§13.1.28ἔστι τοίνυν μετʼ Ἄβυδον ἥ τε Δαρδανὶς ἄκρα, ἧς μικρὸν πρότερον ἐμνήσθημεν, καὶ ἡ πόλις ἡ Δάρδανος, διέχουσα τῆς Ἀβύδου ἑβδομήκοντα σταδίους.
因此,在阿比多斯之后,便是我们刚才提到的达尔达尼斯海岬,以及距离阿比多斯七十斯塔德的达尔达诺斯城。
μεταξύ τε ὁ Ῥοδίος ἐκπίπτει ποταμός, καθʼ ὃν ἐν τῇ Χερρονήσῳ τὸ Κυνὸς σῆμά ἐστιν, ὅ φασιν Ἑκάβης εἶναι τάφον· οἱ δὲ τὸν Ῥοδίον εἰς τὸν Αἴσηπον ἐμβάλλειν φασίν· εἷς δʼ ἐστὶ τῶν ὑπὸ τοῦ ποιητοῦ λεγομένων καὶ οὗτος
"
Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε.
在两者之间,罗迪奥斯河奔流注入海中,在其对岸的色雷斯赫尔松尼斯,则是被称为赫卡贝之墓的库诺斯-塞马(犬之墓);但也有人说罗迪奥斯河注入了艾塞波斯河;而这条河也是诗人所提到的河流之一: “雷索斯、赫普塔波罗斯、卡雷索斯与罗迪奥斯。
"
ἡ δὲ Δάρδανος κτίσμα ἀρχαῖον, οὕτω δʼ εὐκαταφρόνητον ὥστε πολλάκις οἱ βασιλεῖς οἱ μὲν μετῴκιζον αὐτὴν εἰς Ἄβυδον οἱ δὲ ἀνῴκιζον πάλιν εἰς τὸ ἀρχαῖον κτίσμα.
” 达尔达诺斯是一座古老的城市,但极易被轻视,以至于君主们经常将居民迁往阿比多斯,而其他君主又将他们迁回古老的城址。
ἐνταῦθα δὲ συνῆλθον Σύλλας τε Κορνήλιος ὁ τῶν Ῥωμαίων ἡγεμὼν καὶ Μιθριδάτης ὁ κληθεὶς Εὐπάτωρ, καὶ συνέβησαν πρὸς ἀλλήλους ἐπὶ καταλύσει τοῦ πολέμου.
在此地,罗马人的领袖科尔内利乌斯·苏拉与被称为尤帕托尔的米特里达梯会面,并就结束战争达成了协议。
§13.1.29πλησίον δʼ ἐστὶ τὸ Ὀφρύνιον, ἐφʼ ᾧ τὸ τοῦ Ἕκτορος ἄλσος ἐν περιφανεῖ τόπῳ· καὶ ἐφεξῆς λίμνη Πτελεώς.
其附近是奥普里尼翁,在那里显眼的地方有赫克托耳的圣林;接着是普特莱奥斯湖。
§13.1.30εἶτα Ῥοίτειον πόλις ἐπὶ λόφῳ κειμένη καὶ τῷ Ῥοιτείῳ συνεχὴς ᾐὼν ἁλιτενής, ἐφʼ ᾗ μνῆμα καὶ ἱερὸν Αἴαντος καὶ ἀνδριάς, ὃν ἄραντος Ἀντωνίου κομισθέντα εἰς Αἴγυπτον ἀπέδωκε τοῖς Ῥοιτειεῦσι πάλιν, καθάπερ καὶ ἄλλοις, ὁ Σεβαστὸς Καῖσαρ.
随后是位于山丘上的罗伊特翁城,与罗伊特翁相连的是一片平坦的海岸,其上有埃阿斯的陵墓、神庙和塑像。 安东尼曾将此塑像掠走并运往埃及,但奥古斯都·恺撒又将其归还给了罗伊特翁人,正如他对待其他城市一样。
τὰ γὰρ κάλλιστα ἀναθήματα ἐκ τῶν ἐπιφανεστάτων ἱερῶν ὁ μὲν ἦρε τῇ Αἰγυπτίᾳ χαριζόμενος, ὁ δὲ θεοῖς ἀπέδωκε.
因为安东尼为了讨好那个埃及女人,掠走了最著名神庙中最精美的奉纳物,而奥古斯都则将它们归还给了神明。
§13.1.31μετὰ δὲ τὸ Ῥοίτειον ἔστι τὸ Σίγειον, κατεσπασμένη πόλις, καὶ τὸ ναύσταθμον καὶ ὁ Ἀχαιῶν λιμὴν καὶ τὸ Ἀχαϊκὸν στρατόπεδον καὶ ἡ στομαλίμνη καλουμένη καὶ αἱ τοῦ Σκαμάνδρου ἐκβολαί.
在罗伊特翁之后是西盖翁,这是一座已被摧毁的城市,还有海军基地、阿开亚人的港口、阿开亚人的营地、被称为“口湖”的湿地以及斯卡曼德罗斯河的出口。
συμπεσόντες γὰρ ὅ τε Σιμόεις καὶ ὁ Σκάμανδρος ἐν τῷ πεδίῳ πολλὴν καταφέροντες ἰλὺν προσχοῦσι τὴν παραλίαν καὶ τυφλὸν στόμα τε καὶ λιμνοθαλάττας καὶ ἕλη ποιοῦσι.
因为西莫伊斯河和斯卡曼德罗斯河在平原汇合,挟带大量泥沙,堆积在海岸,形成了盲口、潟湖和沼泽。
κατὰ δὲ τὴν Σιγειάδα ἄκραν ἐστὶν ἐν τῇ Χερρονήσῳ τὸ Πρωτεσιλάειον καὶ ἡ Ἐλαιοῦσσα, περὶ ὧν εἰρήκαμεν ἐν τοῖς Θρᾳκίοις.
在西盖翁海岬的对岸,在赫尔松尼斯有普罗特西拉奥斯神庙和埃莱乌萨,关于这些,我们在关于色雷斯的部分已经讲过。
§13.1.32ἔστι δὲ τὸ μῆκος τῆς παραλίας ταύτης ἀπὸ τοῦ Ῥοιτείου μέχρι Σιγείου καὶ τοῦ Ἀχιλλέως μνήματος εὐθυπλοούντων ἑξήκοντα σταδίων· ὑποπέπτωκε δὲ τῷ Ἰλίῳ πᾶσα, τῷ μὲν νῦν κατὰ τὸν Ἀχαιῶν λιμένα ὅσον δώδεκα σταδίους διέχουσα, τῷ δὲ προτέρῳ τριάκοντα ἄλλοις σταδίοις ἀνωτέρῳ κατὰ τὸ πρὸς τὴν Ἴδην μέρος.
从罗伊特翁到西盖翁以及阿喀琉斯之墓的这片海岸长度,对于直线航行的人来说是六十斯塔德;它全部位于伊里奥的下方,距离现在的城市沿着阿开亚人港口大约十二斯塔德,而距离先前的城市则还要往上朝向伊达山的方向再多三十斯塔德。
τοῦ μὲν οὖν Ἀχιλλέως καὶ ἱερόν ἐστι καὶ μνῆμα πρὸς τῷ Σιγείῳ, Πατρόκλου δὲ καὶ Ἀντιλόχου μνήματα, καὶ ἐναγίζουσιν οἱ Ἰλιεῖς πᾶσι καὶ τούτοις καὶ τῷ Αἴαντι.
阿喀琉斯的神庙和陵墓都在西盖翁附近,还有帕特罗克洛斯和安提洛科斯的陵墓,伊里奥人向所有这些人以及埃阿斯奉献死者祭礼。
Ἡρακλέα δʼ οὐ τιμῶσιν αἰτιώμενοι τὴν ὑπʼ αὐτοῦ πόρθησιν.
但他们并不崇敬赫拉克勒斯,理由是他曾摧毁了这座城市。
ἀλλʼ ἐκεῖνος μέν, φαίη τις ἄν, οὕτως ἐπόρθησεν ὥστʼ ἀπολιπεῖν τοῖς ὕστερον ἐκπορθήσουσι κεκακωμένην μέν, πόλιν δέ· διὸ καὶ οὕτως εἴρηκεν ὁ ποιητής
"
Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς.
然而,有人可能会说,赫拉克勒斯摧毁它的方式,是给后来彻底摧毁它的人留下一座虽然残破但依然存在的城市;因此诗人也这样说: “他使伊里奥城荒凉,使其街道冷落。
"
ἡ γὰρ χηρεία λιπανδρία τίς ἐστιν, οὐκ ἀφανισμὸς τέλειος· οὗτοι δʼ ἠφάνισαν τελέως, οἷς ἐναγίζειν ἀξιοῦσι καὶ τιμᾶν ὡς θεούς· εἰ μὴ τοῦτʼ αἰτιάσαιντο διότι οὗτοι μὲν δίκαιον πόλεμον ἐξήνεγκαν, ἐκεῖνος δὲ ἄδικον
ἕνεχʼ ἵππων Λαομέδοντος.
” 因为“冷落”是指人口减少,而非彻底消失;但其他那些被他们认为配得上死者祭礼并作为神明崇敬的人(希腊联军),却彻底毁灭了它;除非他们以此为借口,说那些人发动的是正义的战争,而他(赫拉克勒斯)发动的是非正义的战争: “为了拉奥墨冬的骏马。
πρὸς τοῦτο δὲ πάλιν ἀντιτίθεται μῦθος· οὐ γὰρ ἕνεκα ἵππων, ἀλλὰ μισθοῦ ὑπὲρ τῆς Ἡσιόνης καὶ τοῦ κήτους.
” 但针对这一点,神话再次提出了反驳:因为不是为了骏马,而是为了救助赫西俄涅和海怪的报酬。
ἀλλʼ ἐάσωμεν ταῦτα· εἰς γὰρ μύθων ἀνασκευὰς ἐκπίπτει· τάχα δὲ λανθάνουσί τινες ἡμᾶς αἰτίαι πιστότεραι διʼ ἃς τοῖς Ἰλιεῦσιν ἐπῆλθε τοὺς μὲν τιμᾶν τοὺς δὲ μή.
但让我们搁置这些,因为这会陷入对神话的驳斥;也许有一些我们不知道的更可靠的原因,使得伊里奥人决定崇敬某些人而不崇敬另一些人。
ἔοικε δὲ ὁ ποιητὴς μικρὰν ἀποφαίνειν τὴν πόλιν ἐν τῷ περὶ Ἡρακλέους λόγῳ, εἴπερ
"
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
Ἰλίου ἐξαλάπαξε πόλιν.
而且,诗人在关于赫拉克勒斯的叙述中,似乎表明这座城市当时很小,如果确实是: “仅凭六艘船和较少的部下,他就使伊里奥城荒凉。
"
καὶ φαίνεται ὁ Πρίαμος τῷ τοιούτῳ λόγῳ μέγας ἐκ μικροῦ γεγονὼς καὶ βασιλεὺς βασιλέων, ὡς ἔφαμεν.
” 而普里阿摩斯在这样的基础之上,正如我们所说,从小变大,成为了王中之王。
μικρὸν δὲ προελθοῦσιν ἀπὸ τῆς παραλίας ταύτης ἐστὶ τὸ Ἀχαίιον ἤδη τῆς Τενεδίων περαίας ὑπάρχον.
从这片海岸再往前走一点,就是阿开翁,它已经属于特涅多斯岛对岸的大陆部分了。