§13.1.22Ἄβυδος δὲ Μιλησίων ἐστὶ κτίσμα ἐπιτρέψαντος Γύγου τοῦ Λυδῶν βασιλέως· ἦν γὰρ ἐπʼ ἐκείνῳ τὰ χωρία καὶ ἡ Τρῳὰς ἅπασα, ὀνομάζεται δὲ καὶ ἀκρωτήριόν τι πρὸς Δαρδάνῳ Γύγας·
阿拜多斯是米利都人的殖民地,得到了吕底亚国王居格斯的允许;因为这些地方和整个特洛伊亚当时都归他管辖,达尔达诺斯附近还有一座被称为居格斯的岬角。
ἐπίκειται δὲ τῷ στόματι τῆς Προποντίδος καὶ τοῦ Ἑλλησπόντου, διέχει δὲ τὸ ἴσον Λαμψάκου καὶ Ἰλίου, σταδίους περὶ ἑβδομήκοντα καὶ ἑκατόν.
它位于普罗蓬蒂斯和赫尔斯邦的入口处,距离兰普萨科斯和伊里奥的距离相等,大约一百七十斯塔德。
ἐνταῦθα δʼ ἔστι τὸ ἑπταστάδιον ὅπερ ἔζευξε Ξέρξης, τὸ διορίζον τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.
这里就是薛西斯架桥的、宽七个斯塔德的划分欧洲与亚洲的海峡。
καλεῖται δʼ ἡ ἄκρα τῆς Εὐρώπης Χερρόνησος διὰ τὸ σχῆμα, ἡ ποιοῦσα τὰ στενὰ τὰ κατὰ τὸ ζεῦγμα· ἀντίκειται δὲ τὸ ζεῦγμα τῇ Ἀβύδῳ.
欧洲一侧的岬角因其形状被称为赫索尼苏斯(半岛),在架桥处形成了狭窄的海峡;而这座桥正对着阿拜多斯。
Σηστὸς δὲ ἀρίστη τῶν ἐν Χερρονήσῳ πόλεων· διὰ δὲ τὴν γειτοσύνην ὑπὸ τῷ αὐτῷ ἡγεμόνι καὶ αὕτη ἐτέτακτο, οὔπω ταῖς ἠπείροις διοριζόντων τῶν τότε τὰς ἡγεμονίας.
塞斯托斯是赫索尼苏斯所有城市中最优秀的城市;由于邻近,它也曾被置于同一个统治者之下,因为当时的人们还不按大陆来划分统治范围。
ἡ μὲν οὖν Ἄβυδος καὶ ἡ Σηστὸς διέχουσιν ἀλλήλων τριάκοντά που σταδίους ἐκ λιμένος εἰς λιμένα, τὸ δὲ ζεῦγμά ἐστι μικρὸν ἀπὸ τῶν πόλεων παραλλάξαντι ἐξ Ἀβύδου μὲν ὡς ἐπὶ τὴν Προποντίδα, ἐκ δὲ Σηστοῦ εἰς τοὐναντίον· ὀνομάζεται δὲ πρὸς τῇ Σηστῷ τόπος Ἀποβάθρα, καθʼ ὃν ἐζεύγνυτο ἡ σχεδία.
阿拜多斯和塞斯托斯之间,从港口到港口,距离大约三十斯塔德,但桥梁的位置距离两座城市稍有偏离,从阿拜多斯出发要朝向普罗蓬蒂斯方向,而从塞斯托斯出发则要朝向相反方向;塞斯托斯附近有一个地方被称为阿波巴特拉(登岸处),就是架设浮桥的地方。
ἔστι δὲ ἡ Σηστὸς ἐνδοτέρω κατὰ τὴν Προποντίδα ὑπερδέξιος τοῦ ῥοῦ τοῦ ἐξ αὐτῆς· διὸ καὶ εὐπετέστερον ἐκ τῆς Σηστοῦ διαίρουσι παραλεξάμενοι μικρὸν ἐπὶ τὸν τῆς Ἡροῦς πύργον, κἀκεῖθεν ἀφιέντες τὰ πλοῖα συμπράττοντος τοῦ ῥοῦ πρὸς τὴν περαίωσιν· τοῖς δʼ ἐξ Ἀβύδου περαιουμένοις παραλεκτέον ἐστὶν εἰς τἀναντία ὀκτώ που σταδίους ἐπὶ πύργον τινὰ κατʼ ἀντικρὺ τῆς Σηστοῦ, ἔπειτα διαίρειν πλάγιον καὶ μὴ τελέως ἐναντίον ἔχουσι τὸν ῥοῦν.
塞斯托斯更靠近普罗蓬蒂斯内部,处于从中流出的洋流的上流;因此,从塞斯托斯渡海的人,沿着海岸稍行至赫罗之塔,然后从那里放船航行,在洋流的协助下渡海,会更加容易;而从阿拜多斯渡海的人,必须向相反方向沿着海岸航行大约八个斯塔德,到达位于塞斯托斯正对面的一座塔,然后斜向渡海,这样才不会完全逆流。
ᾤκουν δὲ τὴν Ἄβυδον μετὰ τὰ Τρωικὰ Θρᾷκες, εἶτα Μιλήσιοι.
特洛伊战争之后,色雷斯人居住在阿拜多斯,随后是米利都人。
τῶν δὲ πόλεων ἐμπρησθεισῶν ὑπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς τῶν κατὰ τὴν Προποντίδα, ἐκοινώνησε καὶ ἡ Ἄβυδος τῆς αὐτῆς συμφορᾶς· ἐνέπρησε δὲ πυθόμενος μετὰ τὴν ἀπὸ τῶν Σκυθῶν ἐπάνοδον τοὺς νομάδας παρασκευάζεσθαι διαβαίνειν ἐπʼ αὐτὸν κατὰ τιμωρίαν ὧν ἔπαθον, δεδιὼς μὴ αἱ πόλεις πορθμεῖα παράσχοιεν τῇ στρατιᾷ.
当普罗蓬蒂斯沿岸的城市被薛西斯的父亲大流士烧毁时,阿拜多斯也遭受了同样的灾难;大流士之所以放火,是因为在他从斯基泰人那里返回后,听说游牧民正准备渡海前来报复他们所遭受的损失,他担心这些城市会为对方的军队提供渡船。
συνέβη δὲ πρὸς ταῖς ἄλλαις μεταβολαῖς καὶ τῷ χρόνῳ καὶ τοῦτο αἴτιον τῆς συγχύσεως τῶν τόπων.
这一事件,加上其他变革和时间的流逝,也是导致这些地方产生混乱的原因。
περὶ δὲ Σηστοῦ καὶ τῆς ὅλης Χερρονήσου προείπομεν ἐν τοῖς περὶ τῆς Θρᾴκης τόποις.
至于塞斯托斯和整个赫索尼苏斯,我们已在关于色雷斯的部分中提到过。
φησὶ δὲ τὴν Σηστὸν Θεόπομπος βραχεῖαν μὲν εὐερκῆ δέ, καὶ σκέλει διπλέθρῳ συνάπτειν πρὸς τὸν λιμένα, καὶ διὰ ταῦτʼ οὖν καὶ διὰ τὸν ῥοῦν κυρίαν εἶναι τῶν παρόδων.
泰奥庞普斯说,塞斯托斯虽然狭小但防守坚固,并有一道两普勒特隆宽的侧壁与港口相连,因此,再加上洋流的缘故,它控制着这条通道。
§13.1.23ὑπέρκειται δὲ τῆς τῶν Ἀβυδηνῶν χώρας ἐν τῇ Τρῳάδι τὰ Ἄστυρα, ἃ νῦν μὲν Ἀβυδηνῶν ἔστι, κατεσκαμμένη πόλις, πρότερον δὲ ἦν καθʼ αὑτά, χρυσεῖα ἔχοντα ἃ νῦν σπάνιά ἐστιν, ἐξαναλωμένα, καθάπερ τὰ ἐν τῷ Τμώλῳ τὰ περὶ τὸν Πακτωλόν.
在阿拜多斯人领地之上的特洛伊亚地区有阿斯图拉,现在它属于阿拜多斯人,是一座已被摧毁的城市,但以前它是独立的,拥有金矿,现在金矿已经枯竭而稀少,就像托摩罗斯山中帕克托洛斯河附近的一样。
ἀπὸ Ἀβύδου δʼ ἐπὶ Αἴσηπον περὶ ἑπτακοσίους φασὶ σταδίους, εὐθυπλοίᾳ δὲ ἐλάττους.
据说从阿拜多斯到埃塞波斯河大约有七百斯塔德,如果直航则更短。
§13.1.24ἔξω δὲ Ἀβύδου τὰ περὶ τὸ Ἴλιον ἔστι, τά τε παράλια ἕως Λεκτοῦ καὶ τὰ ἐν τῷ Τρωικῷ πεδίῳ καὶ τὰ παρώρεια τῆς Ἴδης τὰ ὑπὸ τῷ Αἰνείᾳ.
在阿拜多斯之外是伊里奥周围的地区,包括直到莱克顿的沿海部分、特洛伊平原内的地区、以及在埃涅阿斯统治下的伊达山山麓地区。
διττῶς δὲ ταῦτʼ ὀνομάζει ὁ ποιητής, τοτὲ μὲν οὕτω λέγων
"
Δαρδανίων αὖτʼ ἦρχεν ἐὺς πάις Ἀγχίσαο,
"
Δαρδανίους καλῶν, τοτὲ δὲ Δαρδάνους
"
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί.
诗人以两种方式称呼这些,有时这样说: "接着,安喀塞斯的优秀儿子率领着达尔达尼亚人, "称他们为达尔达尼亚人,有时又称他们为达尔达尼人: "特洛伊人、吕基亚人、以及近战搏斗的达尔达尼人。
"
εἰκὸς δʼ ἐνταῦθα ἱδρῦσθαι τὸ παλαιὸν τὴν λεγομένην ὑπὸ τοῦ ποιητοῦ Δαρδανίαν
"
Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
κτίσσε δὲ Δαρδανίην.
"看来诗人所说的达尔达尼亚古时应当就建立在这里: "云集者宙斯首先孕育了达尔达诺斯,他建立了达尔达尼亚。
"
νῦν μὲν γὰρ οὐδʼ ἴχνος πόλεως σώζεται αὐτόθι.
"因为现在那里连城市的痕迹都没有保存下来。