Humanitext Reader

斯特拉波 · 地理学 §13.1.68-13.1.70

卡内岬角的地貌与特乌特拉尼亚的传说

第 426 段,共 577 段 · 希腊语

内容简介

本文记述了卡内岬角及其地名的由来,并讨论了特乌特拉尼亚地区,重点论及特乌特拉斯、特勒波斯和欧里庇洛斯的神话统治及地理考证。

§13.1.68εἶτʼ ἐν ἑκατὸν σταδίοις ἡ Κάνη, τὸ ἀνταῖρον ἀκρωτήριον τῷ Λεκτῷ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστι.
其后在一百斯塔迪翁处是卡内,这是一座与レクトン相对并形成阿德拉米蒂翁湾(埃莱特斯湾也是其一部分)的岬角。
Κάναι δὲ πολίχνιον Λοκρῶν τῶν ἐκ Κύνου κατὰ τὰ ἄκρα τῆς Λέσβου τὰ νοτιώτατα κείμενον ἐν τῇ Καναίᾳ·
卡奈是来自キュノス的洛克里斯人的小城镇,位于卡奈亚境内,正对着レスボス岛的最南端。
αὕτη δὲ μέχρι τῶν Ἀργινουσσῶν διήκει καὶ τῆς ὑπερκειμένης ἄκρας, ἣν Αἶγά τινες ὀνομάζουσιν ὁμωνύμως τῷ ζῴῳ.
该地区一直延伸到アルギヌッサイ群岛以及位于它们上方的岬角,有些人用与那种动物(山羊)同名的方式将其称为“アイクス”。
δεῖ δὲ μακρῶς τὴν δευτέραν συλλαβὴν ἐκφέρειν Αἰγάν, ὡς ἀκτὰν καὶ ἀρχάν· οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι.
但是人们必须将第二个音节读为长音“アイガーン”,就像“アクターン”和“アルカーン”一样;因为整座山也是这样命名的,人们现在称之为卡内和卡奈。
κύκλῳ δὲ περὶ τὸ ὄρος πρὸς νότον μὲν καὶ δύσιν ἡ θάλαττα, πρὸς ἕω δὲ τὸ Καΐκου πεδίον ὑπόκειται, πρὸς ἄρκτον δὲ ἡ Ἐλαῗτις· αὐτὸ δὲ καθʼ αὑτὸ ἱκανῶς συνέσταλται, προσνεύει δὲ ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν αὐτῷ καὶ τοὔνομα·
在这座山的周围,南面和西面是海,东面是处于其下方的カイコス平原,北面是エライティ斯;虽然它本身相当狭窄,但它向着爱琴海延伸,其名称也由此而来。
ὕστερον δὲ αὐτὸ τὸ ἀκρωτήριον Αἰγὰ κεκλῆσθαι, τὸ δὲ λοιπὸν Κάνη καὶ Κάναι.
但后来这个岬角本身被称为アイガ,其余部分则被称为卡内和卡奈。
§13.1.69μεταξὺ δὲ Ἐλαίας τε καὶ Πιτάνης καὶ Ἀταρνέως καὶ Περγάμου Τευθρανία ἐστί, διέχουσα οὐδεμιᾶς αὐτῶν ὑπὲρ ἑβδομήκοντα σταδίους ἐντὸς τοῦ Καΐκου, καὶ ὁ Τεύθρας Κιλίκων καὶ Μυσῶν ἱστόρηται βασιλεύς.
在埃莱亚、皮塔内、阿塔尔内乌斯和帕加马之间是特乌トラニア,它距离其中任何一个城市都不超过七十斯塔迪翁,位于カイコス河内侧;据记载,特乌トラス曾是基利家和缪西亚人的国王。
Εὐριπίδης δʼ ὑπὸ Ἀλέου φησὶ τοῦ τῆς Αὔγης πατρὸς εἰς λάρνακα τὴν Αὔγην κατατεθεῖσαν ἅμα τῷ παιδὶ Τηλέφῳ καταποντωθῆναι, φωράσαντος τὴν ἐξ Ἡρακλέους φθοράν· Ἀθηνᾶς δὲ προνοίᾳ τὴν λάρνακα περαιωθεῖσαν ἐκπεσεῖν εἰς τὸ στόμα τοῦ Καΐκου, τὸν δὲ Τεύθραντα ἀναλαβόντα τὰ σώματα τῇ μὲν ὡς γαμετῇ χρήσασθαι τῷ δʼ ὡς ἑαυτοῦ παιδί.
欧里庇得斯说,阿乌ゲ被其父アレオス与她的孩子特レポス一起装入箱中并投入海中,因为其父发现了她被赫拉克勒斯夺去贞操之事;但在阿典娜的庇佑下,箱子渡过了海洋,漂流到了カイコス河的河口,特乌トラス收留了他们,将前者视作妻子,将后者视作自己的孩子。
τοῦτο μὲν οὖν μῦθος, ἄλλην δέ τινα δεῖ γεγονέναι συντυχίαν, διʼ ἣν ἡ τοῦ Ἀρκάδος θυγάτηρ τῷ Μυσῶν βασιλεῖ συνῆλθε καὶ ὁ ἐξ αὐτῆς διεδέξατο τὴν ἐκείνου βασιλείαν.
这固然是一个神话,但必然还发生了其他某种变故,使得这位阿卡迪亚人的女儿与缪西亚的国王结合,并且她的后代继承了后者的王位。
πεπίστευται δʼ οὖν ὅτι καὶ ὁ Τεύθρας καὶ ὁ Τήλεφος ἐβασίλευσαν τῆς χώρας τῆς περὶ τὴν Τευθρανίαν καὶ τὸν Κάικον, ὁ δὲ ποιητὴς ἐπὶ τοσοῦτον μέμνηται μόνον τῆς ἱστορίας ταύτης " ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ἥρω Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων, " αἴνιγμα τιθεὶς ἡμῖν μᾶλλον ἢ λέγων τι σαφές.
无论如何,人们相信特乌トラス和特レポス都曾统治过特乌トラニア和カイコス河周围的土地,但诗人(荷马)对这段历史仅仅提及了这么多: “但他如何用青铜杀死了英雄欧里庇洛斯,特レポ斯之子,在他周围,许多凯特奥斯人的同伴因一个女人的礼物而被杀,” 这给我们提出了一个谜题,而不是说明了什么清楚的事情。
οὔτε γὰρ τοὺς Κητείους ἴσμεν οὕστινας δέξασθαι δεῖ, οὔτε τὸ γυναίων εἵνεκα δώρων.
因为我们既不知道应该将凯特奥斯人理解为何人,也不知道“因一个女人的礼物”是什么意思。
ἀλλὰ καὶ οἱ γραμματικοὶ μυθάρια παραβάλλοντες εὑρεσιλογοῦσι μᾶλλον ἢ λύουσι τὰ ζητούμενα.
然而,即使是语法学家们通过对比各种神话,也只是在发明一些奇巧的理论,而不是解决所探求的问题。
§13.1.70ἐάσθω δὴ ταῦτα, ἐκεῖνο δʼ ὅπερ ἐστὶ μᾶλλον ἐν φανερῷ λαβόντες λέγωμεν, ὅτι ἐν τοῖς περὶ τὸν Κάικον τόποις φαίνεται βεβασιλευκὼς καθʼ Ὅμηρον ὁ Εὐρύπυλος, ὥστʼ ἴσως καὶ τῶν Κιλίκων τι μέρος ἦν ὑπʼ αὐτῷ, καὶ οὐ δύο δυναστεῖαι μόνον ἀλλὰ καὶ τρεῖς ὑπῆρξαν ἐν αὐτοῖς.
这些事且搁下不提,让我们来说说更为明显的事情,即根据荷马的记载,欧里庇洛斯似乎统治着カイコス河周围的地区,因此也许基利家的一部分也处于他的统治之下,他们之中不仅有两个王朝,而且甚至有三个。
τῷ δὲ λόγῳ τούτῳ συνηγορεῖ τὸ ἐν τῇ Ἐλαΐτιδι χειμαρρῶδες ποτάμιον δείκνυσθαι Κήτειον· ἐμπίπτει δʼ οὗτος εἰς ἄλλον ὅμοιον, εἶτʼ ἄλλον, καταστρέφουσι δὲ εἰς τὸν Κάικον·
而这一论点得到了以下事实的支持:即在エライティ斯境内有一条被称为凯特奥斯的急流;它流入另一条相似的河流,然后又流入另一条,最终注于カイコス河。
ὁ δὲ Κάικος οὐκ ἀπὸ τῆς Ἴδης ῥεῖ, καθάπερ εἴρηκε Βακχυλίδης, οὐδʼ ὀρθῶς Εὐριπίδης τὸν Μαρσύαν φησί " τὰς διωνομασμένας ναίειν Κελαινὰς ἐσχάτοις Ἴδης τόποις.
但カイコス河并非如巴克基里德斯所说源自伊达山,欧里庇得斯在谈到马尔叙亚斯时说得也不正确: “居住在著名的凯莱奈,在伊达山的最边缘地区。
" πολὺ γὰρ τῆς Ἴδης ἄπωθεν αἱ Κελαιναί, πολὺ δὲ καὶ αἱ τοῦ Καΐκου πηγαί· δείκνυνται γὰρ ἐν πεδίῳ.
” 因为凯莱奈距离伊达山非常遥远,カイコス河的源头也是如此;因为它们被证实是处于平原之中。
Τῆμνον δʼ ἔστιν ὄρος ὃ διορίζει τοῦτό τε καὶ τὸ καλούμενον Ἀπίας πεδίον, ὃ ὑπέρκειται ἐν τῇ μεσογαίᾳ τοῦ Θήβης πεδίου· ῥεῖ δʼ ἐκ τοῦ Τήμνου ποταμὸς Μύσιος ἐμβάλλων εἰς τὸν Κάικον ὑπὸ ταῖς πηγαῖς αὐτοῦ, ἀφʼ οὗ δέχονταί τινες εἰπεῖν Αἰσχύλον κατὰ τὴν εἰσβολὴν τοῦ ἐν Μυρμιδόσι προλόγου " ἰὼ Κάικε Μύσιαί τʼ ἐπιρροαί.
有一座名为テムノ斯的山,它将该平原与所谓的阿皮亚平原隔开,后者在内陆位于底比斯平原之上;从テム诺斯山流出了缪シオス河,在カイコス河源头的下方汇入其中,由此有人理解埃斯库罗斯在《缪尔米东人》开篇的序幕中说: “啊,カイコス河以及缪西亚的支流。
" ἐγγὺς δὲ τῶν πηγῶν κώμη Γέργιθα ἔστιν, εἰς ἣν μετῴκισεν Ἄτταλος τοὺς ἐν τῇ Τρῳάδι τὸ χωρίον ἐξελών.
” 在源头附近有一个名为ゲルギタ的村庄,阿塔罗斯将特洛阿斯地区该地(ゲルギタ)的居民迁居于此,并摧毁了他们原先的城镇。

词汇与语法注释

  1. 13.1.68δεῖ δὲ μακρῶς τὴν δευτέραν συλλαβὴν ἐκφέρειν Αἰγάν, ὡς ἀκτὰν καὶ ἀρχάν — 指出“Aiga”的宾格形式“Aigan(Αἰγάν)”的第二个音节必须读作长音(-ᾱν),并说明其与第一变格法阴性单数宾格名词“aktān(ἀκτάν)”和“archān(ἀρχάν)”的词尾长音相一致。
  2. 13.1.69φωράσαντος τὴν ἐξ Ἡρακλέους φθοράν — 属格独立结构。其逻辑主语是前文提到的阿莱奥斯(Ἀλέου),表原因:“因为阿莱奥斯发现了她因赫拉克勒斯而失贞”。
  3. 13.1.69ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ... — 引用自荷马的《奥德赛》。感叹关系词“hoion(οἷον)”用于一个没有显式主句动词的句子中,以强调杀戮的惨烈。虽然“因一个女人的礼物”通常指埃里菲勒受贿的神话,但斯特拉波指出古代语法学家对此也难以做出清晰的解释。
  4. 13.1.70τῷ δὲ λόγῳ τούτῳ συνηγορεῖ τὸ ἐν τῇ Ἐλαΐτιδι χειμαρρῶδες ποτάμιον δείκνυσθαι Κήτειον — 冠词不定式短语“tò ... deiknysthai”(“……被证明这一事实”)充当主句动词“synegorei”(“支持”)的主语。该结构包含一个代格不定式结构,说明在エライティ斯境内有一条急流被证实名为凯特奥斯。

引用这一段

斯特拉波, 地理学 §13.1.68-13.1.70. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.68-13.1.70

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。