§12.6.1ἥ τε δὴ Τάττα ἐστί, καὶ τὰ περὶ Ὀρκαόρκους καὶ Πιτνισσὸν καὶ τὰ τῶν Λυκαόνων ὀροπέδια ψυχρὰ καὶ ψιλὰ καὶ ὀναγρόβοτα, ὑδάτων δὲ σπάνις πολλή·
确有塔塔湖,以及奥尔卡奥尔科伊和皮特尼索斯周围的地区,还有吕卡翁人的高原,这些地方寒冷、荒凉,是野驴的牧场,而且极度缺水。
ὅπου δὲ καὶ εὑρεῖν δυνατόν, βαθύτατα φρέατα τῶν πάντων, καθάπερ ἐν Σοάτροις, ὅπου καὶ πιπράσκεται τὸ ὕδωρ (ἔστι δὲ κωμόπολις Γαρσαούρων πλησίον)·
即使在能找到水的地方,水井也是所有水井中最深的,正如在索阿特拉,那里甚至连水也是出售的(这是一个靠近加尔萨乌拉的城镇级村庄)。
ὅμως δὲ καίπερ ἄνυδρος οὖσα ἡ χώρα πρόβατα ἐκτρέφει θαυμαστῶς, τραχείας δὲ ἐρέας, καί τινες ἐξ αὐτῶν τούτων μεγίστους πλούτους ἐκτήσαντο·
然而,尽管这一地区缺水,它却奇迹般地饲养着羊群,虽然它们产粗毛;而有些人正是通过这些羊群获得了极大的财富。
Ἀμύντας δʼ ὑπὲρ τριακοσίας ἔσχε ποίμνας ἐν τοῖς τόποις τούτοις.
阿米恩塔斯在这些地方拥有三百多个羊群。
εἰσὶ δὲ καὶ λίμναι, Κάραλις μὲν ἡ μείζων ἡ δʼ ἐλάττων Τρωγῖτις.
这里也有湖泊,较大的是卡拉利斯湖,较小的是特罗吉蒂斯湖。
ἐνταῦθα δέ που καὶ τὸ Ἰκόνιον ἔστι, πολίχνιον εὖ συνῳκισμένον καὶ χώραν εὐτυχεστέραν ἔχον τῆς λεχθείσης ὀναγροβότου· τοῦτο δʼ εἶχε Πολέμων.
此地某处还有伊科尼翁,这是一个组织良好的小城镇,拥有比前述野驴牧场更肥沃的土地;此地曾由波莱蒙统治。
πλησιάζει δʼ ἤδη τούτοις τοῖς τόποις ὁ Ταῦρος ὁ τὴν Καππαδοκίαν ὁρίζων καὶ τὴν Λυκαονίαν πρὸς τοὺς ὑπερκειμένους Κίλικας τοὺς Τραχειώτας.
塔罗斯山脉如今已逼近这些地方,它将卡帕多奇亚和吕卡翁同位于其上方的“崎岖基里基亚”(基里基亚·特拉刻亚)区分开来。
Λυκαόνων τε καὶ Καππαδόκων ὅριόν ἐστι τὸ μεταξὺ Κοροπασσοῦ κώμης Λυκαόνων, καὶ Γαρσαούρων πολιχνίου Καππαδόκων· ἔστι δὲ τὸ μεταξὺ διάστημα τῶν φρουρίων τούτων ἑκατὸν εἴκοσί που στάδιοι.
吕卡翁人和卡帕多奇亚人的边界,是吕卡翁人的村庄科罗帕索斯与卡帕多奇亚人的小镇加尔萨乌拉之间的区域;而这两个要塞之间的距离大约是一百二十斯塔迪翁。
§12.6.2τῆς δὲ Λυκαονίας ἐστὶ καὶ ἡ Ἰσαυρικὴ πρὸς αὐτῷ τῷ Ταύρῳ ἡ τὰ Ἴσαυρα ἔχουσα κώμας δύο ὁμωνύμους, τὴν μὲν παλαιὰν καλουμένην, εὐερκῆ· ὑπήκοοι δʼ ἦσαν ταύταις καὶ ἄλλαι κῶμαι συχναί, λῃστῶν δʼ ἅπασαι κατοικίαι.
属于吕卡翁的还有紧邻托罗斯山脉的伊萨乌里亚地区,该地有两个同名村庄,即伊萨乌拉,其中一个被称为“旧伊萨乌拉”,防御稳固;许多其他村庄也臣服于它们,而所有这些村庄都是强盗的巢穴。
παρέσχον δὲ καὶ Ῥωμαίοις πράγματα καὶ τῷ Ἰσαυρικῷ προσαγορευθέντι Πουβλίῳ Σερβιλίῳ, ὃν ἡμεῖς εἴδομεν, ὃς καὶ ταῦτα ὑπέταξε Ῥωμαίοις καὶ τὰ πολλὰ τῶν πειρατῶν ἐρύματα ἐξεῖλε τὰ ἐπὶ τῇ θαλάττῃ.
他们给罗马人以及被称为“伊萨乌里库斯”的普布利乌斯· 塞尔维里乌斯(我们曾见过此人)制造了麻烦,后者将这些地方也降伏于罗马人,并清除了海边海盗的大部分要塞。
§12.6.3τῆς δʼ Ἰσαυρικῆς ἔστιν ἐν πλευραῖς ἡ Δέρβη, μάλιστα τῇ Καππαδοκίᾳ ἐπιπεφυκὸς τοῦ Ἀντιπάτρου τυραννεῖον τοῦ Δερβήτου· τοῦ δʼ ἦν καὶ τὰ Λάρανδα·
在伊萨乌里亚地区的侧面是德尔贝,它最贴近卡帕多奇亚,是德尔贝僭主安提帕特罗的僭主领地;拉兰达也曾属于他。
ἐφʼ ἡμῶν δὲ καὶ τὰ Ἴσαυρα καὶ τὴν Δέρβην Ἀμύντας εἶχεν, ἐπιθέμενος τῷ Δερβήτῃ καὶ ἀνελὼν αὐτόν, τὰ δʼ Ἴσαυρα παρὰ τῶν Ῥωμαίων λαβών·
在我们的时代,阿米恩塔斯占有了伊萨乌拉和德尔贝,他袭击并杀害了德尔贝的僭主,而伊萨乌拉则是从罗马人那里获得的。
καὶ δὴ βασίλειον ἑαυτῷ κατεσκεύαζεν ἐνταῦθα, τὴν παλαιὰν Ἴσαυραν ἀνατρέψας.
事实上,他在拆毁旧伊萨乌拉后,正在那里为自己建造皇宫。
ἐν δὲ τῷ αὐτῷ χωρίῳ καινὸν τεῖχος οἰκοδομῶν οὐκ ἔφθη συντελέσας, ἀλλὰ διέφθειραν αὐτὸν οἱ Κίλικες ἐμβαλόντα εἰς τοὺς Ὁμοναδεῖς καὶ ἐξ ἐνέδρας ληφθέντα.
他正在同一地点建造新的城墙,但未能将其竣工,因为当他入侵霍莫纳德斯人的领地并陷入埋伏时,基里基亚人杀害了他。
§12.6.4τὴν γὰρ Ἀντιόχειαν ἔχων τὴν πρὸς τῇ Πισιδίᾳ μέχρι Ἀπολλωνιάδος τῆς πρὸς Ἀπαμείᾳ τῇ Κιβωτῷ καὶ τῆς Παρωρείου τινὰ καὶ τὴν Λυκαονίαν ἐπειρᾶτο τοὺς ἐκ τοῦ Ταύρου κατατρέχοντας Κίλικας καὶ Πισίδας τὴν χώραν ταύτην Φρυγῶν οὖσαν ἐξαιρεῖν, καὶ πολλὰ χωρία ἐξεῖλεν ἀπόρθητα πρότερον ὄντα, ὧν καὶ Κρῆμνα· τὸ δὲ Σανδάλιον οὐδʼ ἐνεχείρησε βίᾳ προσάγεσθαι, μεταξὺ κείμενον τῆς τε Κρήμνης καὶ Σαγαλασσοῦ.
因为他拥有靠近皮西迪亚的安条克,一直到靠近阿帕梅亚·奇博托斯的阿波罗尼亚,以及帕罗里奥斯的部分地区和吕卡翁,因此他试图清除从托罗斯山脉下来袭击这一曾属于弗里吉亚人土地的基里基亚人和皮西迪亚人;他攻占了许多先前牢不可破的地方,其中也包括克雷姆纳;但至于桑达利翁,因为它位于克雷姆纳和萨加拉索斯之间,他甚至没有尝试用武力去夺取。
§12.6.5τὴν μὲν οὖν Κρῆμναν ἄποικοι Ῥωμαίων ἔχουσιν, ἡ Σαγαλασσὸς δʼ ἐστὶν ὑπὸ τῷ αὐτῷ ἡγεμόνι τῶν Ῥωμαίων ὑφʼ ᾧ καὶ ἡ Ἀμύντου βασιλεία πᾶσα· διέχει δʼ Ἀπαμείας ἡμέρας ὁδόν, κατάβασιν ἔχουσα σχεδόν τι καὶ τριάκοντα σταδίων ἀπὸ τοῦ ἐρύματος· καλοῦσι δʼ αὐτὴν καὶ Σελγησσόν· ταύτην δὲ τὴν πόλιν καὶ Ἀλέξανδρος εἷλεν.
如今克雷姆纳由罗马殖民者占领,而萨加拉索斯则处于管辖阿米恩塔斯整个王国的同一罗马总督之下;它距离阿帕梅亚有一天的路程,从要塞下来大约有三十斯塔迪翁的下坡路;他们也称它为塞尔盖索斯;亚历山大也曾攻占这座城市。
ὁ δʼ οὖν Ἀμύντας τὴν μὲν Κρῆμναν εἷλεν, εἰς δὲ τοὺς Ὁμοναδέας παρελθών, οἳ ἐνομίζοντο ἀληπτότατοι, καὶ καταστὰς ἤδη κύριος τῶν πλείστων χωρίων ἀνελὼν καὶ τὸν τύραννον αὐτῶν ἐξ ἀπάτης ἐλήφθη διὰ τῆς τοῦ τυράννου γυναικός.
总之,阿米恩塔斯攻占了克雷姆纳,并进入了被认为最难攻克的霍莫纳德斯人的领地,在已经掌控了大部分地方并杀死了他们的僭主之后,却因该僭主妻子的计谋而被俘。
καὶ τοῦτον μὲν ἐκεῖνοι διέφθειραν, ἐκείνους δὲ Κυρίνιος ἐξεπόρθησε λιμῷ καὶ τετρακισχιλίους ἄνδρας ἐζώγρησε καὶ συνῴκισεν εἰς τὰς ἐγγὺς πόλεις, τὴν δὲ χώραν ἀπέλιπεν ἔρημον τῶν ἐν ἀκμῇ.
虽然那些人杀害了他,但奎里尼乌斯通过饥饿使他们屈服,生俘了四千名男子,并将他们安置在邻近的城市中,使该地失去了壮年男子。
ἔστι δὲ ἐν ὑψηλοῖς τοῦ Ταύρου μέρεσι, κρημνοῖς ἀποτόμοις σφόδρα καὶ τὸ πλέον ἀβάτοις, ἐν μέσῳ κοῖλον καὶ εὔγεων πεδίον εἰς αὐλῶνας πλείους διῃρημένον·
这一地区位于托罗斯山脉的高处,被极其险峻且大都无法通行的悬崖包围,中间是一个分成数个山谷的凹陷而肥沃的平原;他们耕种这片土地,居住在上方俯瞰的崖壁或洞穴中。
τοῦτο δὲ γεωργοῦντες ᾤκουν ἐν ταῖς ὑπερκειμέναις ὀφρύσιν ἢ σπηλαίοις, τὰ πολλὰ δʼ ἔνοπλοι ἦσαν καὶ κατέτρεχον τὴν ἀλλοτρίαν ἔχοντες ὄρη τειχίζοντα τὴν χώραν αὐτῶν.
他们大都武装起来,倚仗着守卫他们国土的山岭,去袭击他人的土地。