Humanitext Reader

斯特拉波 · 地理学 §14.1.38-14.1.40

阿里斯托尼科斯叛乱与迈安德罗斯河畔马格内西亚

第 447 段,共 577 段 · 希腊语

内容简介

在叙述了小镇莱乌凯以及阿里斯托尼科斯叛乱之后,本段详细介绍了迈安德罗斯河畔马格内西亚的地理、历史及其著名神庙,并结合了古代诗人的诗句引用。

§14.1.38μετὰ δὲ Σμύρναν αἱ Λεῦκαι πολίχνιον, ὃ ἀπέστησεν Ἀριστόνικος μετὰ τὴν Ἀττάλου τοῦ φιλομήτορος τελευτήν, δοκῶν τοῦ γένους εἶναι τοῦ τῶν βασιλέων καὶ διανοούμενος εἰς ἑαυτὸν ποιεῖσθαι τὴν ἀρχήν·
在斯弥尔纳之后是小镇莱乌凯,在阿塔罗斯·菲洛美托去世后,阿里斯托尼科斯煽动该镇叛乱,他自称属于国王的家族,并企图将统治权据为己有。
ἐντεῦθεν μὲν οὖν ἐξέπεσεν ἡττηθεὶς ναυμαχίᾳ περὶ τὴν Κυμαίαν ὑπὸ Ἐφεσίων, εἰς δὲ τὴν μεσόγαιαν ἀνιὼν ἤθροισε διὰ ταχέων πλῆθος ἀπόρων τε ἀνθρώπων καὶ δούλων ἐπʼ ἐλευθερίᾳ κατακεκλημένων, οὓς Ἡλιοπολίτας ἐκάλεσε.
因此,他因在库美附近的海战中被以弗所人击败而被逐出此地,但他退入内陆,迅速聚集了一大批穷人和以自由为名征召的奴隶,并将他们称为“太阳城公民”。
πρῶτον μὲν οὖν παρεισέπεσεν εἰς Θυάτειρα, εἶτʼ Ἀπολλωνίδα ἔσχεν, εἶτʼ ἄλλων ἐφίετο φρουρίων·
首先,他突袭了瑟雅提拉,接着占领了阿波罗尼斯,随后又图谋其他堡垒。
οὐ πολὺν δὲ διεγένετο χρόνον, ἀλλʼ εὐθὺς αἵ τε πόλεις ἔπεμψαν πλῆθος, καὶ Νικομήδης ὁ Βιθυνὸς ἐπεκούρησε καὶ οἱ τῶν Καππαδόκων βασιλεῖς.
但他没有坚持太久,各城市立即派出了大量军队,比提尼亚的尼科美德和卡帕多西亚的国王们也前来支援。
ἔπειτα πρέσβεις Ῥωμαίων πέντε ἧκον, καὶ μετὰ ταῦτα στρατιὰ καὶ ὕπατος Πόπλιος Κράσσος, καὶ μετὰ ταῦτα Μάρκος Περπέρνας, ὃς καὶ κατέλυσε τὸν πόλεμον ζωγρίᾳ λαβὼν τὸν Ἀριστόνικον καὶ ἀναπέμψας εἰς Ῥώμην.
随后,罗马派出了五位使节,接着是一支军队和执政官普布利乌斯·克拉苏,再其后是马尔库斯·佩尔佩尔纳,他生擒了阿里斯托尼科斯并将其送往罗马,从而结束了这场战争。
ἐκεῖνος μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατέστρεψε τὸν βίον, Περπέρναν δὲ νόσος διέφθειρε, Κράσσος δὲ περὶ Λεύκας ἐπιθεμένων τινῶν ἔπεσεν ἐν μάχῃ.
阿里斯托尼科斯在狱中结束了一生,佩尔佩尔纳因病去世,而克拉苏在莱乌凯附近遭到袭击,死于战斗中。
Μάνιος δʼ Ἀκύλλιος ἐπελθὼν ὕπατος μετὰ δέκα πρεσβευτῶν διέταξε τὴν ἐπαρχίαν εἰς τὸ νῦν ἔτι συμμένον τῆς πολιτείας σχῆμα.
执政官马尼乌斯·阿奎利乌斯与十位使节一同到来,将该行省重组为至今依然保持的政体形式。
μετὰ δὲ Λεύκας Φώκαια ἐν κόλπῳ· περὶ δὲ ταύτης εἰρήκαμεν ἐν τῷ περὶ Μασσαλίας λόγῳ.
在莱乌凯之后是位于湾内的福西亚,关于此地,我们在有关马萨利亚的叙述中已经提及。
εἶθʼ οἱ ὅροι τῶν Ἰώνων καὶ τῶν Αἰολέων· εἴρηται δὲ καὶ περὶ τούτων.
接着是爱奥尼亚人与埃奥利斯人的边界,关于这些也已经说过。
ἐν δὲ τῇ μεσογαίᾳ τῆς Ἰωνικῆς παραλίας λοιπά ἐστι τὰ περὶ τὴν ὁδὸν τὴν ἐξ Ἐφέσου μέχρι Ἀντιοχείας καὶ τοῦ Μαιάνδρου.
在爱奥尼亚沿岸的内陆地区,剩下的是从以弗所一直到安条克以及迈安德罗斯河的道路周边地区。
ἔστι δὲ καὶ τὰ χωρία ταῦτα Λυδοῖς καὶ Καρσὶν ἐπίμικτα καὶ τοῖς Ἕλλησι.
这些地方也是吕底亚人、卡里亚人和希腊人混居的。
§14.1.39πρώτη δʼ ἐστὶν ἐξ Ἐφέσου Μαγνησία πόλις Αἰολίς, λεγομένη δὲ ἐπὶ Μαιάνδρῳ· πλησίον γὰρ αὐτοῦ ἵδρυται· πολὺ δὲ πλησιαίτερον ὁ Ληθαῖος ἐμβάλλων εἰς τὸν Μαίανδρον, τὴν δʼ ἀρχὴν ἔχων ἀπὸ Πακτύου τοῦ τῶν Ἐφεσίων ὄρους·
从以弗所出发的第一座城市是埃奥利斯人的城市马格内西亚,被称为“迈安德罗斯河畔的马格内西亚”,因为它建在该河附近;但更近得多的是勒泰乌斯河,它流入迈安德罗斯河,源头是以弗所人的山脉帕克图奥斯山。
ἕτερος δʼ ἐστὶ Ληθαῖος ὁ ἐν Γορτύνῃ καὶ ὁ περὶ Τρίκκην, ἐφʼ ᾧ ὁ Ἀσκληπιὸς γεννηθῆναι λέγεται, καὶ ἔτι ἐν τοῖς Ἑσπερίταις Λίβυσι.
另有一条勒泰乌斯河流经戈尔廷,还有一条流经特里凯附近(据说阿斯克勒庇俄斯出生于此),此外在利比亚的逆境者里,赫斯佩里泰人中也有一条。
κεῖται δʼ ἐν πεδίῳ πρὸς ὄρει καλουμένῳ Θώρακι ἡ πόλις, ἐφʼ ᾧ σταυρωθῆναί φασι Δαφίταν τὸν γραμματικὸν λοιδορήσαντα τοὺς βασιλέας διὰ διστίχου " πορφύρεοι μώλωπες, ἀπορρινήματα γάζης Λυσιμάχου, Λυδῶν ἄρχετε καὶ Φρυγίης.
该城市坐落在一片平原上,靠近一座被称为索拉克斯的山,据说文法学家达皮塔斯曾因一首双行诗侮辱国王而在该山上被处以十字架刑:“身披紫袍的伤痕,利西马科斯财宝的碎屑,你们统治着吕底亚和弗里吉亚。
" καὶ λόγιον δʼ ἐκπεσεῖν αὐτῷ λέγεται φυλάττεσθαι τὸν Θώρακα.
”据说曾有一条神托降示于他,警告他要防范“索拉克斯”。
§14.1.40δοκοῦσι δʼ εἶναι Μάγνητες Δελφῶν ἀπόγονοι τῶν ἐποικησάντων τὰ Δίδυμα ὄρη ἐν Θετταλίᾳ, περὶ ὧν φησιν Ἡσίοδος " ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνούς, Δωτίῳ ἐν πεδίῳ πολυβότρυος ἄντʼ Ἀμύροιο, νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.
马格内西亚人被认为是德尔斐人的后裔,这些德尔斐人曾定居在色萨利的迪迪马山,赫西俄德曾对此描述道:“或如那位居住在神圣迪迪马山丘上、在盛产葡萄的阿米罗斯对面的多蒂翁平原上、在博伊比亚斯湖中洗脚的未婚处女。
" ἐνταῦθα δʼ ἦν καὶ τὸ τῆς Δινδυμήνης ἱερὸν μητρὸς θεῶν· ἱεράσασθαι δʼ αὐτοῦ τὴν Θεμιστοκλέους γυναῖκα, οἱ δὲ θυγατέρα παραδιδόασι·
”这里曾有神母丁迪梅内的神庙;据说忒弥斯托克利斯之妻曾在此担任女祭司,但也有人传说是他的女儿。
νῦν δʼ οὐκ ἔστι τὸ ἱερὸν διὰ τὸ τὴν πόλιν εἰς ἄλλον μετῳκίσθαι τόπον· ἐν δὲ τῇ νῦν πόλει τὸ τῆς Λευκοφρυήνης ἱερὸν ἔστιν Ἀρτέμιδος, ὃ τῷ μὲν μεγέθει τοῦ ναοῦ καὶ τῷ πλήθει τῶν ἀναθημάτων λείπεται τοῦ ἐν Ἐφέσῳ, τῇ δʼ εὐρυθμίᾳ καὶ τῇ τέχνῃ τῇ περὶ τὴν κατασκευὴν τοῦ σηκοῦ πολὺ διαφέρει·
现在该神庙已不复存在,因为城市已迁至他处;但在现在的城市里有勒科普里埃内阿耳忒弥斯神庙,虽然在神庙的规模和奉献物的数量上不及以弗所的神庙,但在和谐美感以及内殿建造的工艺上却远胜之。
καὶ τῷ μεγέθει ὑπεραίρει πάντας τοὺς ἐν Ἀσίᾳ πλὴν δυεῖν, τοῦ ἐν Ἐφέσῳ καὶ τοῦ ἐν Διδύμοις.
其规模在亚洲的所有神庙中位列第三,仅次于以弗所和迪迪马的两个神庙。
καὶ τὸ παλαιὸν δὲ συνέβη τοῖς Μάγνησιν ὑπὸ Τρηρῶν ἄρδην ἀναιρεθῆναι, Κιμμερικοῦ ἔθνους, εὐτυχήσαντας πολὺν χρόνον, τὸ δʼ ἑξῆς τοὺς Ἐφεσίους κατασχεῖν τὸν τόπον.
在古代,马格内西亚人在享受了长期的繁荣之后,最终被特雷雷斯人(一个辛梅里亚民族)彻底消灭,随后以弗所人占领了该地。
Καλλῖνος μὲν οὖν ὡς εὐτυχούντων ἔτι τῶν Μαγνήτων μέμνηται καὶ κατορθούντων ἐν τῷ πρὸς τοὺς Ἐφεσίους πολέμῳ, Ἀρχίλοχος δὲ ἤδη φαίνεται γνωρίζων τὴν γενομένην αὐτοῖς συμφοράν " κλαίειν τὰ Θασίων, οὗ τὰ Μαγνήτων κακά.
因此,卡里诺斯提到马格内西亚人时,他们还处于繁荣并与以弗所人的战争中取得成功的时期,而阿尔基洛科斯显然已经知晓了降临于他们的灾难:“哭诉萨索斯人的不幸,而非马格内西亚人的灾难。
" ἐξ οὗ καὶ τὸν νεώτερον εἶναι τοῦ Καλλίνου τεκμαίρεσθαι πάρεστιν.
”由此也可以推测出阿尔基洛科斯比卡里诺斯年轻。
ἄλλης δέ τινος ἐφόδου τῶν Κιμμερίων μέμνηται πρεσβυτέρας ὁ Καλλῖνος ἐπὰν φῇ " νῦν δʼ ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν, " ἐν ᾗ τὴν Σάρδεων ἅλωσιν δηλοῖ.
卡里诺斯还提到了辛梅里亚人的另一次更早的入侵,他说道:“而今,作恶多端的辛梅里亚人军队正奔袭而来,”在诗中,他指明了萨迪斯的陷落。

词汇与语法注释

  1. 14.1.38ἐπʼ ἐλευθερίᾳ — 介词 ἐπί 连用与格(ἐλευθερίᾳ),表示条件或目的,意为“以自由为条件”或“在承诺给予自由的情况下”。
  2. 14.1.39φυλάττεσθαι τὸν Θώρακα — 动词 φυλάττω 的中动不定式 φυλάττεσθαι 连用宾格(τὸν Θώρακα),意为“提防、防范”。此处作为间接引语中的不定式,其逻辑主语达皮塔斯(αὐτόν)被省略。
  3. 14.1.40ἢ οἵη — 赫西俄德《名妇帖》中具有特征性的程式化引入句,意为“或者像那样的女子(……)”。此处使用关系代名词 οἵη(爱奥尼亚方言形式,相当于雅典方言的 οἵα)的阴性单数主格,用以引入新的神话女性或进行对比。
  4. 14.1.40κλαίειν τὰ Θασίων, οὗ τὰ Μαγνήτων κακά — 不定式 κλαίειν 在诗歌残篇中具有祈使力量(祈使不定式)。后半句中的 οὗ 实际上起着否定词 οὐ 的作用(由于在元音前发生送气化或抄本流传中的讹误),表示对比:“应当哭诉萨索斯人的不幸,而非马格内西亚人的灾难。”

引用这一段

斯特拉波, 地理学 §14.1.38-14.1.40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.38-14.1.40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。