§14.2.20ἐν δὲ τῇ παραλίᾳ τῆς ἠπείρου κατὰ τὴν Μυνδίαν Ἀστυπάλαιά ἐστιν ἄκρα καὶ Ζεφύριον· εἶτʼ εὐθὺς ἡ Μύνδος λιμένα ἔχουσα, καὶ μετὰ ταύτην Βαργύλια, καὶ αὕτη πόλις·
在大陆的沿海、靠近敏多斯地区的地方,有阿斯图帕莱亚角和泽菲里翁角;随后紧接着是拥有港口的敏多斯,在此之后是巴尔古利亚,它也是一座城市。
ἐν δὲ τῷ μεταξὺ Καρύανδα λιμὴν καὶ νῆσος ὁμώνυμος, ἣν ᾤκουν Καρυανδεῖς.
在它们之间是卡里安达,这是一个港口和同名的岛屿,卡里安达人曾居住于此。
ἐντεῦθεν δʼ ἦν καὶ Σκύλαξ ὁ παλαιὸς συγγραφεύς.
古作家斯库拉克斯也是这里的居民。
πλησίον δʼ ἐστὶ τῶν Βαργυλίων τὸ τῆς Ἀρτέμιδος ἱερὸν τῆς Κινδυάδος, ὃ πεπιστεύκασι περιύεσθαι· ἦν δέ ποτε καὶ χωρίον Κινδύη.
在巴尔古利亚附近有金迪亚斯的阿耳忒弥斯神庙,人们相信那里即使周围下雨也不会被雨水淋湿;曾经这里还有一个叫作金迪埃的地方。
ἐκ δὲ τῶν Βαργυλίων ἀνὴρ ἐλλόγιμος ἦν ὁ Ἐπικούρειος Πρώταρχος, ὁ Δημητρίου καθηγησάμενος τοῦ Λάκωνος προσαγορευθέντος.
巴尔古利亚曾出过一位著名的伊壁鸠鲁派哲学家普罗塔科斯,他是被称为“拉科尼亚人”的德米特里的老师。
§14.2.21εἶτʼ Ἰασὸς ἐπὶ νήσῳ κεῖται προσκειμένη τῇ ἠπείρῳ· ἔχει δὲ λιμένα, καὶ τὸ πλεῖστον τοῦ βίου τοῖς ἐνθάδε ἐκ θαλάττης· εὐοψεῖ γὰρ χώραν τʼ ἔχει παράλυπρον.
接着,伊亚索斯坐落在紧邻大陆的一个岛上;它有一个港口,这里居民的大部分生计来自海洋,因为这个地方鱼产丰富,但土地贫瘠。
καὶ δὴ καὶ διηγήματα τοιαῦτα πλάττουσιν εἰς αὐτήν· κιθαρῳδοῦ γὰρ ἐπιδεικνυμένου τέως μὲν ἀκροᾶσθαι πάντας· ὡς δʼ ὁ κώδων ὁ κατὰ τὴν ὀψοπωλίαν ἐψόφησε, καταλιπόντας ἀπελθεῖν ἐπὶ τὸ ὄψον πλὴν ἑνὸς δυσκώφου·
实际上,人们针对这座城市编造了这样的故事:有一位琴师在表演时,起初大家都在听他弹唱,但当宣布鱼市开市的铃声响起时,除了一个重听的人以外,大家都抛下他,跑去鱼市买鱼了。
τὸν οὖν κιθαρῳδὸν προσιόντα εἰπεῖν ὅτι
ὦ ἄνθρωπε πολλήν σοι χάριν οἶδα τῆς πρός με τιμῆς καὶ φιλομουσίας· οἱ μὲν γὰρ ἄλλοι ἅμα τῷ κώδωνος ἀκοῦσαι ἀπιόντες οἴχονται.
于是,琴师走到那个人面前说: “朋友,我非常感谢你对我的尊重和对音乐的热爱;因为其他人一听到铃声,就全都走光了。
ὁ δέ
τί λέγεις;
” 那人却说: “你说什么?
ἔφη
ἤδη γὰρ ὁ κώδων ἐψόφηκεν;
难道铃声已经响过了吗?
εἰπόντος δέ
εὖ σοι εἴη
ἔφη καὶ ἀναστὰς ἀπῆλθε καὶ αὐτός.
” 当琴师回答说: “是的。 ” “愿你平安! ”那人说完,也站起来走了。
ἐντεῦθεν δʼ ἦν ὁ διαλεκτικὸς Διόδωρος ὁ Κρόνος προσαγορευθείς, κατʼ ἀρχὰς μὲν ψευδῶς· Ἀπολλώνιος γὰρ ἐκαλεῖτο ὁ Κρόνος, ὁ ἐπιστατήσας ἐκείνου· μετήνεγκαν δʼ ἐπʼ αὐτὸν διὰ τὴν ἀδοξίαν τοῦ κατʼ ἀλήθειαν Κρόνου.
这里曾出过被称为“克罗诺斯”的辩证学者狄奥多罗斯,起初这并不符合事实;因为他的老师阿波罗尼奥斯被称为“克罗诺斯”,但由于真正的克罗诺斯名声不显,人们便将这个名字转加到了他的身上。
§14.2.22μετὰ δʼ Ἰασὸν τὸ τῶν Μιλησίων Ποσείδιον ἔστιν.
在伊亚索斯之后是米利都人的波塞迪翁(波塞冬神殿)。
ἐν δὲ τῇ μεσογαίᾳ τρεῖς εἰσι πόλεις ἀξιόλογοι, Μύλασα Στρατονίκεια Ἀλάβανδα· αἱ δὲ ἄλλαι περιπόλιοι τούτων ἢ τῶν παραλίων, ὧν εἰσιν Ἀμυζὼν Ἡράκλεια Εὔρωμος Χαλκήτορες· τούτων μὲν οὖν ἐλάττων λόγος.
在内陆有三座值得注意的城市:米拉萨、斯特拉托尼基亚和阿拉班达;其他城市则是这些城市或沿海城市的附属城镇,其中包括阿米宗、赫拉克利亚、尤罗莫斯和卡尔克托雷斯;关于这些地方,就没那么多可说的了。
§14.2.23τὰ δὲ Μύλασα ἵδρυται ἐν πεδίῳ σφόδρα εὐδαίμονι· ὑπέρκειται δὲ κατὰ κορυφὴν ὄρος αὐτοῦ, λατόμιον λευκοῦ λίθου κάλλιστον ἔχον·
米拉萨坐落在一片非常肥沃的平原上;在它的上方,正对着它的头顶耸立着一座山,山上有一个非常美丽的白石采石场。
τοῦτο μὲν οὖν ὄφελός ἐστιν οὐ μικρόν, τὴν λιθείαν πρὸς τὰς οἰκοδομίας ἄφθονον καὶ ἐγγύθεν ἔχον καὶ μάλιστα πρὸς τὰς τῶν ἱερῶν καὶ τῶν ἄλλων δημοσίων ἔργων κατασκευάς·
这确实带来了不小的益处,使得建筑所需的石材源源不断,且能就近获取,尤其是用于建造神庙和其他公共工程。
τοιγάρτοι στοαῖς τε καὶ ναοῖς εἴ τις ἄλλη κεκόσμηται παγκάλως.
因此,如果说有什么城市因其柱廊和神庙而装饰得极其美丽,那这里也毫不逊色。
θαυμάζειν δʼ ἔστι τῶν ὑποβαλόντων οὕτως ἀλόγως τὸ κτίσμα ὀρθίῳ καὶ ὑπερδεξίῳ κρημνῷ· καὶ δὴ τῶν ἡγεμόνων τις εἰπεῖν λέγεται θαυμάσας τὸ πρᾶγμα
ταύτην γάρ
ἔφη
τὴν πόλιν ὁ κτίσας, εἰ μὴ ἐφοβεῖτο, ἆρʼ οὐδʼ ᾐσχύνετο;
但是,人们不得不对那些将城市如此不合理地安置在陡峭而居高临下的悬崖之下的人的愚蠢感到惊讶;确实,据说有一位将领在对这一情况表示惊讶时说道: “建造这座城市的人,如果他不感到害怕,难道也不感到羞愧吗?
ἔχουσι δʼ οἱ Μυλασεῖς ἱερὰ δύο τοῦ Διός, τοῦ τε Ὀσογῶα καλουμένου καὶ Λαβραυνδηνοῦ, τὸ μὲν ἐν τῇ πόλει, τὰ δὲ Λάβραυνδα κώμη ἐστὶν ἐν τῷ ὄρει κατὰ τὴν ὑπέρθεσιν τὴν ἐξ Ἀλαβάνδων εἰς τὰ Μύλασα ἄπωθεν τῆς πόλεως·
” 米拉萨人有两座宙斯神庙:一座是被称为奥索戈阿的宙斯,另一座是拉布劳恩德诺斯的宙斯;前者在城里,而拉布劳恩达则是山中的一个村庄,位于从阿拉班达到米拉萨的隘口上,距离城市有一段距离。
ἐνταῦθα νεώς ἐστιν ἀρχαῖος καὶ ξόανον Διὸς Στρατίου· τιμᾶται δὲ ὑπὸ τῶν κύκλῳ καὶ ὑπὸ τῶν Μυλασέων, ὁδός τε ἔστρωται σχεδόν τι καὶ ἑξήκοντα σταδίων μέχρι τῆς πόλεως ἱερὰ καλουμένη, διʼ ἧς πομποστολεῖται τὰ ἱερά· ἱερῶνται δʼ οἱ ἐπιφανέστατοι τῶν πολιτῶν ἀεὶ διὰ βίου.
在拉布劳恩达有一座古老的神庙和一尊“军队宙斯”的木雕神像;它受到周围居民和米拉萨人的尊崇,并铺设了一条约六十斯塔迪亚长的道路直达城市,被称为“圣路”,圣物游行队伍就是通过这条路行进的;最显赫的市民终身担任这里的祭司。
ταῦτα μὲν οὖν ἴδια τῆς πόλεως.
这些都是该城市特有的神殿。
τρίτον δʼ ἐστὶν ἱερὸν τοῦ Καρίου Διὸς κοινὸν ἁπάντων Καρῶν, οὗ μέτεστι καὶ Λυδοῖς καὶ Μυσοῖς ὡς ἀδελφοῖς.
第三座神庙是卡里亚宙斯神庙,为所有卡里亚人所共有,吕底亚人和密细亚人也作为兄弟共同参与。
ἱστορεῖται δὲ κώμη ὑπάρξαι τὸ παλαιόν, πατρὶς δὲ καὶ βασίλειον τῶν Καρῶν τῶν περὶ τὸν Ἑκατόμνω·
据记载,米拉萨古时候是一个村庄,也是赫卡托姆诺斯家族的卡里亚人的家园和王宫所在。
πλησιάζει δὲ μάλιστα τῇ κατὰ Φύσκον θαλάττῃ ἡ πόλις, καὶ τοῦτʼ ἐστὶν αὐτοῖς ἐπίνειον.
这座城市最靠近菲斯科斯附近的海边,那里也是他们的港口。