Humanitext Reader

斯特拉波 · 地理学 §13.1.25

洪水后政制的三阶段与特洛伊的地理位置

第 411 段,共 577 段 · 希腊语

内容简介

斯特拉波结合荷马史诗的引用,阐释了柏拉图关于大洪水后政治制度发展的三阶段(山顶、山麓、平原),并将其与特洛伊的历史联系起来,同时探讨了关于古伊里奥确切位置的争议。

§13.1.25εἰκάζει δὲ Πλάτων μετὰ τοὺς κατακλυσμοὺς τρία πολιτείας εἴδη συνίστασθαι· πρῶτον μὲν τὸ ἐπὶ τὰς ἀκρωρείας ἁπλοῦν τι καὶ ἄγριον, δεδιότων τὰ ὕδατα ἐπιπολάζοντα ἀκμὴν ἐν τοῖς πεδίοις· δεύτερον δὲ τὸ ἐν ταῖς ὑπωρείαις, θαρρούντων ἤδη κατὰ μικρόν, ἅτε δὴ καὶ τῶν πεδίων ἀρχομένων ἀναψύχεσθαι· τρίτον δὲ τὸ ἐν τοῖς πεδίοις.
柏拉图推测,大洪水之后形成了三种政体形式:第一种是位于山顶上的、某种简单而野蛮的形式,属于那些害怕水分依然充斥在平原中的人们;第二种是位于山麓之上的形式,属于那些已经逐渐产生勇气的人们,因为平原也已开始干燥;第三种则是位于平原中的形式。
λέγοι δʼ ἄν τις καὶ τέταρτον καὶ πέμπτον ἴσως καὶ πλείω, ὕστατον δὲ τὸ ἐν τῇ παραλίᾳ καὶ ἐν ταῖς νήσοις, λελυμένου παντὸς τοῦ τοιούτου φόβου.
人们或许也可以说出第四种、第五种、甚至更多种,而最后一种则是位于沿海和岛屿之上的形式,此时所有这类恐惧均已消除。
τὸ γὰρ μᾶλλον καὶ ἧττον θαρρεῖν πλησιάζειν τῇ θαλάττῃ πλείους ἂν ὑπογράφοι διαφορὰς πολιτειῶν καὶ ἠθῶν, καθάπερ τῶν ἀγαθῶν τε καὶ τῶν ἀγρίων ἔτι πως ἐπὶ τὸ ἥμερον τῶν δευτέρων ὑποβεβηκότων.
因为对于接近海洋的多寡不一的勇气,会勾勒出政体和习俗的更多差异,正如第二类人已经某种程度上从善良且仍有些野蛮的状态,向着温和的状态过渡一样。
ἔστι δέ τις διαφορὰ καὶ παρὰ τούτοις τῶν ἀγροίκων καὶ μεσαγροίκων καὶ πολιτικῶν· ἀφʼ ὧν ἤδη καὶ ἐπὶ τὸ ἀστεῖον καὶ ἄριστον ἦθος ἐτελεύτησεν ἡ τῶν ὀνομάτων κατʼ ὀλίγον μετάληψις, κατὰ τὴν τῶν ἠθῶν ἐπὶ τὸ κρεῖττον μετάστασιν, παρὰ τὰς τῶν τόπων καὶ τῶν βίων μεταβολάς.
在这些人中,也存在着某种粗鄙者、半粗鄙者和市民阶层的差异;以此为起点,随着习俗向着更好的方向转变,词语名称的逐渐改变最终也落实在优雅与最善的品性上,这与地域和生活方式的变化相一致。
ταύτας δὴ τὰς διαφορὰς ὑπογράφειν φησὶ τὸν ποιητὴν ὁ Πλάτων, τῆς μὲν πρώτης πολιτείας παράδειγμα τιθέντα τὸν τῶν Κυκλώπων βίον, αὐτοφυεῖς νεμομένων καρποὺς καὶ τὰς ἀκρωρείας κατεχόντων ἐν σπηλαίοις τισίν· " ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, " φησίν, αὐτοῖς· " τοῖσιν δʼ οὐκ ἀγοραὶ βουληφόροι, οὔτε θέμιστες· ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχων.
柏拉图说,诗人勾勒出了这些差异,将独眼巨人的生活作为第一种政体的范例,他们享用着自然生长的果实,并占据着某些洞窟中的山顶: “但是一切不曾播种、未曾耕作的东西都为他们生长出来,” 他说,对于他们: “他们没有议事的集会,也没有法度;但他们居住在高山的顶峰,在空旷的洞穴里,每个人都为自己的孩子和妻子裁决法度。
" τοῦ δὲ δευτέρου τὸν ἐπὶ τοῦ Δαρδάνου " κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔπω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων, ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπιδάκου Ἴδης " τοῦ δὲ τρίτου ἐπὶ τοῦ Ἴλου τὸν ἐν τοῖς πεδίοις.
” 而关于第二种,则是达尔达诺斯时代的: “他建立了达尔达尼亚,因为神圣的伊里奥斯尚未在平原中建成,那是一座会说话的人类的城市,但他们依然居住在泉水充足的伊达山山麓上。 ” 而关于第三种,则是伊洛斯时代位于平原中的形式。
τοῦτον γὰρ παραδιδόασι τοῦ Ἰλίου κτίστην, ἀφʼ οὗ καὶ τὴν ἐπωνυμίαν λαβεῖν τὴν πόλιν·
因为人们传说此人是伊里奥的创建者,城市也由他而得名。
εἰκὸς δὲ καὶ διὰ τοῦτο ἐν μέσῳ τῷ πεδίῳ τεθάφθαι αὐτόν, ὅτι πρῶτος ἐθάρρησεν ἐν τοῖς πεδίοις θέσθαι τὴν κατοικίαν " οἱ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο.
由此,他被安葬在平原中央也是合情合理的,因为他是第一个敢于在平原中安置居所的人: “而他们急忙经过达尔达诺斯之子、古老的伊洛斯的坟墓,穿过平原中央,经过野无花果树。
" οὐδʼ οὗτος δὲ τελέως ἐθάρρησεν· οὐ γὰρ ἐνταῦθα ἵδρυσε τὴν πόλιν ὅπου νῦν ἔστιν, ἀλλὰ σχεδόν τι τριάκοντα σταδίοις ἀνωτέρω πρὸς ἕω καὶ πρὸς τὴν Ἴδην καὶ τὴν Δαρδανίαν κατὰ τὴν νῦν καλουμένην Ἰλιέων κώμην.
” 但是甚至他也没有完全放心;因为他没有把城市建立在现在它所处的位置,而是朝向东方、朝向伊达山和达尔达尼亚,在现在被称为“伊里奥人村庄”的地方,高出大约三十斯塔德。
οἱ δὲ νῦν Ἰλιεῖς φιλοδοξοῦντες καὶ θέλοντες εἶναι ταύτην τὴν παλαιὰν παρεσχήκασι λόγον τοῖς ἐκ τῆς Ὁμήρου ποιήσεως τεκμαιρομένοις· οὐ γὰρ ἔοικεν αὕτη εἶναι ἡ καθʼ Ὅμηρον.
而现在的伊里奥人,因好名而希望这里就是那座古城,给那些根据荷马史诗进行推断的人们提供了争论的根据;因为这似乎不可能是荷马所描绘的那座城市。
καὶ ἄλλοι δὲ ἱστοροῦσι πλείους μεταβεβληκέναι τόπους τὴν πόλιν, ὕστατα δʼ ἐνταῦθα συμμεῖναι κατὰ Κροῖσον μάλιστα.
而且许多其他人也记载,这座城市曾多次改变位置,最终大约在克罗伊索斯时期在此处定着下来。
τὰς δὴ τοιαύτας μεταβάσεις εἰς τὰ κάτω μέρη τὰς τότε συμβαινούσας ὑπολαμβάνω καὶ βίων καὶ πολιτειῶν ὑπογράφειν διαφοράς.
我认为,当时发生的那种向着低处的过渡,也勾勒出了生活方式和政体的差异。
ἀλλὰ ταῦτα μὲν καὶ ἄλλοτε ἐπισκεπτέον.
不过,这些事情也必须在其他时间再行考量。

词汇与语法注释

  1. 13.1.25δεδιότων — 属格独立(genitive absolute)结构,省略了其逻辑主语(如表示“人们”的 ἀνθρώπων),指代前文“某种简单而野蛮的[形式]”所暗示的山顶居民。
  2. 13.1.25ἀκμὴν — 该词本为名词的单数宾格形式,但在此处作副词使用,表示“依然”、“仍旧”(相当于 ἔτι)。
  3. 13.1.25καθάπερ τῶν ἀγαθῶν τε καὶ τῶν ἀγρίων ἔτι πως ἐπὶ τὸ ἥμερον τῶν δευτέρων ὑποβεβηκότων — 属格独立结构。主语是 `τῶν δευτέρων`(第二阶段的人们),配合动词的完成时分词 `ὑποβεβηκότων`(过渡、下降)。`τῶν ἀγαθῶν τε καὶ τῶν ἀγρίων` 作为表示分离的属格,指明了该过渡的起点(“从……的状态”)。
  4. 13.1.25ὑπογράφειν φησὶ τὸν ποιητὴν — 带不定式的宾格(AcI)结构。主句动词 `φησὶ`(说)的主语是 `ὁ Πλάτων`(柏拉图),而不定式 `ὑπογράφειν`(勾勒、描绘)的逻辑主语则是宾格的 `τὸν ποιητὴν`(诗人,即荷马)。

引用这一段

斯特拉波, 地理学 §13.1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。