Humanitext Reader

斯特拉波 · 地理学 §14.2.29

从小亚细亚西部通往东部陆路的里程记录

第 458 段,共 577 段 · 希腊语

内容简介

详细引用阿耳特弥多罗斯关于从小亚细亚西海岸地区(卡里亚、伊奥尼亚)到东部(幼发拉底河方向)主要陆路的距离(以斯塔德为单位)的记录。

§14.2.29φησὶ δὲ Ἀρτεμίδωρος ἀπὸ Φύσκου τῆς Ῥοδίων περαίας ἰοῦσιν εἰς Ἔφεσον μέχρι μὲν Λαγίνων ὀκτακοσίους εἶναι καὶ πεντήκοντα σταδίους, ἐντεῦθεν δʼ εἰς Ἀλάβανδα πεντήκοντα ἄλλους καὶ διακοσίους, εἰς δὲ Τράλλεις ἑκατὸν ἑξήκοντα· ἀλλʼ ἡ εἰς Τράλλεις ἐστὶ διαβάντι τὸν Μαίανδρον κατὰ μέσην που τὴν ὁδὸν ὅπου τῆς Καρίας οἱ ὅροι· γίνονται δʼ οἱ πάντες ἀπὸ Φύσκου ἐπὶ τὸν Μαίανδρον κατὰ τὴν εἰς Ἔφεσον ὁδὸν χίλιοι ἑκατὸν ὀγδοήκοντα.
阿耳特弥多罗斯说,对于从罗得岛对岸领地菲斯库斯前往以弗所的人来说,到拉吉纳为八百五十斯塔德,从那里到阿拉班达另有二百五十斯塔德,到特拉勒斯为一百六十斯塔德;但是到特拉勒斯的路线,对于渡过迈安德罗斯河的人来说,大约在道路的中途,那里也是卡里亚的边界;因此,从菲斯库斯沿前往以弗所的道路到迈安德罗斯河的总距离为一千一百八十斯塔德。
πάλιν ἀπὸ τοῦ Μαιάνδρου τῆς Ἰωνίας ἐφεξῆς μῆκος ἐπιόντι κατὰ τὴν αὐτὴν ὁδὸν ἀπὸ μὲν τοῦ ποταμοῦ εἰς Τράλλεις ὀγδοήκοντα, εἶτʼ εἰς Μαγνησίαν ἑκατὸν τετταράκοντα, εἰς Ἔφεσον δʼ ἑκατὸν εἴκοσιν, εἰς δὲ Σμύρναν τριακόσιοι εἴκοσιν, εἰς δὲ Φώκαιαν καὶ τοὺς ὅρους τῆς Ἰωνίας ἐλάττους τῶν διακοσίων, ὥστε τὸ ἐπʼ εὐθείας μῆκος τῆς Ἰωνίας εἴη ἂν κατʼ αὐτὸν μικρῷ πλέον τῶν ὀκτακοσίων.
再次,自迈安德罗斯河起,对于沿同一条道路继续走完相邻的伊奥尼亚长度的人来说,从该河到特拉勒斯为八十斯塔德,然后到马格内西亚为一百四十斯塔德,到以弗所为一百轻二十斯塔德,到斯弥尔纳为三百二十斯塔德,到福凯亚及伊奥尼亚边界不到二百斯塔德,因此,根据他的说法,伊奥尼亚的直线长度应该略多于八百斯塔德。
ἐπεὶ δὲ κοινή τις ὁδὸς τέτριπται ἅπασι τοῖς ἐπὶ τὰς ἀνατολὰς ὁδοιποροῦσιν ἐξ Ἐφέσου, καὶ ταύτην ἔπεισιν.
由于有一条公共道路供所有从以弗所往东旅行的人通行,因此他也详述了这条路线。
ἐπὶ μὲν τὰ Κάρουρα τῆς Καρίας ὅριον πρὸς τὴν Φρυγίαν διὰ Μαγνησίας καὶ Τραλλέων Νύσης Ἀντιοχείας ὁδὸς ἑπτακοσίων καὶ τετταράκοντα σταδίων· ἐντεῦθεν δὲ ἡ Φρυγία διὰ Λαοδικείας καὶ Ἀπαμείας καὶ Μητροπόλεως καὶ Χελιδονίων· ἐπὶ μὲν οὖν τὴν ἀρχὴν τῆς Παρωρείου, τοὺς Ὅλμους, στάδιοι περὶ ἐνακοσίους καὶ εἴκοσιν ἐκ τῶν Καρούρων· ἐπὶ δὲ τὸ πρὸς τῇ Λυκαονίᾳ πέρας τῆς Παρωρείου τὸ Τυριαῖον διὰ Φιλομηλίου μικρῷ πλείους τῶν πεντακοσίων, εἶθʼ ἡ Λυκαονία μέχρι Κοροπασσοῦ διὰ Λαοδικείας τῆς κατακεκαυμένης ὀκτακόσιοι τετταράκοντα, ἐκ δὲ Κοροπασσοῦ τῆς Λυκαονίας εἰς Γαρσάουρα, πολίχνιον τῆς Καππαδοκίας ἐπὶ τῶν ὅρων αὐτῆς ἱδρυμένον, ἑκατὸν εἴκοσιν· ἐντεῦθεν δʼ εἰς Μάζακα τὴν μητρόπολιν τῶν Καππαδόκων διὰ Σοάνδου καὶ Σαδακόρων ἑξακόσιοι ὀγδοήκοντα· ἐντεῦθεν δʼ ἐπὶ τὸν Εὐφράτην μέχρι Τομίσων χωρίου τῆς Σωφηνῆς διὰ Ἡρφῶν πολίχνης χίλιοι τετρακόσιοι τετταράκοντα.
从以弗所到卡鲁拉,途经马格内西亚、特拉勒斯、尼萨、安条克,路程为七百四十斯塔德;从那里开始是弗里吉亚,途经老底嘉、阿帕梅亚、大都市和赫利多尼亚埃;因此,从卡鲁拉到帕罗里俄斯地区的起点霍尔莫伊,大约有九百二十斯塔德;而到紧邻吕考尼亚的帕罗里俄斯终点泰里亚伊翁,途经菲洛梅利翁,路程略多于五百斯塔德;然后到科罗帕索斯的吕考尼亚路段,途经“烧焦的”老底嘉,为八百四十斯塔德;从吕考尼亚的科罗帕索斯到坐落在其边界上的卡帕多西亚小镇加尔萨乌拉,为一百二十斯塔德;从那里到卡帕多西亚人的首府马扎卡,途经索安杜斯和萨达科拉,为六百八十斯塔德;从那里到幼发拉底河畔索费内地区的托米萨,途经赫尔法埃小镇,为一千四百四十斯塔德。
τὰ δʼ ἐπʼ εὐθείας τούτοις μέχρι τῆς Ἰνδικῆς τὰ αὐτὰ κεῖται καὶ παρὰ τῷ Ἀρτεμιδώρῳ ἅπερ καὶ παρὰ τῷ Ἐρατοσθένει.
从这些地方到印度的直线距离,在阿耳特弥多罗斯和埃拉托斯特尼那里的记录是相同的。
λέγει δὲ καὶ Πολύβιος περὶ τῶν ἐκεῖ μάλιστα δεῖν πιστεύειν ἐκείνῳ.
波利比乌斯也说,关于那些地方的情况,最应该相信阿耳特弥多罗斯。
ἄρχεται δὲ ἀπὸ Σαμοσάτων τῆς Κομμαγηνῆς, ἣ πρὸς τῇ διαβάσει καὶ τῷ Ζεύγματι κεῖται· εἰς δὲ Σαμόσατα ἀπὸ τῶν ὅρων τῆς Καππαδοκίας τῶν περὶ Τόμισα ὑπερθέντι τὸν Ταῦρον σταδίους εἴρηκε τετρακοσίους καὶ πεντήκοντα.
这条路线始于科马基因的萨莫萨塔,该城位于渡口和泽乌格马附近;而从托米萨附近的卡帕多西亚边界到萨莫萨塔,对于越过托罗斯山脉的人来说,他说距离为四百五十斯塔德。

词汇与语法注释

  1. 14.2.29ἰοῦσιν — 现在分词 ἰών 的复数与格(阳性/中性)。在此作为关系与格,用于指明衡量路线或距离时作为参照的主体(“对于旅行的人来说”)。随后的分词 “διαβάντι”、“ἐπιόντι” 和 “ὑπερθέντι” 同样是单数与格,表示假想的旅行主体。
  2. 14.2.29λέγει δὲ καὶ Πολύβιος περὶ τῶν ἐκεῖ μάλιστα δεῖν πιστεύειν ἐκείνῳ — 这是一个间接引语(对格与不定式结构),省略了主句动词(如 φησίν)。非人称动词 δεῖ 的不定式 δεῖν 支配着另一个不定式 πιστεύειν(“应当相信”)。与格代词 ἐκείνῳ 是 πιστεύειν 的宾语,在此语境中指代阿耳特弥多罗斯。

引用这一段

斯特拉波, 地理学 §14.2.29. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.2.29

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。