Humanitext Reader

斯特拉波 · 地理学 §14.2.13-14.2.16

罗得斯的杰出人物与克尼多斯及哈利卡尔那索斯

第 453 段,共 577 段 · 希腊语

内容简介

介绍了罗得斯出身或在罗得斯活跃的著名哲学家、作家、学者和诗人,随后离开罗得斯,沿卡里亚海岸向北,记述了克尼多斯和哈利卡尔那索斯的地理、著名建筑以及杰出人物。

§14.2.13ἄνδρες δʼ ἐγένοντο μνήμης ἄξιοι πολλοὶ στρατηλάται τε καὶ ἀθληταί, ὧν εἰσι καὶ οἱ Παναιτίου τοῦ φιλοσόφου πρόγονοι·
罗得斯诞生了许多值得纪念的人物,包括将领和竞技者,其中也包括哲学家巴奈蒂奥斯的祖先。
τῶν δὲ πολιτικῶν καὶ τῶν περὶ λόγους καὶ φιλοσοφίαν ὅ τε Παναίτιος αὐτὸς καὶ Στρατοκλῆς καὶ Ἀνδρόνικος ὁ ἐκ τῶν περιπάτων καὶ Λεωνίδης ὁ στωικός, ἔτι δὲ πρότερον Πραξιφάνης καὶ Ἱερώνυμος καὶ Εὔδημος.
而在政治家以及致力于言论和哲学的人中,有巴奈蒂奥斯本人、斯特拉托克利斯、逍遥学派的安德罗尼科斯、斯多亚派的莱奥尼德斯,以及更早期的普拉克西法内斯、希罗尼穆斯和欧德摩斯。
Ποσειδώνιος δʼ ἐπολιτεύσατο μὲν ἐν Ῥόδῳ καὶ ἐσοφίστευσεν, ἦν δʼ Ἀπαμεὺς ἐκ τῆς Συρίας, καθάπερ καὶ Ἀπολλώνιος ὁ μαλακὸς καὶ Μόλων, ἦσαν δὲ Ἀλαβανδεῖς, Μενεκλέους μαθηταὶ τοῦ ῥήτορος.
波塞多尼乌斯虽然在罗得斯参与国政并教书,但他其实是叙利亚阿帕梅亚人,正如“软弱者”阿波罗尼乌斯和莫隆一样——他们是阿拉班达人,是修辞学家梅内克利斯的弟子。
ἐπεδήμησε δὲ πρότερον Ἀπολλώνιος, ὀψὲ δʼ ἧκεν ὁ Μόλων, καὶ ἔφη πρὸς αὐτὸν ἐκεῖνος ὀψὲ μολών ἀντὶ τοῦ ἐλθών·
阿波罗尼乌斯先在罗得斯居留,而莫隆来得很晚,因此前者对他说:“迟来者(opse molon)”,用“molon”代替了“elthon”(到来)。
καὶ Πείσανδρος δʼ ὁ τὴν Ἡράκλειαν γράψας ποιητὴς Ῥόδιος, καὶ Σιμμίας ὁ γραμματικὸς καὶ Ἀριστοκλῆς ὁ καθʼ ἡμᾶς·
撰写《赫拉克利亚》的诗人培山德罗斯也是罗得斯人,文法学家西米阿斯以及我们同时代的阿里斯托克利斯也是如此。
Διονύσιος δὲ ὁ Θρᾷξ καὶ Ἀπολλώνιος ὁ τοὺς Ἀργοναύτας ποιήσας Ἀλεξανδρεῖς μέν, ἐκαλοῦντο δὲ Ῥόδιοι.
色雷斯人狄奥尼修斯和创作《阿尔戈英雄纪》的阿波罗尼乌斯虽然是亚历山大里亚人,但也被称为罗得斯人。
περὶ μὲν Ῥόδου ἀποχρώντως εἴρηται.
关于罗得斯已经说得足够了。
§14.2.14πάλιν δὲ τῆς Καρικῆς παραλίας τῆς μετὰ τὴν Ῥόδον ἀπὸ Ἐλαιοῦντος καὶ τῶν Λωρύμων καμπτήρ τις ἐπὶ τὰς ἄρκτους ἐστί, καὶ λοιπὸν ἐπʼ εὐθείας ὁ πλοῦς μέχρι τῆς Προποντίδος, ὡς ἂν μεσημβρινήν τινα ποιῶν γραμμὴν ὅσον πεντακισχιλίων σταδίων ἢ μικρὸν ἀπολείπουσαν.
再次,沿着罗得斯之后的卡里亚海岸,自埃莱乌斯和洛吕马起,有一处折向北方的弯角,接下来的航程便是一条直线,直至普罗蓬蒂斯,其航线仿佛画出一条大约五千斯塔迪亚或略少于此的子午线。
ἐνταῦθα δʼ ἐστὶν ἡ λοιπὴ τῆς Καρίας καὶ Ἴωνες καὶ Αἰολεῖς καὶ Τροία καὶ τὰ περὶ Κύζικον καὶ Βυζάντιον.
这一地区分布着卡里亚的其余部分、伊奥尼亚人、埃奥利斯人、特洛伊,以及库济科斯和拜占庭周围的地区。
μετὰ δʼ οὖν τὰ Λώρυμα τὸ Κυνὸς σῆμα ἔστι καὶ Σύμη νῆσος.
在洛吕马之后,便是库诺斯-塞马(犬墓)和叙美岛。
§14.2.15εἶτα Κνίδος δύο λιμένας ἔχουσα, ὧν τὸν ἕτερον κλειστὸν τριηρικὸν καὶ ναύσταθμον ναυσὶν εἴκοσι.
接着是克尼多斯,它有两个港口,其中一个是闭锁的港口,可容纳二十艘三段桨船的军港。
πρόκειται δὲ νῆσος ἑπταστάδιός πως τὴν περίμετρον ὑψηλὴ θεατροειδὴς συναπτομένη χώμασι πρὸς τὴν ἤπειρον καὶ ποιοῦσα δίπολιν τρόπον τινὰ τὴν Κνίδον· πολὺ γὰρ αὐτῆς μέρος οἰκεῖ τὴν νῆσον σκεπάζουσαν ἀμφοτέρους τοὺς λιμένας.
其前方横卧着一座周长约七斯塔迪亚的岛屿,地势高耸且呈剧场状,通过堤坝与大陆相连,在某种程度上使克尼多斯成为一座双重城市;因为城市的很大一部分人居住在该岛上,而该岛遮蔽着这两个港口。
κατʼ αὐτὴν δʼ ἔστιν ἡ Νίσυρος πελαγία.
正对着它的外海是尼叙罗斯岛。
ἄνδρες δʼ ἀξιόλογοι Κνίδιοι πρῶτον μὲν Εὔδοξος ὁ μαθηματικὸς τῶν Πλάτωνος ἑταίρων, εἶτʼ Ἀγαθαρχίδης ὁ ἐκ τῶν περιπάτων, ἀνὴρ συγγραφεύς, καθʼ ἡμᾶς δὲ Θεόπομπος, ὁ Καίσαρος τοῦ θεοῦ φίλος τῶν μέγα δυναμένων, καὶ υἱὸς Ἀρτεμίδωρος.
克尼多斯的杰出人物首先是数学家欧多克索斯(柏拉图的同伴之一),其次是逍遥学派的作家阿加塔尔基德斯,而到我们这个时代,则有神圣恺撒之友、极具权势的狄奥蓬波斯,以及他的儿子阿尔泰米多罗斯。
ἐντεῦθεν δὲ καὶ Κτησίας ὁ ἰατρεύσας μὲν Ἀρταξέρξην, συγγράψας δὲ τὰ Ἀσσυρικὰ καὶ τὰ Περσικά.
从这里还诞生了克特西亚斯,他曾担任阿尔塔薛西斯的医生,并撰写了《亚述志》和《波斯志》。
εἶτα μετὰ Κνίδον Κέραμος καὶ Βάργασα πολίχνια ὑπὲρ θαλάττης.
在克尼多斯之后,是位于海面上方的两个小镇克拉莫斯和巴尔加萨。
§14.2.16εἶθʼ Ἁλικαρνασός, τὸ βασίλειον τῶν τῆς Καρίας δυναστῶν, Ζεφυρία καλουμένη πρότερον.
然后是哈利卡尔那索斯,它是卡里亚统治者的王宫所在地,以前被称为泽菲里亚。
ἐνταῦθα δʼ ἐστὶν ὅ τε τοῦ Μαυσώλου τάφος, τῶν ἑπτὰ θεαμάτων, ἔργον, ὅπερ Ἀρτεμισία τῷ ἀνδρὶ κατεσκεύασε, καὶ ἡ Σαλμακὶς κρήνη, διαβεβλημένη οὐκ οἶδʼ ὁπόθεν ὡς μαλακίζουσα τοὺς πιόντας ἀπʼ αὐτῆς.
这里有摩索拉斯陵墓,是世界七大奇迹之一,是阿尔泰米西娅为丈夫建造的杰作;还有萨尔玛基斯泉,不知因何缘故被恶意传言,说它会让饮用其水的人变得软弱。
ἔοικε δʼ ἡ τρυφὴ τῶν ἀνθρώπων αἰτιᾶσθαι τοὺς ἀέρας ἢ τὰ ὕδατα· τρυφῆς δʼ αἴτια οὐ ταῦτα, ἀλλὰ πλοῦτος καὶ ἡ περὶ τὰς διαίτας ἀκολασία.
然而,人们的奢侈和怠惰似乎总喜欢归罪于气候或水质,而奢侈的原因并非这些,而是财富以及生活方式的放荡。
ἔχει δʼ ἀκρόπολιν ἡ Ἁλικαρνασός· πρόκειται δʼ αὐτῆς ἡ Ἀρκόνησος.
哈利卡尔那索斯有一座卫城,其前方是阿尔科内索斯岛。
οἰκισταὶ δʼ αὐτῆς ἐγένοντο ἄλλοι τε καὶ Ἄνθης μετὰ Τροιζηνίων.
该城的移民创建者除其他人外,还有率领特罗伊曾人前来的安泰斯。
ἄνδρες δὲ γεγόνασιν ἐξ αὐτῆς Ἡρόδοτός τε ὁ συγγραφεύς, ὃν ὕστερον Θούριον ἐκάλεσαν διὰ τὸ κοινωνῆσαι τῆς εἰς Θουρίους ἀποικίας, καὶ Ἡράκλειτος ὁ ποιητὴς ὁ Καλλιμάχου ἑταῖρος, καὶ καθʼ ἡμᾶς Διονύσιος ὁ συγγραφεύς.
这里诞生了历史学家希罗多德(他后来因参与向图里伊的殖民而被人们称为图里伊人)、诗人赫拉克利特(卡利马科斯的同伴),以及我们这个时代的历史学家狄奥尼修斯。

词汇与语法注释

  1. 14.2.13ὀψὲ μολών — 在莫隆(Μόλων)迟到时,阿波罗尼乌斯利用莫隆的名字进行双关,使用了分词 μολών(动词 βλώσκω“去、来”的第二不定过去时主动分词,在古典时期属诗歌或方言词汇),以代替常用的 ἐλθών(ἔρχομαι 的第二不定过去时主动分词),从而构成了“迟到”与“迟来的莫隆”的双关语。
  2. 14.2.14ὡς ἂν μεσημβρινήν τινα ποιῶν γραμμήν — 连词 ὡς 和 ἄν 与现在分词 ποιῶν 连用,表达了一种带有假设性质的比喻(“仿佛画出一条子午线”)。术语 μεσημβρινὴ γραμμή(直译为“正午之线”)在地理学中意为子午线(即贯穿南北的经线)。
  3. 14.2.15ποιοῦσα δίπολιν τρόπον τινὰ τὴν Κνίδον — 现在分词 ποιοῦσα 的主语是前文的“岛屿”(νῆσος),支配着双宾格结构(以 τὴν Κνίδον 为直接宾语,以 δίπολιν 为作补语的宾格)。副词性宾格 τρόπον τινά(“在某种程度上”)起到了限定和缓和这一比喻性表达的作用。
  4. 14.2.16ἔοικε δʼ ἡ τρυφὴ τῶν ἀνθρώπων αἰτιᾶσθαι — 这里并非无人称句,而是使用人称句结构,主语 ἡ τρυφὴ τῶν ἀνθρώπων(人类的奢侈,一种拟人化的抽象名词)直接与动词 ἔοικε 连用(“人类的奢侈似乎在归罪于……”)。不定式 αἰτιᾶσθαι 具有主动意义,意为“归咎、指责”。

引用这一段

斯特拉波, 地理学 §14.2.13-14.2.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.2.13-14.2.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。