ παχυστομίαν καὶ ἀφυΐαν τινὰ τῶν φωνητηρίων ὀργάνων τοῦτο συμβαῖνον, ἀλλὰ κατὰ τὰς τῶν διαλέκτων ἰδιότητας.
事实上,通过与野蛮人的频繁接触和交往,这不再显得是因为发音器官的厚重和某种笨拙,而是由于方言的特征。
ἄλλη δέ τις ἐν τῇ ἡμετέρᾳ διαλέκτῳ ἀνεφάνη κακοστομία καὶ οἷον βαρβαροστομία, εἴ τις ἑλληνίζων μὴ κατορθοίη, ἀλλʼ οὕτω λέγοι τὰ ὀνόματα ὡς οἱ βάρβαροι οἱ εἰσαγόμενοι εἰς τὸν ἑλληνισμὸν οὐκ ἰσχύοντες ἀρτιστομεῖν, ὡς οὐδʼ ἡμεῖς ἐν ταῖς ἐκείνων διαλέκτοις.
而且在我们的方言中,也出现了另一种糟糕的口音,即所谓的“野蛮口音(barbarostomia)”,如果有人在说希腊语时说得不对,而是像那些被引入希腊化、无法正确发音的野蛮人那样说话,就像我们无法在他们的方言中正确发音一样。
τοῦτο δὲ μάλιστα συνέβη τοῖς Καρσί·
这最常发生在卡里亚人身上。
τῶν γὰρ ἄλλων οὔτʼ ἐπιπλεκομένων πω σφόδρα τοῖς Ἕλλησιν, οὔτʼ ἐπιχειρούντων ἑλληνικῶς ζῆν ἢ μανθάνειν τὴν ἡμετέραν διάλεκτον, πλὴν εἴ τινες σπάνιοι καὶ κατὰ τύχην ἐπεμίχθησαν καὶ κατʼ ἄνδρα ὀλίγοις τῶν Ἑλλήνων τισίν· οὗτοι δὲ καθʼ ὅλην ἐπλανήθησαν τὴν Ἑλλάδα μισθοῦ στρατεύοντες.
因为其他民族尚未与希腊人有太深的交际,也不企图过希腊式的生活或学习我们的方言,除了少数人偶然并个别地与少数希腊人交往;而卡里亚人则为了雇佣兵的薪水游历了整个希腊。
ἤδη οὖν τὸ βαρβαρόφωνον ἐπʼ ἐκείνων πυκνὸν ἦν ἀπὸ τῆς εἰς τὴν Ἑλλάδα αὐτῶν στρατείας· καὶ μετὰ ταῦτα ἐπεπόλασε πολὺ μᾶλλον, ἀφʼ οὗ τάς τε νήσους μετὰ τῶν Ἑλλήνων ᾤκησαν, κἀκεῖθεν εἰς τὴν Ἀσίαν ἐκπεσόντες οὐδʼ ἐνταῦθα χωρὶς Ἑλλήνων οἰκεῖν ἠδύναντο, ἐπιδιαβάντων τῶν Ἰώνων καὶ τῶν Δωριέων.
因此,由于他们对希腊的远征,在他们身上,“说异国语”这一称呼就已经很频繁了;在此之后,这一称呼流传得更广,因为他们与希腊人一起居住在岛屿上,并从那里被驱逐到亚细亚,即便在这里,由于伊奥尼亚人和多利亚人的渡过,他们也无法脱离希腊人独立居住。
ἀπὸ δὲ τῆς αὐτῆς αἰτίας καὶ τὸ βαρβαρίζειν λέγεται· καὶ γὰρ τοῦτο ἐπὶ τῶν κακῶς ἑλληνιζόντων εἰώθαμεν λέγειν, οὐκ ἐπὶ τῶν καριστὶ λαλούντων.
出于同样的原因,“说野蛮话(barbarizein)”这个词也被说了出来;因为我们习惯于对那些希腊语说得不好的人说这个词,而不是对那些用卡里亚语说话的人。
οὕτως οὖν καὶ τὸ βαρβαροφωνεῖν καὶ τοὺς βαρβαροφώνους δεκτέον τοὺς κακῶς ἑλληνίζοντας· ἀπὸ δὲ τοῦ καρίζειν καὶ τὸ βαρβαρίζειν μετήνεγκαν εἰς τὰς περὶ ἑλληνισμοῦ τέχνας καὶ τὸ σολοικίζειν, εἴτʼ ἀπὸ Σόλων εἴτʼ ἄλλως τοῦ ὀνόματος τούτου πεπλασμένου.
因此,我们应该把“说异国语(barbarophonein)”和“说异国语的(barbarophones)”理解为希腊语说得不好的人;并且,从“说卡里亚语(karizein)”和“说野蛮话”中,人们在关于希腊语的艺术中也转用了“犯语法错误(soloikizein)”一词,无论它是来自索里还是以其他方式创造的这个名字。