§14.1.25ἄνδρες δʼ ἀξιόλογοι γεγόνασιν ἐν αὐτῇ τῶν μὲν παλαιῶν Ἡράκλειτός τε ὁ σκοτεινὸς καλούμενος καὶ Ἑρμόδωρος, περὶ οὗ ὁ αὐτὸς οὗτός φησιν
"ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον, φάντες ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλῃ τε καὶ μετʼ ἄλλων.
这座城市孕育了许多杰出的人物。 在古代人物中,有被称为“晦涩者”的赫拉克利特,以及赫尔莫多鲁斯,关于后者,赫拉克利特本人曾这样说: “以弗所人应当悉数自缢,从青年开始,因为他们驱逐了他们中最有用的男人赫尔莫多鲁斯,并说:‘我们中间不许有任何一个最有用的人;如果有,就让他去别处,与其他人在一块。
"
δοκεῖ δʼ οὗτος ὁ ἀνὴρ νόμους τινὰς Ῥωμαίοις συγγράψαι.
’” 据说此人曾为罗马人起草过一些法律。
καὶ Ἱππῶναξ δʼ ἐστὶν ὁ ποιητὴς ἐξ Ἐφέσου καὶ Παρράσιος ὁ ζωγράφος καὶ Ἀπελλῆς, τῶν δὲ νεωτέρων Ἀλέξανδρος ῥήτωρ ὁ Λύχνος προσαγορευθείς, ὃς καὶ ἐπολιτεύσατο καὶ συνέγραψεν ἱστορίαν καὶ ἔπη κατέλιπεν, ἐν οἷς τά τε οὐράνια διατίθεται καὶ τὰς ἠπείρους γεωγραφεῖ, καθʼ ἑκάστην ἐκδοὺς ποίημα.
诗人希波纳克斯也来自以弗所,还有画家帕拉西乌斯和阿佩莱斯。 而在较近代的人物中,有被称为“灯火”的雄辩家亚历山大,他曾参与政治,撰写历史,并留下了叙事诗,在诗中他阐述了天体的运行并绘制了大陆的地理,就每个主题各发表了一首诗。
§14.1.26μετὰ δὲ τὴν ἐκβολὴν τοῦ Καΰστρου λίμνη ἐστὶν ἐκ τοῦ πελάγους ἀναχεομένη (καλεῖται δὲ Σελινουσία) καὶ ἐφεξῆς ἄλλη σύρρους αὐτῇ μεγάλας ἔχουσαι προσόδους, ἃς οἱ βασιλεῖς μὲν ἱερὰς οὔσας ἀφείλοντο τὴν θεόν, Ῥωμαῖοι δʼ ἀπέδοσαν·
在凯斯特罗斯河的河口之后,有一个从海中涌入的湖泊(被称为塞利努西亚),紧接着是另一个与之相通的湖泊。 它们能带来巨大的收入,虽然这些收入是神圣的,但国王们却夺走了女神的这份财产,而罗马人将其归还;然而,征税人再次通过武力将这些税收据为己有。
πάλιν δʼ οἱ δημοσιῶναι βιασάμενοι περιέστησαν εἰς ἑαυτοὺς τὰ τέλη, πρεσβεύσας δὲ ὁ Ἀρτεμίδωρος, ὥς φησι, τάς τε λίμνας ἀπέλαβε τῇ θεῷ καὶ τὴν Ἡρακλεῶτιν ἀφισταμένην ἐξενίκησε κριθεὶς ἐν Ῥώμῃ·
但据阿尔特米多鲁斯说,他作为使节前往,为女神收回了这些湖泊,并在罗马接受审判后,成功保住了企图脱离的赫拉克里奥蒂斯的权利。
ἀντὶ δὲ τούτων εἰκόνα χρυσῆν ἀνέστησεν ἡ πόλις ἐν τῷ ἱερῷ.
为了回报这些功绩,城市在神庙中为他立了一尊金像。
τῆς δὲ λίμνης ἐν τῷ κοιλοτάτῳ βασιλέως ἐστὶν ἱερόν· φασὶ δʼ Ἀγαμέμνονος ἵδρυμα.
在湖最深洼的地方,有一座国王的神庙,据说是由阿伽门农建立的。
§14.1.27εἶτα τὸ Γαλλήσιον ὄρος καὶ ἡ Κολοφὼν πόλις Ἰωνικὴ καὶ τὸ πρὸ αὐτῆς ἄλσος τοῦ Κλαρίου Ἀπόλλωνος, ἐν ᾧ καὶ μαντεῖόν ἐστι παλαιόν.
接着是加莱西乌斯山,以及爱奥尼亚城市科洛丰,在它前面是克拉里乌斯阿波罗的圣林,其中还有一座古老的预测所。
λέγεται δὲ Κάλχας ὁ μάντις μετʼ Ἀμφιλόχου τοῦ Ἀμφιαράου κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον πεζῇ δεῦρο ἀφικέσθαι, περιτυχὼν δʼ ἑαυτοῦ κρείττονι μάντει κατὰ τὴν Κλάρον, Μόψῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρός, διὰ λύπην ἀποθανεῖν.
据说,预言家卡尔卡斯与阿姆菲阿拉乌斯之子阿姆菲洛科斯一起,在从特洛伊返回的途中步行来到这里,并在克拉罗斯附近遇到了一个比自己更优秀的预言家,即提瑞西阿斯之女曼托的儿子莫普索斯,因悲伤而死去。
Ἡσίοδος μὲν οὖν οὕτω πως διασκευάζει τὸν μῦθον· προτεῖναι γάρ τι τοιοῦτο τῷ Μόψῳ τὸν Κάλχαντα
"
θαῦμά μʼ ἔχει κατὰ θυμόν, ὅσους ἐρινειὸς ὀλύνθους
οὗτος ἔχει μικρός περ ἐών·
赫西俄德大致是这样改编这个神话的:卡尔卡斯向莫普索斯提出了这样一个问题: “我的心中充满惊异,这棵无花果树虽然如此矮小,却结了多少野无花果?
εἴποις ἂν ἀριθμόν;
你能说出数量吗?
"
τὸν δʼ ἀποκρίνασθαι
"
μύριοί εἰσιν ἀριθμόν, ἀτὰρ μέτρον γε μέδιμνος· εἷς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο.
” 而莫普索斯回答说: “数量是一万个,但测量的容量是一麦地姆诺斯;还剩下一个,你是无法把它放上去的。
ὣς φάτο·
” 他这样说,而升斗的准确数量呈呈现给他们。
καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου. καὶ τότε δὴ Κάλχανθʼ ὕπνος θανάτοιο κάλυψε.
就在那时,死亡之眠笼罩了卡尔卡斯。
"
Φερεκύδης δέ φησιν ὗν προβαλεῖν ἔγκυον τὸν Κάλχαντα πόσους ἔχει χοίρους, τὸν δʼ εἰπεῖν ὅτι τρεῖς, ὧν ἕνα θῆλυν· ἀληθεύσαντος δʼ ἀποθανεῖν ὑπὸ λύπης.
但费雷库德斯说,卡尔卡斯指向一只怀孕的母猪,问它怀了多少只小猪,而莫普索斯说是三只,其中一只是母的;当莫普索斯说了真话后,卡尔卡斯因悲伤而死。
οἱ δὲ τὸν μὲν Κάλχαντα προβαλεῖν τὴν ὗν φασι τὸν δὲ ἐρινεόν, καὶ τὸν μὲν εἰπεῖν τἀληθὲς τὸν δὲ μή, ἀποθανεῖν δὲ ὑπὸ λύπης καὶ κατά τι λόγιον.
另一些人说,卡尔卡斯提出了母猪的问题,而莫普索斯提出了无花果树的问题,其中一人说了真话,另一人没有,而卡尔卡斯根据某种神谕因悲伤而死。
λέγει δʼ αὐτὸ Σοφοκλῆς ἐν Ἑλένης ἀπαιτήσει ὡς εἱμαρμένον εἴη ἀποθανεῖν, ὅταν κρείττονι ἑαυτοῦ μάντει περιτύχῃ· οὗτος δὲ καὶ εἰς Κιλικίαν μεταφέρει τὴν ἔριν καὶ τὸν θάνατον τοῦ Κάλχαντος.
索福克勒斯在《索要海伦》中说,当他遇到比自己更强的预言家时,命定要死;他也将这场争端和卡尔卡斯的死亡移到了基里基亚。
τὰ μὲν παλαιὰ τοιαῦτα.
古代的传说就是这样。
§14.1.28ἐκτήσαντο δέ ποτε καὶ ναυτικὴν ἀξιόλογον δύναμιν Κολοφώνιοι καὶ ἱππικήν, ἐν ᾗ τοσοῦτον διέφερον τῶν ἄλλων ὥσθʼ, ὅπου ποτὲ ἐν τοῖς δυσκαταλύτοις πολέμοις τὸ ἱππικὸν τῶν Κολοφωνίων ἐπικουρήσειε, λύεσθαι τὸν πόλεμον·
科洛丰人曾拥有引人注目的海军和骑兵力量。 在骑兵方面,他们远胜于其他人,以至于在难以平息的战争中,只要科洛丰的骑兵前去增援,战争就会得以解决。
ἀφʼ οὗ καὶ τὴν παροιμίαν ἐκδοθῆναι τὴν λέγουσαν
τὸν Κολοφῶνα ἐπέθηκεν
ὅταν τέλος ἐπιτεθῇ βέβαιον τῷ πράγματι.
由此也产生了一句谚语说: “他放上了科洛丰,” 每当一件事情得到了确定的结局时就会这样说。
ἄνδρες δʼ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας, καὶ Ξενοφάνης ὁ φυσικός, ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων·
在被铭记的科洛丰人中,有既是长笛手又是哀歌诗人的米姆内尔莫斯,以及用诗歌创作《讽刺诗》的自然哲学家色诺芬尼。
λέγει δὲ Πίνδαρος καὶ Πολύμναστόν τινα τῶν περὶ τὴν μουσικὴν ἐλλογίμων
"
φθέγμα μὲν πάγκοινον ἔγνωκας; Πολυμνάστου Κολοφωνίου ἀνδρός.
平达也提到了在音乐界享有盛名的波柳姆纳斯托斯: “你了解科洛丰人波柳姆纳斯托斯那广为人知的歌声。
"
καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν.
” 也有人说荷马也是这里的人。
Εὐθυπλοίᾳ μὲν οὖν ἑβδομήκοντα στάδιοί εἰσιν ἐξ Ἐφέσου, ἐγκολπίζοντι δὲ ἑκατὸν καὶ εἴκοσι.
那么,如果走直线航路,从以弗所出发是七十斯塔迪翁;如果沿着海湾航行,则是一百二十斯塔迪翁。