Humanitext Reader

斯特拉波 · 地理学 §13.1.26-13.1.27

伊里奥的重建以及从希腊化至罗马时期的变迁

第 412 段,共 577 段 · 希腊语

内容简介

叙述了伊里奥的历史盛衰,包括亚历山大和利西马科斯对其的重建与合并,米特里达梯战争中芬布里亚的破坏与苏拉的救济,以及恺撒因宣称与其有祖先血缘关系而赐予其特殊优待。

§13.1.26τὴν δὲ τῶν Ἰλιέων πόλιν τῶν νῦν τέως μὲν κώμην εἶναί φασι τὸ ἱερὸν ἔχουσαν τῆς Ἀθηνᾶς μικρὸν καὶ εὐτελές, Ἀλέξανδρον δὲ ἀναβάντα μετὰ τὴν ἐπὶ Γρανίκῳ νίκην ἀναθήμασί τε κοσμῆσαι τὸ ἱερὸν καὶ προσαγορεῦσαι πόλιν καὶ οἰκοδομίαις ἀναλαβεῖν προστάξαι τοῖς ἐπιμεληταῖς ἐλευθέραν τε κρῖναι καὶ ἄφορον· ὕστερον δὲ μετὰ τὴν κατάλυσιν τῶν Περσῶν ἐπιστολὴν καταπέμψαι φιλάνθρωπον, ὑπισχνούμενον πόλιν τε ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον καὶ ἀγῶνα ἀποδείξειν ἱερόν.
关于现在的伊里奥人的城市,人们说,它在一段时期内不过是一个村庄,拥有一座小而简陋的雅典娜神庙;但亚历山大在格拉尼库斯河战役获胜后登临此处,用奉纳物装饰了神庙,称其为城市,命令管理者们通过建造房屋来复兴它,并判定其为自由且免税的城市;后来,在波斯帝国灭亡后,他又送来一封表示友好的信件,许诺将其建成一座大城市,建造一座最著名神庙,并确立圣洁的竞技会。
μετὰ δὲ τὴν ἐκείνου τελευτὴν Λυσίμαχος μάλιστα τῆς πόλεως ἐπεμελήθη καὶ νεὼν κατεσκεύασε καὶ τεῖχος περιεβάλετο ὅσον τετταράκοντα σταδίων, συνῴκισέ τε εἰς αὐτὴν τὰς κύκλῳ πόλεις ἀρχαίας ἤδη κεκακωμένας, ὅτε καὶ Ἀλεξανδρείας ἤδη ἐπεμελήθη, συνῳκισμένης μὲν ἤδη ὑπʼ Ἀντιγόνου καὶ προσηγορευμένης Ἀντιγονείας, μεταβαλούσης δὲ τοὔνομα· ἔδοξε γὰρ εὐσεβὲς εἶναι τοὺς Ἀλέξανδρον διαδεξαμένους ἐκείνου πρότερον κτίζειν ἐπωνύμους πόλεις, εἶθʼ ἑαυτῶν· καὶ δὴ καὶ συνέμεινε καὶ αὔξησιν ἔσχε, νῦν δὲ καὶ Ῥωμαίων ἀποικίαν δέδεκται καὶ ἔστι τῶν ἐλλογίμων πόλεων.
在亚历山大去世后,利西马科斯对这座城市给予了最大的关照,建造了神庙,并在其周围筑起了一座大约四十斯塔德的城墙,将周围已经破败的古代城市合并迁入其中;当时他也关照了亚历山大里亚,该城此前已由安提戈诺斯合并创建并命名为安提戈内亚,但后来更改了名称;因为在亚历山大的继承者们看来,首先创建以亚历山大命名的城市,然后再创建以他们自己命名的城市,似乎是一件虔敬的事情;事实上,这座城市得以存续并获得了发展,如今它也接受了罗马的殖民,成为著名的城市之一。
§13.1.27καὶ τὸ Ἴλιον δʼ ὃ νῦν ἔστι κωμόπολίς τις ἦν, ὅτε πρῶτον Ῥωμαῖοι τῆς Ἀσίας ἐπέβησαν καὶ ἐξέβαλον Ἀντίοχον τὸν μέγαν ἐκ τῆς ἐντὸς τοῦ Ταύρου.
当罗马人首次踏上亚洲,并将大安提奥科从托罗斯山脉以西驱逐出去时,现在的伊里奥也只是一个镇子般的村落。
φησὶ γοῦν Δημήτριος ὁ Σκήψιος, μειράκιον ἐπιδημήσας εἰς τὴν πόλιν κατʼ ἐκείνους τοὺς καιρούς, οὕτως ὠλιγωρημένην ἰδεῖν τὴν κατοικίαν ὥστε μηδὲ κεραμωτὰς ἔχειν τὰς στέγας· Ἡγησιάναξ δὲ τοὺς Γαλάτας περαιωθέντας ἐκ τῆς Εὐρώπης ἀναβῆναι μὲν εἰς τὴν πόλιν δεομένους ἐρύματος, παρὰ χρῆμα δʼ ἐκλιπεῖν διὰ τὸ ἀτείχιστον· ὕστερον δʼ ἐπανόρθωσιν ἔσχε πολλήν.
至少,斯凯普西斯的德米特里乌斯说,他在那个时期还是个年轻人时造访了这座城市,看到这个定居点被如此冷落,以至于屋顶上甚至没有瓦片;而赫格西亚纳克斯说,从欧洲渡海而来的加拉太人曾登上这座城市以寻求据点,但由于这里没有城墙,他们随即放弃了这里;不过后来,它得到了很大的整顿和复兴。
εἶτʼ ἐκάκωσαν αὐτὴν πάλιν οἱ μετὰ Φιμβρίου Ῥωμαῖοι λαβόντες ἐκ πολιορκίας ἐν τῷ Μιθριδατικῷ πολέμῳ.
此后,在米特里达梯战争中,芬布里亚率领的罗马人通过包围战占领了这座城市,再次使其破败。
συνεπέμφθη δὲ ὁ Φιμβρίας ὑπάτῳ Ὀυαλερίῳ Φλάκκῳ ταμίας προχειρισθέντι ἐπὶ τὸν Μιθριδάτην· καταστασιάσας δὲ καὶ ἀνελὼν τὸν ὕπατον κατὰ Βιθυνίαν αὐτὸς κατεστάθη κύριος τῆς στρατιᾶς, καὶ προελθὼν εἰς Ἴλιον, οὐ δεχομένων αὐτὸν τῶν Ἰλιέων ὡς λῃστήν, βίαν τε προσφέρει καὶ δεκαταίους αἱρεῖ· καυχωμένου δʼ ὅτι ἣν Ἀγαμέμνων πόλιν δεκάτῳ ἔτει μόλις εἷλε τὸν χιλιόναυν στόλον ἔχων καὶ τὴν σύμπασαν Ἑλλάδα συστρατεύουσαν, ταύτην αὐτὸς δεκάτῃ ἡμέρᾳ χειρώσαιτο, εἶπέ τις τῶν Ἰλιέων οὐ γὰρ ἦν Ἕκτωρ ὁ ὑπερμαχῶν τῆς πόλεως.
这个芬布里亚曾作为财务官随同被任命对抗米特里达梯的执政官瓦莱里乌斯·弗拉库斯一同被派往那里;但他却在比提尼亚煽动叛乱并杀害了执政官,自己掌控了军队,并在向伊里奥推进时,由于伊里奥人因他形同盗贼而不愿接纳他,他施加武力并在第十天占领了该城;当他吹嘘说,阿加门农率领千艘战船的舰队并有整个希腊联军参战,历时十年才勉强攻下的城市,他自己却在第十天就将其制服时,一位伊里奥人说: “那是因为没有赫克托耳为这座城市奋战。
τοῦτον μὲν οὖν ἐπελθὼν Σύλλας κατέλυσε, καὶ τὸν Μιθριδάτην κατὰ συμβάσεις εἰς τὴν οἰκείαν ἀπέπεμψε, τοὺς δʼ Ἰλιέας παρεμυθήσατο πολλοῖς ἐπανορθώμασι.
” 于是,苏拉赶到并消灭了他,根据条约将米特里达梯送回其本国,并用许多复兴措施安抚了伊里奥人。
καθʼ ἡμᾶς μέντοι Καῖσαρ ὁ θεὸς πολὺ πλέον αὐτῶν προὐνόησε ζηλώσας ἅμα καὶ Ἀλέξανδρον· ἐκεῖνος γὰρ κατὰ συγγενείας ἀνανέωσιν ὥρμησε προνοεῖν αὐτῶν, ἅμα καὶ φιλόμηρος ὤν· φέρεται γοῦν τις διόρθωσις τῆς Ὁμήρου ποιήσεως, ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ Ἀνάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά, ἔπειτα καταθέντος εἰς νάρθηκα ὃν ηὗρεν ἐν τῇ Περσικῇ γάζῃ πολυτελῶς κατεσκευασμένον.
然而,到了我们的时代,神圣的恺撒对他们的关照远甚于此,同时也是为了效仿亚历山大;因为后者是出于恢复血缘关系而开始关照他们的,同时他也是荷马的爱好者;实际上,现存有一种被称为“小箱的校订本”的荷马史诗校订本,据说是亚历山大与卡利斯提尼和阿纳克萨尔科斯等人一同研读并作了某些标记,然后将其放入他在波斯宝藏中发现的一个制作奢华的小箱中。
κατά τε δὴ τὸν τοῦ ποιητοῦ ζῆλον καὶ κατὰ τὴν συγγένειαν τὴν ἀπὸ τῶν Αἰακιδῶν τῶν ἐν Μολοττοῖς βασιλευσάντων, παρʼ οἷς καὶ τὴν Ἀνδρομάχην ἱστοροῦσι βασιλεῦσαι τὴν Ἕκτορος γενομένην γυναῖκα, ἐφιλοφρονεῖτο πρὸς τοὺς Ἰλιέας ὁ Ἀλέξανδρος· ὁ δὲ Καῖσαρ καὶ φιλαλέξανδρος ὢν καὶ τῆς πρὸς τοὺς Ἰλιέας συγγενείας γνωριμώτερα ἔχων τεκμήρια, ἐπερρώσθη πρὸς τὴν εὐεργεσίαν νεανικῶς· γνωριμώτερα δέ, πρῶτον μὲν ὅτι Ῥωμαῖος, οἱ δὲ Ῥωμαῖοι τὸν Αἰνείαν ἀρχηγέτην ἡγοῦνται, ἔπειτα ὅτι Ἰούλιος ἀπὸ Ἰούλου τινὸς τῶν προγόνων· ἐκεῖνος δʼ ἀπὸ Ἰούλου τὴν προσωνυμίαν ἔσχε ταύτην, τῶν ἀπογόνων εἷς ὢν τῶν ἀπὸ Αἰνείου.
正是由于对诗人的效仿以及源自在摩罗西亚人中称王的埃阿科斯子孙的血缘关系——据记载,曾为赫克托耳之妻的安德洛玛刻曾在他们那里作过女王——亚历山大对伊里奥人十分友好;而恺撒既是亚历山大的崇拜者,又拥有与伊里奥人血缘关系更为明确的证据,因而以年轻人的热情极力施予恩惠;而更为明确的证据,首先是因为他是罗马人,而罗马人将埃涅阿斯视为始祖,其次是因为他是尤利乌斯氏族成员,源于其先祖中一位名叫尤鲁斯的人;而那位先祖则是由于他是埃涅阿斯的后裔之一,才得到了尤鲁斯这个名字。
χώραν τε δὴ προσένειμεν αὐτοῖς καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἀλειτουργησίαν αὐτοῖς συνεφύλαξε καὶ μέχρι νῦν συμμένουσιν ἐν τούτοις.
因此,他向他们分封了土地,并为他们保留了自由和免除公共义务的特权,直到现在他们仍保持着这些特权。
ὅτι δʼ οὐκ ἐνταῦθα ἵδρυται τὸ παλαιὸν Ἴλιον καθʼ Ὅμηρον σκοποῦσιν, ἐκ τῶν τοιῶνδε τεκμαίρονται.
然而,古代的伊里奥并没有建立在现在的地址上,对于那些根据荷马史诗进行考察的人来说,可以从以下证据中推断出来。
πρότερον δὲ ὑπογραπτέον τοὺς τόπους ἀπὸ τῆς παραλίας ἀρξαμένους ἀφʼ ἧσπερ ἐλίπομεν.
但在此之前,我们必须先描绘这些地方,从我们刚才离开的海岸开始。

词汇与语法注释

  1. 13.1.26τὴν δὲ τῶν Ἰλιέων πόλιν τῶν νῦν — 该宾格短语置于句首,作为后续动词 `φασί`(人们说)所支配的“宾格加不定式”(A.c.I.)句式的主要主语或主题,同时也是不定式 `εἶναι` 以及随后的 `κοσμῆσαι`、`προσαγορεῦσαι` 等动作的逻辑主体或客体。
  2. 13.1.26ὅτε καὶ Ἀλεξανδρείας ἤδη ἐπεμελήθη — 属格 `Ἀλεξανδρείας` 根据上下文以及提及安提戈诺斯的合并建城,是指特罗阿斯的亚历山大里亚(Alexandria Troas),而非埃及的亚历山大里亚。此从句的动词 `ἐπεμελήθη` 的主语仍是主句的 `Lysimachus`(利西马科斯)。
  3. 13.1.27Ἡγησιάναξ δὲ — 继前文由 `φησί` 引导的德米特里乌斯的引文之后,此处省略了表示“说”或“记载”的动词(如 `φησί` 或 `ἱστορεῖ`),它支配着随后的宾格 `τοὺς Γαλάτας` 与不定式 `ἀναβῆναι` 和 `ἐκλιπεῖν` 组成的时间间接引语结构。
  4. 13.1.27τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη — 这是一个属格绝对(genitive absolute)结构,以 `τοῦ Ἀλεξάνδρου` 为逻辑主语,支配后文的属格分词 `ἐπελθόντος`、`σημειωσαμένου` 和 `καταθέντος`。该结构说明了所谓的“小箱本”荷马史诗的由来背景。

引用这一段

斯特拉波, 地理学 §13.1.26-13.1.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.26-13.1.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。