Humanitext Reader

斯特拉波 · 地理学 §13.2.4-13.2.6

莱斯博斯岛西部诸城与邻近群岛之源流

第 428 段,共 577 段 · 希腊语

内容简介

本节介绍了莱斯博斯岛西部的皮拉、埃雷索斯、安提萨、美狄姆纳等城市及其著名人物,并讨论了周边小岛(如百岛)的名称及其语言学与神话起源。

§13.2.4ἡ δὲ Πύρρα κατέστραπται, τὸ δὲ προάστειον οἰκεῖται καὶ ἔχει λιμένα, ὅθεν εἰς Μιτυλήνην ὑπέρβασις σταδίων ὀγδοήκοντα.
皮拉已被摧毁,但其郊区有人居住并有一个港口,从那里越过陆路到米蒂利尼为八十斯塔迪翁。
εἶτʼ Ἔρεσος ἔστι μετὰ τὴν Πύρραν· ἵδρυται δʼ ἐπὶ λόφου καθήκει τε ἐπὶ θάλατταν· εἶτʼ ἐπὶ τὸ Σίγριον ἐντεῦθεν στάδιοι εἰκοσιοκτώ·
然后,在皮拉之后是埃雷索斯;它坐落在一个山丘上,并一直延伸到海边;从那里到シグリオン为二十八斯塔迪翁。
ἐξ Ἐρέσου δʼ ἦσαν Θεόφραστός τε καὶ Φανίας οἱ ἐκ τῶν περιπάτων φιλόσοφοι, Ἀριστοτέλους γνώριμοι.
埃雷索斯人有泰奥弗拉斯托斯和法尼亚斯,他们是逍遥学派的哲学家,也是亚里士多德的熟人。
Τύρταμος δʼ ἐκαλεῖτο ἔμπροσθεν ὁ Θεόφραστος, μετωνόμασε δʼ αὐτὸν Ἀριστοτέλης Θεόφραστον, ἅμα μὲν φεύγων τὴν τοῦ προτέρου ὀνόματος κακοφωνίαν, ἅμα δὲ τὸν τῆς φράσεως αὐτοῦ ζῆλον ἐπισημαινόμενος· ἅπαντας μὲν γὰρ λογίους ἐποίησε τοὺς μαθητὰς Ἀριστοτέλης, λογιώτατον δὲ Θεόφραστον.
泰奥弗拉斯托斯以前被称为蒂尔塔莫斯,但亚里士多德将他改名为泰奥弗拉斯托斯,这一方面是为了避免他以前名字的难听音调,另一方面是为了标示出他文风的精妙;因为亚里士多德使他的所有弟子都变得善于言辞,而泰奥弗拉斯托斯则是最善于言辞的。
Ἄντισσα δʼ ἐφεξῆς ἐστι τῷ Σιγρίῳ πόλις ἔχουσα λιμένα, ἔπειτα Μήθυμνα·
安提萨是紧邻シグリオン的城市,拥有一个港口,然后是美狄姆纳。
ἐντεῦθεν δʼ ἦν Ἀρίων ὁ ἐπὶ τῷ δελφῖνι μυθευόμενος ὑπὸ τῶν περὶ Ἡρόδοτον εἰς Ταίναρον σωθῆναι, καταποντωθεὶς ὑπὸ τῶν λῃστῶν· οὗτος μὲν οὖν κιθαρῳδός.
这里是阿里翁的故乡,据希罗多德等人传说,他在被海盗投入海中后,乘着海豚安全到达了泰纳隆;这位阿里翁是一位基他拉琴弹唱家。
καὶ Τέρπανδρον δὲ τῆς αὐτῆς μουσικῆς τεχνίτην γεγονέναι φασὶ καὶ τῆς αὐτῆς νήσου, τὸν πρῶτον ἀντὶ τῆς τετραχόρδου λύρας ἑπταχόρδῳ χρησάμενον, καθάπερ καὶ ἐν τοῖς ἀναφερομένοις ἔπεσιν εἰς αὐτὸν λέγεται " σοὶ δʼ ἡμεῖς τετράγηρυν ἀποστρέψαντες ἀοιδὴν, ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους.
人们说特潘德也是同一音乐技艺的巨匠,且来自同一岛屿,他是第一个使用七弦的里拉琴来代替四弦里拉琴的人,正如在归于他的诗句中也这样说: “而我们,屏弃了那四音的歌唱,将用七弦的福尔明克斯为你唱响新的赞歌。
" καὶ Ἑλλάνικος δὲ Λέσβιος ὁ συγγραφεὺς καὶ Καλλίας ὁ τὴν Σαπφὼ καὶ τὸν Ἀλκαῖον ἐξηγησάμενος.
” 历史学家莱斯博斯人赫拉尼科斯,以及注释过萨福和阿尔凯奥斯的卡里亚斯,也是来自这里。
§13.2.5κατὰ δὲ τὸν πορθμὸν τὸν μεταξὺ τῆς Ἀσίας καὶ τῆς Λέσβου νησία ἐστὶ περὶ εἴκοσιν, ὡς δὲ Τιμοσθένης φησί, τετταράκοντα·
在亚洲与莱斯博斯岛之间的海峡中,有大约二十个小岛,而正如蒂莫斯特内斯所说,有四十个。
καλοῦνται δʼ Ἑκατόννησοι συνθέτως, ὡς Πελοπόννησος, κατὰ ἔθος τι τοῦ ν γράμματος πλεονάζοντος ἐν τοῖς τοιούτοις, ὡς Μυόννησος καὶ Προκόννησος λέγεται καὶ Ἁλόννησος, ὥστε Ἑκατόννησοί εἰσιν, οἷον Ἀπολλωνόννησοι·
它们被合称为“赫卡顿内索伊”(百岛),就像“佩洛庞内索斯”一样,这是由于在这些名称中字母“n”有多余的某种习惯,就像人们说“缪翁内索斯”、“普罗康内索斯”和“哈隆内索斯”一样。
Ἕκατος γὰρ ὁ Ἀπόλλων·
因此,“赫卡顿内索伊”就等于是“阿波罗内索伊”(阿波罗的岛屿);因为“赫卡托斯”就是阿波罗。
παρὰ πᾶσαν γὰρ δὴ τὴν παραλίαν ταύτην ὁ Ἀπόλλων ἐκτετίμηται μέχρι Τενέδου, Σμινθεὺς ἢ Κιλλαῖος καλούμενος ἢ Γρυνεὺς ἤ τινα ἄλλην ἐπωνυμίαν ἔχων.
事实上,在直到特内多斯的整条海岸线上,阿波罗都受到极高的尊崇,被称为斯敏修斯、基莱乌斯、格里内乌斯,或者拥有其他某种别名。
πλησίον δὲ τούτων ἐστὶ καὶ ἡ Πορδοσελήνη, πόλιν ὁμώνυμον ἔχουσα ἐν αὐτῇ· καὶ πρὸ τῆς πόλεως ταύτης ἄλλη νῆσος μείζων αὐτῆς, καὶ πόλις ὁμώνυμος ἔρημος, ἱερὸν ἅγιον ἔχουσα Ἀπόλλωνος.
在这些小岛附近还有波尔多塞莱内,岛上有同名城市;在这座城市的前面有另一座比它更大的岛屿,以及一个同名的荒废城市,其中有一座神圣的阿波罗神庙。
§13.2.6τὰς δὲ δυσφημίας τῶν ὀνομάτων φεύγοντές τινες ἐνταῦθα μὲν Ποροσελήνην δεῖν λέγειν φασί, τὸ δʼ Ἀσπορδηνὸν ὄρος τὸ περὶ Πέργαμον, τραχὺ καὶ λυπρὸν ὄν, Ἀσπορηνόν, καὶ τὸ ἱερὸν τὸ ἐνταῦθα τῆς μητρὸς τῶν θεῶν Ἀσπορηνῆς.
为了避开这些名字中的不雅音调,有些人说在这里应该称之为“波罗塞莱内”,而将佩尔伽蒙附近险峻且贫瘠的阿斯波尔德农山称为“阿斯波雷农山”,并将那里的众神之母神庙称为“阿斯波雷内母亲之神庙”。
τί οὖν φήσομεν τὴν πόρδαλιν καὶ τὸν σαπέρδην καὶ τὸν Περδίκκαν καὶ τὸ Σιμωνίδου " σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν " ἀντὶ τοῦ διαβρόχοις, καὶ ἐν τῇ ἀρχαίᾳ που κωμῳδίᾳ " πορδακὸν τὸ χωρίον " τὸ λιμνάζον;
那么,对于“波尔达里斯”(豹)、“萨佩尔德斯”(一种鱼)、“佩尔迪卡斯”以及西莫尼德斯的诗句: “穿着湿透的衣裳逃出” (其中用“波尔达科伊辛”代替了“双布罗霍伊斯”),以及在古喜剧中某处的: “这地方是波尔达孔” (意指沼泽湿地),我们又该怎么说呢?
διέχει δʼ ἡ Λέσβος τὸ ἴσον ἀπὸ τῆς Τενέδου καὶ Λήμνου καὶ Χίου σχεδόν τι τῶν πεντακοσίων ἐνδοτέρω σταδίων.
莱斯博斯岛距离特内多斯、利姆诺斯和希奥斯的距离大致相等,距离都在不到五百斯塔迪翁的范围内。

词汇与语法注释

  1. 13.2.4ἅμα μὲν φεύγων... ἅμα δὲ... ἐπισημαινόμενος — 使用 ἅμα μὲν ... ἅμα δὲ ... 的并列结构,表示“一方面为了避免……,另一方面为了标示出……”。这两个分句分别由现在分词 φεύγων(主动)和 ἐπισημαινόμενος(中动)引导,其逻辑主语均为亚里士多德。
  2. 13.2.5τοῦ ν γράμματος πλεονάζοντος — 属格独立结构(genitive absolute),其中 τοῦ ν γράμματος 为逻辑主语,现在分词 πλεονάζοντος 为逻辑谓语,用以修饰和解释前置词 κατὰ 所支配的名词 ἔθος(习惯)。
  3. 13.2.6ἀντὶ τοῦ διαβρόχοις — 前置词 ἀντί(代替)支配着由中性单数属格冠词 τοῦ 所名词化(或作为直接引用)的与格复数形容词 διαβρόχοις,意为“代替 διαβρόχοις(湿透的)这个词”。
  4. 13.2.6τῶν πεντακοσίων ἐνδοτέρω σταδίων — 由比较级派生的副词 ἐνδοτέρω(在……以内、少于)支配着表示比较对象的属格 τῶν πεντακοσίων σταδίων(五百斯塔迪翁),意为“在不到五百斯塔迪翁的距离内”。

引用这一段

斯特拉波, 地理学 §13.2.4-13.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.2.4-13.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。