Humanitext Reader

斯特拉波 · 地理学 §14.1.43-14.1.48

尼萨的地理与阿卡拉卡的冥王圣所

第 449 段,共 577 段 · 希腊语

内容简介

记述了尼萨城市的地理结构、其附近阿卡拉卡村普鲁托尼翁与卡龙洞窟的医疗实践,以及周边地名和出自尼萨的著名学者。

§14.1.43Νῦσα δʼ ἵδρυται πρὸς τῇ Μεσωγίδι τὸ πλέον τῷ ὄρει προσανακεκλιμένη, ἔστι δʼ ὥσπερ δίπολις·
尼萨建在梅索吉斯山旁,其大部分依山而建,可以说是一座双重之城。
διαιρεῖ γὰρ αὐτὴν χαράδρα τις ποιοῦσα φάραγγα, ἧς τὸ μὲν γέφυραν ἐπικειμένην ἔχει συνάπτουσαν τὰς δύο πόλεις, τὸ δʼ ἀμφιθεάτρῳ κεκόσμηται κρυπτὴν ἔχοντι τὴν ὑπόρρυσιν τῶν χαραδρωδῶν ὑδάτων·
因为一条形成峡谷的急流将它一分为二,急流的一部分上面架有一座连接两座城市的桥梁,另一部分则建有一座圆形剧场,该剧场有一个隐蔽的暗渠以供急流水从下方流过。
τῷ δὲ θεάτρῳ δύο ἄκραι, ὧν τῇ μὲν ὑπόκειται τὸ γυμνάσιον τῶν νέων, τῇ δʼ ἀγορὰ καὶ τὸ γεροντικόν·
剧场下方有两个高地,其中一个高地的山麓下坐落着青年体育馆,另一个高地山麓下则是广场和长老会馆。
πρὸς δὲ νότον ὑποπέπτωκε τῇ πόλει τὸ πεδίον, καθάπερ καὶ ταῖς Τράλλεσιν.
往南,平原延伸在城市下方,正如在特拉雷斯那样。
§14.1.44ἐν δὲ τῇ ὁδῷ τῇ μεταξὺ τῶν Τράλλεων καὶ τῆς Νύσης κώμη τῶν Νυσαέων ἐστὶν οὐκ ἄπωθεν τῆς πόλεως Ἀχάρακα, ἐν ᾗ τὸ Πλουτώνιον ἔχον καὶ ἄλσος πολυτελὲς καὶ νεὼν Πλούτωνός τε καὶ Κόρης, καὶ τὸ Χαρώνιον ἄντρον ὑπερκείμενον τοῦ ἄλσους θαυμαστὸν τῇ φύσει·
在特拉雷斯和尼萨之间的道路上,距离城市不远的地方,有一个尼萨人的村庄,名为阿卡拉卡。 那里有普鲁托尼翁(冥王圣域),包含一片豪华的圣林以及一座普鲁托与科雷的神殿;圣林上方还有卡龙洞窟,其自然奇观令人惊叹。
λέγουσι γὰρ δὴ τοὺς νοσώδεις καὶ προσέχοντας ταῖς τῶν θεῶν τούτων θεραπείαις φοιτᾶν ἐκεῖσε καὶ διαιτᾶσθαι ἐν τῇ κώμῃ πλησίον τοῦ ἄντρου παρὰ τοῖς ἐμπείροις τῶν ἱερέων, οἳ ἐγκοιμῶνταί τε ὑπὲρ αὐτῶν καὶ διατάττουσιν ἐκ τῶν ὀνείρων τὰς θεραπείας.
因为人们说,患病者以及那些寻求这些神明治疗的人会前往该地,并在洞窟附近的村庄里与经验丰富的祭司们一起生活,这些祭司会代替他们在新殿中入梦,并根据梦境指示治疗方法。
οὗτοι δʼ εἰσὶ καὶ οἱ ἐπικαλοῦντες τὴν τῶν θεῶν ἰατρείαν·
这些祭司也是祈求神明医治的人。
ἄγουσι δὲ πολλάκις εἰς τὸ ἄντρον καὶ ἱδρύουσι μένοντας καθʼ ἡσυχίαν ἐκεῖ καθάπερ ἐν φωλεῷ σιτίων χωρὶς ἐπὶ πλείους ἡμέρας.
他们经常把病人带进洞窟,让他们像在兽穴中一样在没有食物的情况下静静地呆上几天。
ἔστι δʼ ὅτε καὶ ἰδίοις ἐνυπνίοις οἱ νοσηλευόμενοι προσέχουσι, μυσταγωγοῖς δʼ ὅμως καὶ συμβούλοις ἐκείνοις χρῶνται ὡς ἂν ἱερεῦσι·
有时,病人自己也会注意自己的梦境,但他们仍然将那些祭司作为秘仪的引导者和咨询者,视同祭司。
τοῖς δʼ ἄλλοις ἄδυτός ἐστιν ὁ τόπος καὶ ὀλέθριος.
对于其他人来说,这个地方是禁止入内的,且是致命的。
πανήγυρις δʼ ἐν τοῖς Ἀχαράκοις συντελεῖται κατʼ ἔτος, καὶ τότε μάλιστα ὁρᾶν ἔστι καὶ ἀκούειν περὶ τῶν νοσούντων τοὺς πανηγυρίζοντας·
阿卡拉卡每年举行一次年度大祭,届时参加大祭的人们最能看到和听到关于病人的情况。
τότε δὲ καὶ περὶ τὴν μεσημβρίαν ὑπολαβόντες ταῦρον οἱ ἐκ τοῦ γυμνασίου νέοι καὶ ἔφηβοι γυμνοὶ λίπʼ ἀληλιμμένοι μετὰ σπουδῆς ἀνακομίζουσιν εἰς τὸ ἄντρον·
在那时,大约在中午时分,来自体育馆的青年和少年们,赤身裸体、涂抹油脂,急忙抬起一头公牛,将其送入洞窟。
ἀφεθεὶς δὲ μικρὸν προελθὼν πίπτει καὶ ἔκπνους γίνεται.
公牛被放开后,向前走了一小段距离便倒地气绝。
§14.1.45ἀπὸ δὲ τριάκοντα σταδίων τῆς Νύσης ὑπερβᾶσι Τμῶλον καὶ τὸ ὄρος τὴν Μεσωγίδα ἐπὶ τὰ πρὸς νότον μέρη καλεῖται τόπος Λειμών, εἰς ὃν ἐξοδεύουσι πανηγυριοῦντες Νυσαεῖς τε καὶ οἱ κύκλῳ πάντες·
从尼萨出发三十斯塔迪亚的距离,对于越过特摩罗斯和梅索吉斯山前往南部地区的人来说,有一个被称为“草甸”的地方,尼萨人和周围的所有人都到那里去举行大祭。
οὐ πόρρω δὲ τούτου στόμιόν ἐστιν ἱερὸν τῶν αὐτῶν θεῶν, ὅ φασι καθήκειν μέχρι τῶν Ἀχαράκων.
离这里不远有一个属于相同神明的神圣洞口,据说它一直通到阿卡拉卡。
τοῦτον δὲ τὸν λειμῶνα ὀνομάζειν τὸν ποιητήν φασιν ὅταν φῇ Ἀσίω ἐν λειμῶνι, δεικνύντες Καϋστρίου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάυστρον πλησίον ἀπορρέοντα.
他们说,当诗人说“在阿西奥斯的草甸上”时,所指的就是这个草甸,他们还指出了卡乌斯特里奥斯和某位名叫阿西奥斯的英雄的神庙,以及在附近流淌的卡乌斯特罗斯河。
§14.1.46ἱστοροῦσι δὲ τρεῖς ἀδελφούς, Ἄθυμβρόν τε καὶ Ἀθύμβραδον καὶ Ὕδρηλον, ἐλθόντας ἐκ Λακεδαίμονος τὰς ἐπωνύμους ἑαυτῶν κτίσαι πόλεις, λιπανδρῆσαι δʼ ὕστερον, ἐξ ἐκείνων δὲ συνοικισθῆναι τὴν Νῦσαν·
据记载,阿特姆布罗斯、阿特姆布拉多斯和许德雷洛斯三兄弟从拉刻代蒙来到这里,建立了以他们自己名字命名的城市,但后来这些城市人口减少,由它们共同迁入并建成了尼萨。
καὶ νῦν Ἄθυμβρον ἀρχηγέτην νομίζουσιν οἱ Νυσαεῖς.
直到现在,尼萨人仍将阿特姆布罗斯视为始祖。
§14.1.47περίκεινται δὲ ἀξιόλογοι κατοικίαι πέραν τοῦ Μαιάνδρου, Κοσκίνια καὶ Ὀρθωσία· ἐντὸς δὲ Βρίουλα Μάσταυρα Ἀχάρακα καὶ ὑπὲρ τῆς πόλεως ἐν τῷ ὄρει τὰ Ἄρομα, ὅθεν ἄριστος Μεσωγίτης οἶνος ὁ Ἀρομεύς.
在迈安德罗斯河的对岸,坐落着一些值得注意的定居点,如科斯基尼亚和奥尔托西亚;而在河的这边则是布里乌拉、马斯陶拉、阿卡拉卡,以及城市上方山中的阿罗马,那里产出最好的梅索吉斯葡萄酒,即阿罗马酒。
§14.1.48ἄνδρες δὲ γεγόνασιν ἔνδοξοι Νυσαεῖς Ἀπολλώνιός τε ὁ στωικὸς φιλόσοφος τῶν Παναιτίου γνωρίμων ἄριστος, καὶ Μενεκράτης Ἀριστάρχου μαθητής, καὶ Ἀριστόδημος ἐκείνου υἱός, οὗ διηκούσαμεν ἡμεῖς ἐσχατόγηρω νέοι παντελῶς ἐν τῇ Νύσῃ·
尼萨的名人有:斯多葛派哲学家阿波罗尼奥斯,他是巴奈提奥斯门徒中最杰出的一位;以及阿里斯塔克斯的弟子梅内克拉特斯;还有他的儿子阿里斯托德摩斯,我们在尼萨时曾听过他的讲课,当时他已到极高之龄,而我们则完全是年轻人。
καὶ Σώστρατος δὲ ὁ ἀδελφὸς τοῦ Ἀριστοδήμου καὶ ἄλλος Ἀριστόδημος ἀνεψιὸς αὐτοῦ ὁ παιδεύσας Μάγνον Πομπήιον ἀξιόλογοι γεγόνασι γραμματικοί·
阿里斯托德摩斯的兄弟索斯特拉托斯,以及他的堂兄弟、曾教育过大庞培的另一位阿里斯托德摩斯,也都是著名的语法学家。
ὁ δʼ ἡμέτερος καὶ ἐρρητόρευε καὶ ἐν τῇ Ῥόδῳ καὶ ἐν τῇ πατρίδι δύο σχολὰς συνεῖχε, πρωὶ μὲν τὴν ῥητορικὴν δείλης δὲ τὴν γραμματικὴν σχολήν· ἐν δὲ τῇ Ῥώμῃ τῶν Μάγνου παίδων ἐπιστατῶν ἠρκεῖτο τῇ γραμματικῇ σχολῇ.
但我们的那位阿里斯托德摩斯不仅传授修辞学,还在罗德岛和祖国两地同时主持两所学校,上午是修辞学学校,下午则是语法学学校;而在罗马,他在担任大庞培子嗣的家庭教师时,只满足于语法学学校。

词汇与语法注释

  1. §14.1.43κρυπτὴν ἔχοντι τὴν ὑπόρρυσιν — 分词 `ἔχοντι`(与格单数中性)修饰前文的 `ἀμφιθεάτρῳ`(圆形剧场)。单词 `ὑπόρρυσιν` 意为“从下方流过”,表明剧场的设计允许急流水通过其下方的隐蔽暗渠(`κρυπτὴν`)排走。
  2. §14.1.44ἐγκοιμῶνταί τε ὑπὲρ αὐτῶν — 描述了宗教孵育(神托睡眠)的实践。动词 `ἐγκοιμῶνται` 意为“在神殿中入睡”,介词短语 `ὑπὲρ αὐτῶν`(代他们)表示祭司代表病人睡在圣域中,以获得关于治疗的梦境神示。
  3. §14.1.45ὑπερβᾶσι — 不定过去时主动分词的与格复数。在此用作关系或参考与格(“对于那些越过了……的人来说”),为句首提及的距离(`ἀπὸ δὲ τριάκοντα σταδίων τῆς Νύσης`)确立了视角的起点。
  4. §14.1.48οὗ διηκούσαμεν ἡμεῖς ἐσχατόγηρω νέοι παντελῶς — 语法修饰关系的整理。属格形容词 `ἐσχατόγηρω`(极老的,属格单数)修饰属格关系代词 `οὗ`(指代阿里斯托德摩斯),而主格形容词 `νέοι`(年轻的,主格复数)则修饰主语代词 `ἡμεῖς`(我们)。尽管不同格的修饰语并列,结构依然明确,意为“当他极度年老而我们完全年轻时,我们听了他的课”。

引用这一段

斯特拉波, 地理学 §14.1.43-14.1.48. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.43-14.1.48

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。