Humanitext Reader

斯特拉波 · 地理学 §14.2.24-14.2.26

米拉萨的修辞学家与斯特拉托尼基亚和阿拉班达

第 456 段,共 577 段 · 希腊语

内容简介

叙述了米拉萨著名修辞学家欧堤德谟和许布雷阿斯的生平,以及因后者与拉比埃努斯的冲突导致米拉萨所遭受的苦难与重建。此外还介绍了斯特拉托尼基亚和阿拉班达的地理特征、神庙及两地的著名人物。

§14.2.24ἀξιολόγους δʼ ἔσχεν ἄνδρας καθʼ ἡμᾶς τὰ Μύλασα, ῥήτοράς τε ἅμα καὶ δημαγωγοὺς τῆς πόλεως, Εὐθύδημόν τε καὶ Ὑβρέαν.
米拉萨在我们这个时代曾出过一些杰出的人物,他们既是该城的修辞学家,又是民众领袖,即欧堤德谟和许布雷阿斯。
ὁ μὲν οὖν Εὐθύδημος ἐκ προγόνων παραλαβὼν οὐσίαν τε μεγάλην καὶ δόξαν, προσθεὶς καὶ τὴν δεινότητα, οὐκ ἐν τῇ πατρίδι μόνον μέγας ἦν ἀλλὰ καὶ ἐν τῇ Ἀσίᾳ τῆς πρώτης ἠξιοῦτο τιμῆς·
其中,欧堤德谟从祖先那里继承了巨大的财产和声望,再加上他自己的非凡才干,不仅在祖国声名显赫,而且在整个亚细亚也被认为配享最高荣誉。
Ὑβρέᾳ δʼ ὁ πατήρ, ὡς αὐτὸς διηγεῖτο ἐν τῇ σχολῇ καὶ παρὰ τῶν πολιτῶν ὡμολόγητο, ἡμίονον κατέλιπε ξυλοφοροῦντα καὶ ἡμιονηγόν·
而至于许布雷阿斯,正如他自己在学校里所讲述的、并为市民们所公认的那样,他的父亲只给他留下了一头驮柴的骡子和一个赶骡人。
διοικούμενος δʼ ὑπὸ τούτων ὀλίγον χρόνον, Διοτρέφους τοῦ Ἀντιοχέως ἀκροασάμενος ἐπανῆλθε καὶ τῷ ἀγορανομίῳ παρέδωκεν αὑτόν·
他靠着这些生计维持了一小段时间,在听过安提阿的狄奥特雷佩斯的讲学后,他回到了祖国,并投身于市场监督官的职务。
ἐνταῦθα δὲ κυλινδηθεὶς καὶ χρηματισάμενος μικρὰ ὥρμησεν ἐπὶ τὸ πολιτεύεσθαι καὶ τοῖς ἀγοραίοις συνακολουθεῖν, ταχὺ δὲ αὔξησιν ἔσχε καὶ ἐθαυμάσθη ἔτι μὲν καὶ Εὐθυδήμου ζῶντος, ἀλλὰ τελευτήσαντος μάλιστα, κύριος γενόμενος τῆς πόλεως.
在这个职位上混迹并赚取了一小笔钱后,他便致力于参与政治,并追随法庭辩护士们;他迅速崛起,甚至在欧堤德谟在世时就已受到推崇,而在欧堤德谟去世后更是达到了顶峰,成为了城市的掌权者。
ζῶν δʼ ἐπεκράτει πολὺ ἐκεῖνος, δυνατὸς ὢν ἅμα καὶ χρήσιμος τῇ πόλει, ὥστʼ εἰ καί τι τυραννικὸν προσῆν, τοῦτʼ ἀπελύετο τῷ παρακολουθεῖν τὸ χρήσιμον.
在欧堤德谟在世时,他的影响力要大得多,他既有权势又对城市大有裨益,因此,即使他带有一些专制的色彩,也因其随之而来的实用益处而得到了原谅。
ἐπαινοῦσι γοῦν τοῦτο τοῦ Ὑβρέου ὅπερ δημηγορῶν ἐπὶ τελευτῆς εἶπεν Εὐθύδημε, κακὸν εἶ τῆς πόλεως ἀναγκαῖον· οὔτε γὰρ μετὰ σοῦ δυνάμεθα ζῆν οὔτʼ ἄνευ σοῦ.
无论如何,人们称赞许布雷阿斯在晚期发表公众演说时所说的这句话: “欧堤德谟啊,你是这座城市不可或缺的祸害;因为我们既无法与你共存,也无法失去你而生活。
αὐξηθεὶς οὖν ἐπὶ πολὺ καὶ δόξας καὶ πολίτης ἀγαθὸς εἶναι καὶ ῥήτωρ ἔπταισεν ἐν τῇ πρὸς Λαβιηνὸν ἀντιπολιτείᾳ.
” 在极大地增强了势力并被视为优秀的公民和修辞学家之后,他在与拉比埃努斯的政治对抗中遭到了挫败。
οἱ μὲν γὰρ ἄλλοι μεθʼ ὅπλων ἐπιόντι καὶ Παρθικῆς συμμαχίας, ἤδη τῶν Παρθυαίων τὴν Ἀσίαν ἐχόντων, εἶξαν ἅτε ἄοπλοι καὶ εἰρηνικοί· Ζήνων δʼ ὁ Λαοδικεὺς καὶ Ὑβρέας οὐκ εἶξαν, ἀμφότεροι ῥήτορες, ἀλλὰ ἀπέστησαν τὰς ἑαυτῶν πόλεις· ὁ δʼ Ὑβρέας καὶ προσπαρώξυνε φωνῇ τινι μειράκιον εὐερέθιστον καὶ ἀνοίας πλῆρες.
因为当拉比埃努斯率领军队并在帕提亚联军的支持下进攻时(当时帕提亚人已经占领了亚细亚),其他城市的人因没有武装且爱好和平,便纷纷屈服了;然而,老底嘉的芝诺和许布雷阿斯并没有屈服,他们两人都是修辞学家,反而使他们各自的城市进行了反抗;许布雷阿斯甚至用一句话进一步激怒了那个易怒且愚蠢透顶的年轻人。
ἐκείνου γὰρ ἀνειπόντος ἑαυτὸν Παρθικὸν αὐτοκράτορα οὐκοῦν ἔφη κἀγὼ λέγω ἐμαυτὸν Καρικὸν αὐτοκράτορα.
因为当那个年轻人自封为帕提亚最高统帅时,许布雷阿斯说: “那么,我也自称‘卡里亚最高统帅’。
ἐκ τούτου δὲ ἐπὶ τὴν πόλιν ὥρμησε τάγματα ἔχων ἤδη συντεταγμένα Ῥωμαίων τῶν ἐν τῇ Ἀσίᾳ·
” 因此,拉比埃努斯率领着已经在亚细亚组织起来的罗马军团,向这座城市进军。
αὐτὸν μὲν οὖν οὐ κατέλαβε παραχωρήσαντα εἰς Ῥόδον, τὴν δʼ οἰκίαν αὐτοῦ διελυμήνατο πολυτελεῖς ἔχουσαν κατασκευὰς καὶ διήρπασεν· ὡς δʼ αὕτως καὶ τὴν πόλιν ὅλην ἐκάκωσεν.
他虽然未能抓获已经退往罗德岛的许布雷阿斯本人,但却捣毁并洗劫了他那拥有奢华陈设的住宅;同样,他也蹂躏了整座城市。
ἐκλιπόντος δʼ ἐκείνου τὴν Ἀσίαν ἐπανῆλθε καὶ ἀνέλαβεν ἑαυτόν τε καὶ τὴν πόλιν.
但当拉比埃努斯离开亚细亚后,许布雷阿斯便返回,并重建了自己和整座城市。
περὶ μὲν οὖν Μυλάσων ταῦτα.
关于米拉萨的事情就是这样。
§14.2.25Στρατονίκεια δʼ ἐστὶ κατοικία Μακεδόνων· ἐκοσμήθη δὲ καὶ αὕτη κατασκευαῖς πολυτελέσιν ὑπὸ τῶν βασιλέων.
斯特拉托尼基亚是马其顿人的定居点;它也被国王们用奢华的建筑装饰起来。
ἔστι δʼ ἐν τῇ χώρᾳ τῶν Στρατονικέων δύο ἱερά, ἐν μὲν Λαγίνοις τὸ τῆς Ἑκάτης ἐπιφανέστατον πανηγύρεις μεγάλας συνάγον κατʼ ἐνιαυτόν, ἐγγὺς δὲ τῆς πόλεως τὸ τοῦ Χρυσαορέως Διὸς κοινὸν ἁπάντων Καρῶν, εἰς ὃ συνίασι θύσοντές τε καὶ βουλευσόμενοι περὶ τῶν κοινῶν·
在斯特拉托尼基亚的领土上有两座神庙:一座在拉吉纳,是极负盛名的赫卡忒神庙,每年都吸引着盛大的节日集会;另一座在城市附近,是克律萨奥里奥斯的宙斯神庙,为所有卡里亚人共有,他们聚集在此献祭并商议公共事务。
καλεῖται δὲ τὸ σύστημα αὐτῶν Χρυσαορέων, συνεστηκὸς ἐκ κωμῶν· οἱ δὲ πλείστας παρεχόμενοι κώμας προέχουσι τῇ ψήφῳ, καθάπερ Κεραμιῆται·
他们的联盟被称为克律萨奥里亚联盟,由村庄组成;那些拥有最多村庄的成员在投票中占有优势,就像凯拉莫斯人一样。
καὶ Στρατονικεῖς δὲ τοῦ συστήματος μετέχουσιν οὐκ ὄντες τοῦ Καρικοῦ γένους, ἀλλʼ ὅτι κώμας ἔχουσι τοῦ Χρυσαορικοῦ συστήματος.
斯特拉托尼基亚人虽然不属于卡里亚族,但也参与了这个联盟,这是因为他们拥有属于克律萨奥里亚联盟的村庄。
κἀνταῦθα δʼ ἀνὴρ ἀξιόλογος γεγένηται ῥήτωρ Μένιππος κατὰ τοὺς πατέρας ἡμῶν Κοτοκᾶς ἐπικαλούμενος, ὃν μάλιστα ἐπαινεῖ τῶν κατὰ τὴν Ἀσίαν ῥητόρων ὧν ἠκροάσατο Κικέρων, ὥς φησιν ἔν τινι γραφῇ αὐτὸς συγκρίνων Ξενοκλεῖ καὶ τοῖς κατʼ ἐκεῖνον ἀκμάζουσιν.
在此地也曾出过一位杰出的人物,即在我们父辈时代被称为卡托卡斯的修辞学家梅尼普斯;西塞罗在他听过的所有亚细亚修辞学家中对他赞誉最高,正如西塞罗本人在某部著作中将他与色诺克勒以及当时其他正值鼎盛时期的人物进行对比时所说的那样。
ἔστι δὲ καὶ ἄλλη Στρατονίκεια ἡ πρὸς τῷ Ταύρῳ καλουμένη, πολίχνιον προσκείμενον τῷ ὄρει.
此外,还有另一座被称为“靠托鲁斯山的斯特拉托尼基亚”的城市,是紧邻该山的一座小镇。
§14.2.26Ἀλάβανδα δὲ καὶ αὐτὴ μὲν ὑπόκειται λόφοις δυσὶ συγκειμένοις οὕτως ὥστʼ ὄψιν παρέχεσθαι κανθηλίου κατεστρωμένου.
阿拉班达本身也位于两座山丘之下,这两座山丘相连的样子就像是一头备好鞍具的驮驴。
καὶ δὴ καὶ ὁ μαλακὸς Ἀπολλώνιος σκώπτων τὴν πόλιν εἴς τε ταῦτα καὶ εἰς τὸ τῶν σκορπίων πλῆθος, ἔφη αὐτὴν εἶναι σκορπίων κανθήλιον κατεστρωμένον·
确实,被称为“软弱者”的阿波罗尼奥斯嘲讽这座城市,既针对其地形,也针对其众多的蝎子,说它是一头装满蝎子的备鞍驮驴。
μεστὴ δʼ ἐστὶ καὶ αὕτη καὶ ἡ τῶν Μυλασέων πόλις τῶν θηρίων τούτων καὶ ἡ μεταξὺ πᾶσα ὀρεινή.
这座城市以及米拉萨人的城市,乃至它们之间的整个山区,都到处爬满了这种毒虫。
τρυφητῶν δʼ ἐστὶν ἀνθρώπων καὶ καπυριστῶν ἔχουσα ψαλτρίας πολλάς.
这里居住着奢华和纵乐的人们,拥有许多女琴手。
ἄνδρες δʼ ἐγένοντο λόγου ἄξιοι δύο ῥήτορες ἀδελφοὶ Ἀλαβανδεῖς, Μενεκλῆς τε οὗ ἐμνήσθημεν μικρὸν ἐπάνω καὶ Ἱεροκλῆς, καὶ οἱ μετοικήσαντες εἰς τὴν Ῥόδον ὅ τε Ἀπολλώνιος καὶ ὁ Μόλων.
值得提及的杰出人物有两位来自阿拉班达的修辞学家兄弟:我们在上文稍前提到过的梅内克勒斯和希耶罗克勒斯;此外还有迁居到罗德岛的阿波罗尼奥斯和莫隆。

词汇与语法注释

  1. 14.2.24διοικούμενος δʼ ὑπὸ τούτων — 被动分词 `διοικούμενος` 在此处意为“维持生计”或“供养”。中性复数代词 `τούτων` 指代前文提到的“骡子”和“赶骡人”,表明许布雷阿斯年轻时依靠它们带来的微薄收入维持生活。
  2. 14.2.24Εὐθύδημε, κακὸν εἶ τῆς πόλεως ἀναγκαῖον — 属格 `τῆς πόλεως` 修饰名词化的形容词 `κακόν`。它被理解为一种关联属格或限制属格,等同于“对城市而言的祸害”。
  3. 14.2.25οὐκ ὄντες τοῦ Καρικοῦ γένους — 伴随分词 `ὄντες` 的属格 `τοῦ Καρικοῦ γένους` 是表示起源或属类的属格,意指斯特拉托尼基亚人不属于卡里亚族。它指明了主语“斯特拉托尼基亚人(`Στρατονικεῖς`)”的出身。
  4. 14.2.26ὄψιν παρέχεσθαι κανθηλίου κατεστρωμένου — 名词 `ὄψιν`(外观)与动词 `παρέχεσθαι`(呈现、提供)结合,构成“呈现……的外观”这一常用表达。属格短语 `κανθηλίου κατεστρωμένου` 修饰 `ὄψιν`,说明其呈现出何种具体外观。

引用这一段

斯特拉波, 地理学 §14.2.24-14.2.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.2.24-14.2.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。