§14.2.17ἔπταισε δὲ καὶ αὕτη ἡ πόλις βίᾳ ληφθεῖσα ὑπὸ Ἀλεξάνδρου.
这座城市也因被亚历山大武力占领而遭受了挫折。
Ἑκατόμνω γὰρ τοῦ Καρῶν βασιλέως ἦσαν υἱοὶ τρεῖς, Μαύσωλος καὶ Ἱδριεὺς καὶ Πιξώδαρος, καὶ θυγατέρες δύο, ὧν τῇ πρεσβυτέρᾳ Ἀρτεμισίᾳ Μαύσωλος συνῴκησεν ὁ πρεσβύτατος τῶν ἀδελφῶν, ὁ δὲ δεύτερος Ἱδριεὺς Ἄδᾳ τῇ ἑτέρᾳ ἀδελφῇ·
因为卡里亚人的国王赫卡托姆诺斯有三个儿子:摩索拉斯、希德里乌斯和皮克索达罗斯,以及两个女儿;其中长子摩索拉斯与长女阿尔泰米西娅结婚,次子希德里乌斯则与另一个姐妹阿达结婚。
ἐβασίλευσε δὲ Μαύσωλος· τελευτῶν δʼ ἄτεκνος τὴν ἀρχὴν κατέλιπε τῇ γυναικί, ὑφʼ ἧς αὐτῷ κατεσκευάσθη ὁ λεχθεὶς τάφος·
摩索拉斯继位为王,但他无子而终,将统治权留给了妻子,由妻子为他建造了前述的陵墓。
φθίσει δʼ ἀποθανούσης διὰ πένθος τοῦ ἀνδρὸς Ἱδριεὺς ἦρξε·
妻子因哀悼丈夫而在忧郁中因肺病去世,随后希德里乌斯执政。
καὶ τοῦτον ἡ γυνὴ Ἄδα διεδέξατο νόσῳ τελευτήσαντα·
当他因病去世后,其妻阿达继承了王位。
ἐξέβαλε δὲ ταύτην Πιξώδαρος, ὁ λοιπὸς τῶν Ἑκατόμνω παίδων·
然而,赫卡托姆诺斯余下的孩子皮克索达罗斯将她驱逐。
περσίσας δὲ μεταπέμπεται σατράπην ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς·
他投靠了波斯,并召来一名总督共同治理国家。
ἀπελθόντος δʼ ἐκ τοῦ ζῆν καὶ τούτου κατεῖχεν ὁ σατράπης τὴν Ἁλικαρνασὸν ἔχων Ἄδαν γυναῖκα, ἥτις θυγάτηρ ἦν Πιξωδάρου ἐξ Ἀφνηίδος Καππαδοκίσσης γυναικός.
在皮克索达罗斯也离世后,该总督占领了哈利卡尔那索斯,并娶了阿达为妻,她是皮克索达罗斯与卡帕多西亚女子阿普内伊斯所生的女儿。
ἐπελθόντος δὲ Ἀλεξάνδρου πολιορκίαν ὑπέμεινεν, ἡ δὲ τοῦ Ἑκατόμνω θυγάτηρ Ἄδα, ἣν ὁ Πιξώδαρος ἐξέβαλεν, ἱκετεύει τὸν Ἀλέξανδρον καὶ πείθει κατάγειν αὐτὴν εἰς τὴν ἀφαιρεθεῖσαν βασιλείαν ὑποσχομένη ἐπὶ τὰ ἀφεστῶτα συμπράξειν αὐτῷ· τοὺς γὰρ ἔχοντας οἰκείους ὑπάρχειν αὐτῇ·
在亚历山大进攻时,该总督坚守围城,而曾被皮克索达罗斯驱逐的赫卡托姆诺斯之女阿达则哀求并说服亚历山大,使她复辟到被剥夺的王位上,并承诺在反叛的地区协助他;因为掌控那些地方的人是她的亲属。
παρεδίδου δὲ καὶ τὰ Ἄλινδα, ἐν ᾧ διέτριβεν αὐτή·
她还献出了自己当时所居住的阿林达。
ἐπαινέσας δὲ καὶ βασίλισσαν ἀναδείξας, ἁλούσης τῆς πόλεως πλὴν τῆς ἄκρας (διττὴ δʼ ἦν), ἐκείνῃ πολιορκεῖν ἔδωκεν·
亚历山大赞赏她并宣布她为女王,在除城堡(城堡是双重的)以外的城市被攻克后,他将包围城堡的任务交给了她。
ἑάλω δὲ ὀλίγῳ ὕστερον καὶ ἡ ἄκρα, πρὸς ὀργὴν ἤδη καὶ ἀπέχθειαν τῆς πολιορκίας γενομένης.
不久之后,城堡也被攻克,因为此时围城战已经激起了极大的愤怒和仇恨。
§14.2.18ἑξῆς δʼ ἐστὶν ἄκρα Τερμέριον Μυνδίων, καθʼ ἣν ἀντίκειται τῆς Κῴας ἄκρα Σκανδαρία διέχουσα τῆς ἠπείρου σταδίους τετταράκοντα· ἔστι δὲ καὶ χωρίον Τέρμερον ὑπὲρ τῆς ἄκρας.
接下来是属于敏多斯人的泰尔梅里翁角,与其相对的是科斯的斯坎达里亚角,距离大陆四十斯塔迪亚;在角上方还有一个叫作泰尔梅隆的地方。
§14.2.19ἡ δὲ τῶν Κῴων πόλις ἐκαλεῖτο τὸ παλαιὸν Ἀστυπάλαια, καὶ ᾠκεῖτο ἐν ἄλλῳ τόπῳ ὁμοίως ἐπὶ θαλάττῃ·
科斯人的城市古时候被称为阿斯图帕莱亚,同样坐落在海边的另一个地方。
ἔπειτα διὰ στάσιν μετῴκησαν εἰς τὴν νῦν πόλιν περὶ τὸ Σκανδάριον, καὶ μετωνόμασαν Κῶν ὁμωνύμως τῇ νήσῳ.
后来因为内讧,他们迁到了斯坎达里翁附近的现址,并改名为科斯,与岛同名。
ἡ μὲν οὖν πόλις οὐ μεγάλη, κάλλιστα δὲ πασῶν συνῳκισμένη καὶ ἰδέσθαι τοῖς καταπλέουσιν ἡδίστη.
这座城市虽然不大,但建设得在所有城市中最美,对于驶入港口的人来说,观赏起来最为惬意。
τῆς δὲ νήσου τὸ μέγεθος ὅσον πεντακοσίων σταδίων καὶ πεντήκοντα· εὔκαρπος δὲ πᾶσα, οἴνῳ δὲ καὶ ἀρίστη, καθάπερ Χίος καὶ Λέσβος·
科斯岛的周长约为五百五十斯塔迪亚;全岛土地肥沃,产酒极佳,正如希奥斯和莱斯博斯一样。
ἔχει δὲ πρὸς νότον μὲν ἄκραν τὸν Λακητῆρα (ἀφʼ οὗ ἑξήκοντα εἰς Νίσυρον), πρὸς δὲ τῷ Λακητῆρι χωρίον Ἁλίσαρνα, ἀπὸ δύσεως δὲ τὸ Δρέκανον καὶ κώμην καλουμένην Στομαλίμνην·
岛的南部有拉凯泰尔角(由此到尼叙罗斯为六十斯塔迪亚),拉凯泰尔角附近有哈利萨纳,西部有德雷卡农和名为斯托马利姆内 show的村庄。
τοῦτο μὲν οὖν ὅσον διακοσίους τῆς πόλεως διέχει σταδίους· ὁ δὲ Λακητὴρ προσλαμβάνει πέντε καὶ τριάκοντα τῷ μήκει τοῦ πλοῦ.
该村庄距离城市约二百斯塔迪亚,而拉凯泰尔角则使航程增加了三十五斯塔迪亚。
ἐν δὲ τῷ προαστείῳ τὸ Ἀσκληπιεῖον ἔστι, σφόδρα ἔνδοξον καὶ πολλῶν ἀναθημάτων μεστόν, ἐν οἷς ἐστι καὶ ὁ Ἀπελλοῦ Ἀντίγονος.
在郊区有阿斯克勒庇俄斯神庙,极具盛名且充满众多供奉物,其中就有阿佩莱斯所画的《安提柯》。
ἦν δὲ καὶ ἡ ἀναδυομένη Ἀφροδίτη, ἣ νῦν ἀνάκειται τῷ θεῷ Καίσαρι ἐν Ῥώμῃ, τοῦ Σεβαστοῦ ἀναθέντος τῷ πατρὶ τὴν ἀρχηγέτιν τοῦ γένους αὐτοῦ·
此外还有《维纳斯诞生图》(出水阿芙罗狄蒂),如今供奉在罗马的神圣恺撒庙中,奥古斯都将这位他家族的始祖献给了他的父亲。
φασὶ δὲ τοῖς Κῴοις ἀντὶ τῆς γραφῆς ἑκατὸν ταλάντων ἄφεσιν γενέσθαι τοῦ προσταχθέντος φόρου.
据说,为了补偿科斯人失去这幅画,他们被免除了百塔兰托的规定税赋。
φασὶ δʼ Ἱπποκράτην μάλιστα ἐκ τῶν ἐνταῦθα ἀνακειμένων θεραπειῶν γυμνάσασθαι τὰ περὶ τὰς διαίτας·
据说希波克拉底主要根据此处记录的疗效,钻研并实践了养生疗法。
οὗτός τε δή ἐστι τῶν ἐνδόξων Κῷος ἀνὴρ καὶ Σῖμος ὁ ἰατρός, Φιλητᾶς τε ποιητὴς ἅμα καὶ κριτικός, καὶ καθʼ ἡμᾶς Νικίας ὁ καὶ τυραννήσας Κῴων, καὶ Ἀρίστων ὁ ἀκροασάμενος τοῦ περιπατητικοῦ καὶ κληρονομήσας ἐκεῖνον·
他当然是科斯的杰出人物之一,此外还有医生西莫斯、诗人兼批评家菲勒塔斯,以及我们同时代的、曾任科斯僭主的尼基亚斯,还有听过逍遥学派哲学家讲课并继承其衣钵的阿里斯顿。
ἦν δὲ καὶ Θεόμνηστος ὁ ψάλτης ἐν ὀνόματι, ὃς καὶ ἀντεπολιτεύσατο τῷ Νικίᾳ.
另外,著名琴师狄奥姆内斯托斯也是科斯人,他曾在政治上与尼基亚斯对立。