Humanitext Reader

斯特拉波 · 地理学 §14.1.22-14.1.24

阿耳忒弥斯神庙的重建与以弗所港口

第 443 段,共 577 段 · 希腊语

内容简介

记述了阿提密斯神殿建造、被焚毁及重建的历史,以及其避难权范围的变迁,并详细说明了港口改建的失败经历及以弗所随后的商业繁荣。

§14.1.22τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτʼ ἄλλος ἐποίησε μείζω·
阿提密斯神殿最初由凯尔西弗隆设计建造,随后另有人将其扩建。
ὡς δὲ τοῦτον Ἡρόστρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν συνενέγκαντες τὸν τῶν γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίονας·
但当一个名叫赫罗斯特拉特的人纵火焚毁神殿后,人们通过捐出妇女的饰物和个人财产,并变卖先前的柱子,重建了另一座更好的神殿。
τούτων δὲ μαρτύριά ἐστι τὰ γενηθέντα τότε ψηφίσματα, ἅπερ ἀγνοοῦντά φησιν ὁ Ἀρτεμίδωρος τὸν Ταυρομενίτην Τίμαιον καὶ ἄλλως βάσκανον ὄντα καὶ συκοφάντην (διὸ καὶ Ἐπιτίμαιον κληθῆναι) λέγειν ὡς ἐκ τῶν Περσικῶν παρακαταθηκῶν ἐποιήσαντο τοῦ ἱεροῦ τὴν ἐπισκευήν·
当时制定的法令便是这些事实的证据。 然而阿尔特米多鲁斯说,陶罗米尼姆的蒂迈欧因不了解这些法令,加之其本性阴险、好捏造毁谤(因此他也被称为埃皮蒂迈欧[非难者]),竟然声称他们是利用波斯人的寄存金来修缮神殿的。
οὔτε δὲ ὑπάρξαι παρακαταθήκας τότε, εἴ τε ὑπῆρξαν, συνεμπεπρῆσθαι τῷ ναῷ·
但是,当时既不存在寄存金,即便存在,也必然已与神殿一同烧毁。
μετὰ δὲ τὴν ἔμπρησιν τῆς ὀροφῆς ἠφανισμένης, ἐν ὑπαίθρῳ τῷ σηκῷ τίνα ἂν ἐθελῆσαι παρακαταθήκην κειμένην ἔχειν;
在屋顶被焚、神殿内部露天的情况下,谁会愿意将寄存金留放在那里?
Ἀλέξανδρον δὴ τοῖς Ἐφεσίοις ὑποσχέσθαι τὰ γεγονότα καὶ τὰ μέλλοντα ἀναλώματα, ἐφʼ ᾧ τε τὴν ἐπιγραφὴν αὐτὸν ἔχειν, τοὺς δὲ μὴ ἐθελῆσαι, πολὺ μᾶλλον οὐκ ἂν ἐθελήσαντας ἐξ ἱεροσυλίας καὶ ἀποστερήσεως φιλοδοξεῖν·
此外,亚历山大曾向以弗所人许诺承担过去和未来的全部费用,条件是由他署名,但他们不愿接受,因为他们绝不愿通过掠夺神庙和剥夺他人财产的方式来获取名声。
ἐπαινεῖ τε τὸν εἰπόντα τῶν Ἐφεσίων πρὸς τὸν βασιλέα, ὡς οὐ πρέποι θεῷ θεοῖς ἀναθήματα κατασκευάζειν.
阿尔特米多鲁斯赞扬了那位对国王说话的以弗所人,他说神向众神奉献供物是不合宜的。
§14.1.23μετὰ δὲ τὴν τοῦ νεὼ συντέλειαν, ὅν φησιν εἶναι Δεινοκράτους ἔργον (τοῦ δʼ αὐτοῦ καὶ τὴν Ἀλεξανδρείας κτίσιν· τὸν δʼ αὐτὸν ὑποσχέσθαι Ἀλεξάνδρῳ τὸν Ἄθω διασκευάσειν εἰς αὐτόν, ὡσανεὶ ἐκ πρόχου τινὸς εἰς φιάλην καταχέοντα σπονδήν, ποιήσοντα πόλεις δύο, τὴν μὲν ἐκ δεξιῶν τοῦ ὄρους τὴν δʼ ἐν ἀριστερᾷ, ἀπὸ δὲ τῆς ἑτέρας εἰς τὴν ἑτέραν ῥέοντα ποταμόν), μετὰ δʼ οὖν τὸν νεὼν τὸ τῶν ἄλλων ἀναθημάτων πλῆθος εὑρέσθαι τῇ ἐκτιμήσει τῶν δημιουργῶν, τὸν δὲ δὴ βωμὸν εἶναι τῶν Πραξιτέλους ἔργων ἅπαντα σχεδόν τι πλήρη.
在神殿竣工之后(据说该神殿是狄诺克拉底的作品,他也是亚历山大里亚的奠基者;他曾向亚历山大许诺,要将阿索斯山雕刻成国王的形象,仿佛他正从水瓶中向碗里倾倒奠酒,并在山的右侧和左侧各建一座城市,一条河流从其中一座流向另一座)——总之在神殿建成后,其他大量献纳物的筹得是通过手艺人们的估价,而祭坛上几乎全都是普拉克西特列斯的雕刻作品。
ἡμῖν δʼ ἐδείκνυτο καὶ τῶν Θράσωνός τινα, οὗπερ καὶ τὸ Ἑκατήσιόν ἐστι καὶ ἡ κηρίνη Πηνελόπη καὶ ἡ πρεσβῦτις ἡ Εὐρύκλεια.
我们也看到了塞拉松的一些作品,其中包括赫卡特神像、蜡制的珀涅罗珀以及老妇人欧律克勒亚。
ἱερέας δʼ εὐνούχους εἶχον οὓς ἐκάλουν Μεγαβύζους, καὶ ἀλλαχόθεν μετιόντες ἀεί τινας ἀξίους τῆς τοιαύτης προστασίας, καὶ ἦγον ἐν τιμῇ μεγάλῃ· συνιερᾶσθαι δὲ τούτοις ἐχρῆν παρθένους.
他们拥有被称为梅加比佐斯的宦官祭司,并且总是从外地迎入配得上此种职位的人,对他们寄予极大的尊崇;且必须有处女与他们共同担任祭司。
νυνὶ δὲ τὰ μὲν φυλάττεται τῶν νομίμων τὰ δʼ ἧττον, ἄσυλον δὲ μένει τὸ ἱερὸν καὶ νῦν καὶ πρότερον·
如今,有些律法仍被遵守,有些则较少。 但该神殿作为避难所的地位无论现在还是过去都得以保留。
τῆς δʼ ἀσυλίας τοὺς ὅρους ἀλλαγῆναι συνέβη πολλάκις, Ἀλεξάνδρου μὲν ἐπὶ στάδιον ἐκτείναντος, Μιθριδάτου δὲ τόξευμα ἀφέντος ἀπὸ τῆς γωνίας τοῦ κεράμου καὶ δόξαντος ὑπερβαλέσθαι μικρὰ τὸ στάδιον, Ἀντωνίου δὲ διπλασιάσαντος τοῦτο καὶ συμπεριλαβόντος τῇ ἀσυλίᾳ μέρος τι τῆς πόλεως·
不过,避难权的范围曾发生多次变更:亚历山大将其扩大至一斯塔迪翁;米特里达梯从屋顶的角上射出一箭,被认为稍微超过了一斯塔迪翁;安东尼将此范围增加了一倍,并将城市的一部分也纳入避难权内。
ἐφάνη δὲ τοῦτο βλαβερὸν καὶ ἐπὶ τοῖς κακούργοις ποιοῦν τὴν πόλιν, ὥστʼ ἠκύρωσεν ὁ Σεβαστὸς Καῖσαρ.
但这被证明是有害的,使城市沦为歹徒的庇护所,因此奥尔都斯·凯撒废除了这一变更。
§14.1.24ἔχει δʼ ἡ πόλις καὶ νεώρια καὶ λιμένα·
这座城市还拥有船坞和港口。
βραχύστομον δʼ ἐποίησαν οἱ ἀρχιτέκτονες, συνεξαπατηθέντες τῷ κελεύσαντι βασιλεῖ.
然而,建筑师们在听从下令的国王时一同受到了蒙蔽,将港口的入口建得很窄。
οὗτος δʼ ἦν Ἄτταλος ὁ φιλάδελφος·
这位国王就是阿塔罗斯·菲拉德尔甫斯。
οἰηθεὶς γὰρ οὗτος βαθὺν τὸν εἴσπλουν ὁλκάσι μεγάλαις ἔσεσθαι καὶ αὐτὸν τὸν λιμένα τεναγώδη ὄντα πρότερον διὰ τὰς ἐκ τοῦ Καΰστρου προχώσεις, ἐὰν παραβληθῇ χῶμα τῷ στόματι πλατεῖ τελέως ὄντι, ἐκέλευσε γενέσθαι τὸ χῶμα.
因为他认为,对于大型货船而言,航道会变得很深,且原本因凯斯特罗斯河的泥沙淤积而呈浅滩状的港口,如果在极宽的入口处筑起一道堤坝,就能使港口变深,于是他下令建造了堤坝。
συνέβη δὲ τοὐναντίον· ἐντὸς γὰρ ἡ χοῦς εἰργομένη τεναγίζειν μᾶλλον ἐποίησε τὸν λιμένα σύμπαντα μέχρι τοῦ στόματος·
然而,结果恰恰相反:由于泥沙在内部受阻,导致整个港口直至入口处都变得更加浅。
πρότερον δʼ ἱκανῶς αἱ πλημμυρίδες καὶ ἡ παλίρροια τοῦ πελάγους ἀφῄρει τὴν χοῦν καὶ ἀνέσπα πρὸς τὸ ἐκτός.
而在过去,潮汐和海水的退潮足以将泥沙带走并推向外海。
ὁ μὲν οὖν λιμὴν τοιοῦτος·
因此,港口的情况就是这样。
ἡ δὲ πόλις τῇ πρὸς τὰ ἄλλα εὐκαιρίᾳ τῶν τόπων αὔξεται καθʼ ἑκάστην ἡμέραν, ἐμπόριον οὖσα μέγιστον τῶν κατὰ τὴν Ἀσίαν τὴν ἐντὸς τοῦ Ταύρου.
然而,由于该地在其他方面的便利,城市每天都在成长,成为托罗斯山以西亚洲最大的商业中心。

词汇与语法注释

  1. 14.1.22διαθέμενοι — 动词 διατίθημι 的不定过去时中间语态分词,在此处意为“变卖、处置(旧柱子)”。指他们通过变卖旧神殿的柱子来筹集重建资金。
  2. 14.1.22ὡς οὐ πρέποι θεῷ θεοῖς ἀναθήματα κατασκευάζειν — 从句中的祈愿语气表示间接引语中的斜格。与格 θεῷ 依存并修饰 πρέποι(“对于神而言是不合宜的”),而 θεοῖς 则是 𝄆κατασκευάζειν(制作奉献)的与格宾语。此处的“神”(θεῷ)指代亚历山大,体现了以弗所人巧妙的外交修辞,通过神化亚历山大来委婉拒绝其资助。
  3. 14.1.23εὑρέσθαι τῇ ἐκτιμήσει τῶν δημιουργῶν — 不定式 εὑρέσθαι(εὑρίσκω 的不定过去时中间语态)在此处意为“获得”或“筹得(资金、价值)”,伴随着表示手段或原因的与格 τῇ ἐκτιμήσει(“通过手艺人们的估价/评定”)。

引用这一段

斯特拉波, 地理学 §14.1.22-14.1.24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.22-14.1.24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。