Humanitext Reader

斯特拉波 · 地理学 §12.8.5-12.8.7

卡里亚人与吕基亚人的起源及族名混乱

第 399 段,共 577 段 · 希腊语

内容简介

作者探讨了卡里亚人和吕基亚人的起源,提及克里特殖民和希罗多德的记载,证实小亚细亚的肥沃吸引了各方侵略者,并指出文献中关于“特洛伊”称呼的混乱,强调地理学任务在于阐明现状。

§12.8.5καὶ οἱ Κᾶρες δὲ νησιῶται πρότερον ὄντες καὶ Λέλεγες, ὥς φασιν, ἠπειρῶται γεγόνασι, προσλαβόντων Κρητῶν, οἳ καὶ τὴν Μίλητον ἔκτισαν ἐκ τῆς Κρητικῆς Μιλήτου Σαρπηδόνα λαβόντες κτίστην· καὶ τοὺς Τερμίλας κατῴκισαν ἐν τῇ νῦν Λυκίᾳ· τούτους δʼ ἀγαγεῖν ἐκ Κρήτης ἀποίκους Σαρπηδόνα, Μίνω καὶ Ῥαδαμάνθυος ἀδελφὸν ὄντα, καὶ ὀνομάσαι Τερμίλας τοὺς πρότερον Μιλύας, ὥς φησιν Ἡρόδοτος, ἔτι δὲ πρότερον Σολύμους, ἐπελθόντα δὲ τὸν Πανδίονος Λύκον ἀφʼ ἑαυτοῦ προσαγορεῦσαι τοὺς αὐτοὺς Λυκίους.
卡里亚人最初也是岛民,据说被称为莱莱格人,后来在克里特人的协助下成为大陆居民,克里特人还创建了米利都,他们从克里特的米利都带走了萨尔珀冬作为创建者;他们还将德尔米莱人安置在今天的吕基亚;据说,米诺斯和拉达曼迪斯的兄弟萨尔珀冬从克里特率领这些殖民者,并将以前被称为米吕埃人、更早以前被称为索吕摩伊人的人命名为德尔米莱人,正如希罗多德所说,但当潘迪翁之子吕科斯来到时,他以自己的名字将这些人命名为吕基亚人。
οὗτος μὲν οὖν ὁ λόγος ἀποφαίνει τοὺς αὐτοὺς Σολύμους τε καὶ Λυκίους, ὁ δὲ ποιητὴς χωρίζει· Βελλεροφόντης γοῦν ὡρμημένος ἐκ τῆς Λυκίας " Σολύμοισι μαχέσσατο κυδαλίμοισι.
因此,这个说法认为索吕摩伊人和吕基亚人是相同的,但诗人将他们区分开来;无论如何,贝勒罗丰从吕基亚出发, "“与显赫的索吕摩伊人作战。
" Πείσανδρόν τε ὡσαύτως υἱὸν αὐτοῦ Ἄρης ὥς φησι " μαρνάμενον Σολύμοισι κατέκτανε.
” "同样,正如诗人所说,战神阿瑞斯杀死了他的儿子培桑德, "“在与索吕摩伊人作战时。
" καὶ τὸν Σαρπηδόνα δὲ ἐπιχώριόν τινα λέγει.
” "而且他还说萨尔珀冬是当地人。
§12.8.6ἀλλὰ τό γε ἆθλον προκεῖσθαι κοινὸν τὴν ἀρετὴν τῆς χώρας ἧς λέγω τοῖς ἰσχύουσιν ἐκ πολλῶν βεβαιοῦται καὶ μετὰ τὰ Τρωικά· ὅπου καὶ Ἀμαζόνες κατεθάρρησαν αὐτῆς, ἐφʼ ἃς ὅ τε Πρίαμος στρατεῦσαι λέγεται καὶ ὁ Βελλεροφόντης· πόλεις τε παλαιαὶ ὁμολογοῦνται ἐπώνυμοι αὐτῶν· ἐν δὲ τῷ Ἰλιακῷ πεδίῳ κολώνη τις ἔστιν " ἣν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης, " ἣν ἱστοροῦσι μίαν εἶναι τῶν Ἀμαζόνων ἐκ τοῦ ἐπιθέτου τεκμαιρόμενοι· εὐσκάρθμους γὰρ ἵππους λέγεσθαι διὰ τὸ τάχος· κἀκείνην οὖν πολύσκαρθμον διὰ τὸ ἀπὸ τῆς ἡνιοχείας τάχος· καὶ ἡ Μύρινα οὖν ἐπώνυμος ταύτης λέγεται.
但是,我所说的这片土地的肥沃,被作为强者的共同争夺奖品,这在特洛伊战争之后也得到了许多事情的证实;甚至亚马逊人也曾大胆地侵入这里,据说普里阿摩斯和贝勒罗丰都曾对她们进行过征伐;公认有以她们命名的古老城市;在特洛伊平原上有一个山丘 "“凡人称之为巴提埃亚,而神明则称之为动作敏捷的缪里内的坟墓,” "他们记叙她为亚马逊人之一,并从这一形容词中推论出这一点;因为他们说马匹因其速度而被称为“埃乌斯卡尔特莫伊”;因此,她也因驾驭战车的速度而被称为“多里斯卡尔特莫斯”;因此,缪里内城据说是以她的名字命名的。
καὶ αἱ ἐγγὺς δὲ νῆσοι ταῦτʼ ἔπαθον διὰ τὴν ἀρετήν, ὧν Ῥόδος καὶ Κῶς ὅτι πρὸ τῶν Τρωικῶν ἤδη ὑφʼ Ἑλλήνων ᾠκοῦντο καὶ ὑφʼ Ὁμήρου σαφῶς ἐκμαρτυρεῖται.
邻近的岛屿也因其肥沃而遭受了同样的命运,其中罗得岛和科斯岛被荷马明确证明在特洛伊战争之前就已经由希腊人居住了。
§12.8.7μετὰ δὲ τὰ Τρωικὰ αἵ τε τῶν Ἑλλήνων ἀποικίαι καὶ αἱ Τρηρῶν καὶ αἱ Κιμμερίων ἔφοδοι καὶ Λυδῶν καὶ μετὰ ταῦτα Περσῶν καὶ Μακεδόνων τό τελευταῖον Γαλατῶν ἐτάραξαν πάντα καὶ συνέχεαν.
但在特洛伊战争之后,希腊人的殖民、特雷雷斯人和辛梅里亚人的入侵、吕底亚人的入侵,以及此后的波斯人、马其顿人,最后是加拉太人的入侵,打乱并混淆了一切。
γέγονε δὲ ἡ ἀσάφεια οὐ διὰ τὰς μεταβολὰς μόνον ἀλλὰ καὶ διὰ τὰς τῶν συγγραφέων ἀνομολογίας περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λεγόντων, τοὺς μὲν Τρῶας καλούντων Φρύγας καθάπερ οἱ τραγικοί, τοὺς δὲ Λυκίους Κᾶρας καὶ ἄλλους οὕτως.
这种模糊不仅是因为这些变迁,也是因为作者们的不一致,他们对同一事物说法不一,像悲剧诗人那样将特洛伊人称为弗里吉亚人,将吕基亚人称为卡里亚人,其他人也是如此。
οἱ δὲ Τρῶες οὕτως ἐκ μικρῶν αὐξηθέντες ὥστε καὶ βασιλεῖς βασιλέων εἶναι, παρέσχον καὶ τῷ ποιητῇ λόγον τίνα χρὴ καλεῖν Τροίαν, καὶ τοῖς ἐξηγουμένοις ἐκεῖνον.
而特洛伊人从如此微小的起点发展到甚至成为诸王之王,也给诗人以及解释诗人的人提供了争论“什么应该被称为特洛伊”的契机。
λέγει μὲν γὰρ καὶ κοινῶς ἅπαντας Τρῶας τοὺς συμπολεμήσαντας αὐτοῖς, ὥσπερ καὶ Δαναοὺς καὶ Ἀχαιοὺς τοὺς ἐναντίους· ἀλλʼ οὐ δήπου Τροίαν καὶ τὴν Παφλαγονίαν ἐροῦμεν· νὴ Δία, οὐδὲ τὴν Καρίαν ἢ τὴν ὅμορον αὐτῇ Λυκίαν.
因为他也将所有与他们共同战斗的人统称为特洛伊人,就像他将他们的对手称为达奈人合阿开亚人一样;但我们决不能把帕弗拉戈尼亚也称为特洛伊;凭宙斯发誓,也不能把卡里亚或与其相邻的吕基亚称为特洛伊。
λέγω δʼ ὅταν οὕτω φῇ " Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν, " ἐκ δὲ τῶν ἐναντίων " οἱ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί.
我是指当他这样说时: "“特洛伊人确实带着喧嚣和呐喊前进,” "而对于对手: "“而阿开亚人则静静地前进,呼吸着力量。
" καὶ ἄλλως δὲ λέγει πολλαχῶς.
” "此外,他还有许多其他种说法。
ὅμως δὲ καίπερ τοιούτων ὄντων πειρατέον διαιτᾶν ἕκαστα εἰς δύναμιν· ὅ τι δʼ ἂν διαφύγῃ τῆς παλαιᾶς ἱστορίας, τοῦτο μὲν ἐατέον (οὐ γὰρ ἐνταῦθα τὸ τῆς γεωγραφίας ἔργον), τὰ δὲ νῦν ὄντα λεκτέον.
然而,尽管情况如此,我们仍必须尽力区分每个细节;至于古代历史中无法把握的部分,则必须予以放弃(因为地理学的任务不在于此),而必须讲述现在的情况。

词汇与语法注释

  1. 12.8.5προσλαβόντων Κρητῶν — 属格独立结构。基于及物动词 προσλαμβάνω(接纳、协助、拉拢)的词义,此处可解释为“在克里特人的协助下”或“克里特人拉拢了他们”。
  2. 12.8.6τό γε ἆθλον προκεῖσθαι κοινὸν τὴν ἀρετὴν τῆς χώρας — 带冠词的不定式从句 τό ... προκεῖσθαι 构成了主句被动动词 βεβαιοῦται 的主语。不定式 προκεῖσθαι 的主格主语是 τὴν ἀρετὴν τῆς χώρας(土地的肥沃),而 ἆθλον κοινὸν(共同的奖品/争夺目标)作表语。
  3. 12.8.6ὧν Ῥόδος καὶ Κῶς — 关系代词 ὧν 是部分属格,指代前文的 αἱ ἐγγὺς νῆσοι。其后的 ὅτι 从句充当动词 ἐκμαρτυρεῖται 的实际主语,而本应作为该 ὅτι 从句主语的 Ῥόδος καὶ Κῶς 被提前引出(prolepsis)或呈同位语关系。
  4. 12.8.7καλούντων — 属格分词,修饰前文的属格名词 τῶν συγγραφέων。随后的对格结构(τοὺς μὲν... τοὺς δὲ...)展示了作家们在命名上产生混淆的具体实例。

引用这一段

斯特拉波, 地理学 §12.8.5-12.8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.8.5-12.8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。