Humanitext Reader

斯特拉波 · 地理学 §12.4.6-12.4.10

埃塞波斯河边界与内陆比提尼亚诸城

第 394 段,共 577 段 · 希腊语

内容简介

斯特拉波根据荷马史诗讨论了特洛伊与米西亚在埃塞波斯河处的古代边界,指出后来的领土变迁,并介绍了比提尼亚内陆城市(如比提尼翁和尼凯亚)的地理与历史。

§12.4.6καὶ τὸν Αἴσηπον δὲ τῶν Μυσῶν ὅριον παραδίδωσιν αὐτὸς ὁ ποιητής· τὴν γὰρ ὑπὲρ τοῦ Ἰλίου παρώρειαν τῆς Τροίας καταλέξας τὴν ὑπʼ Αἰνείᾳ ἣν Δαρδανίαν ἐκάλεσε, τίθησιν ἐφεξῆς πρὸς ἄρκτον καὶ τὴν Λυκίαν τὴν ὑπὸ Πανδάρῳ ἐν ᾗ ἡ Ζέλεια· καὶ φησίν " οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο Τρῶες.
诗人(荷马)自己也把埃塞波斯河作为米西亚人的边界;因为在列举了阿涅阿斯统辖下的、伊利翁上方的特洛伊山麓(他称之为达尔达尼亚)之后,他接着向北放置了潘达罗斯统辖下的吕基亚,其中有泽雷亚;他说: “那些居住在泽雷亚、位于意达山最下方山脚下的人,他们富有,饮用埃塞波斯河的黑色泉水,他们是特洛伊人。
" τῇ δὲ Ζελείᾳ ὑποπέπτωκε πρὸς θαλάττῃ ἐπίταδε τοῦ Αἰσήπου τὸ τῆς Ἀδραστείας πεδίον καὶ Τήρεια καὶ ἡ Πιτύα καὶ καθόλου ἡ νῦν Κυζικηνὴ ἡ πρὸς Πριάπῳ ἣν ἐφεξῆς καταλέγει, εἶτα ἀνακάμπτει πάλιν ἐπὶ τὰ πρὸς ἕω μέρη καὶ τὰ ἐπέκεινα, ὥστε ἐμφαίνει τὴν μέχρι Αἰσήπου πέρας ἡγούμενος τῆς Τρῳάδος τὸ ἀρκτικὸν καὶ ἑῷον.
” 在泽雷亚下方,朝着大海方向,在埃塞波斯河的这一侧,是阿德拉斯泰亚平原、德雷亚和皮提亚,总的来说,就是他接下来列出的靠近普里阿波斯的现在的基济科斯领地;然后他再次折回到东部地区及其以外的地方,因此他表明他认为特洛伊的北部和东部界限一直延伸到埃塞波斯河。
ἀλλὰ μὴν μετά γε τὴν Τρῳάδα ἡ Μυσία ἐστὶ καὶ ὁ Ὄλυμπος.
然而,在特洛伊之后是米西亚和奥林匹斯山。
ἡ μὲν οὖν παλαιὰ μνήμη τοιαύτην τινὰ ὑπαγορεύει τὴν τῶν ἐθνῶν θέσιν.
因此,古老的记忆暗示了诸民族的这样一种布局。
αἱ δὲ νῦν μεταβολαὶ τὰ πολλὰ ἐξήλλαξαν, ἄλλοτʼ ἄλλων ἐπικρατούντων καὶ τὰ μὲν συγχεόντων τὰ δὲ διασπώντων.
但现在的变化改变了大多数事情,不同的人在不同时期占统治地位,有的使之混乱,有的使之分裂。
καὶ γὰρ Φρύγες ἐπεκράτησαν καὶ Μυσοὶ μετὰ τὴν Τροίας ἅλωσιν, εἶθʼ ὕστερον Λυδοὶ καὶ μετʼ ἐκείνων Αἰολεῖς καὶ Ἴωνες, ἔπειτα Πέρσαι καὶ Μακεδόνες, τελευταῖοι δὲ Ῥωμαῖοι, ἐφʼ ὧν ἤδη καὶ τὰς διαλέκτους καὶ τὰ ὀνόματα ἀποβεβλήκασιν οἱ πλεῖστοι, γεγονότος ἑτέρου τινὸς μερισμοῦ τῆς χώρας, οὗ μᾶλλον φροντίσαι δεῖ τὰ νῦν οἷʼ ἔστι λέγοντας, τῇ δὲ ἀρχαιολογίᾳ μετρίως προσέχοντας.
因为在特洛伊陷落后,弗里吉亚人和米西亚人占了上风,后来是吕底亚人,以及与他们在一起的埃奥利斯人和爱奥尼亚人,接着是波斯人和马其顿人,最后是罗马人,在罗马人统治下,大多数人现在已经失去了他们的方言和名称,因为该地区发生了另一种划分,描述现在状况的人必须更多地关注这种划分,而对古代历史给予适度的注意。
§12.4.7ἐν δὲ τῇ μεσογαίᾳ τῆς Βιθυνίας τό τε Βιθύνιον ἔστιν ὑπερκείμενον τοῦ Τιείου καὶ ἔχον τὴν περὶ Σάλωνα χώραν ἀρίστην βουβοσίοις, ὅθεν ἐστὶν ὁ Σαλωνίτης τυρός, καὶ Νίκαια ἡ μητρόπολις τῆς Βιθυνίας ἐπὶ τῇ Ἀσκανίᾳ λίμνῃ (περίκειται δὲ κύκλῳ πεδίον μέγα καὶ σφόδρα εὔδαιμον, οὐ πάνυ δὲ ὑγιεινὸν τοῦ θέρους), κτίσμα Ἀντιγόνου μὲν πρῶτον τοῦ Φιλίππου, ὃς αὐτὴν Ἀντιγόνειαν προσεῖπεν, εἶτα Λυσιμάχου, ὃς ἀπὸ τῆς γυναικὸς μετωνόμασε Νίκαιαν· ἦν δʼ αὕτη θυγάτηρ Ἀντιπάτρου.
在比提尼亚的内陆是比提尼翁,它位于蒂埃翁之上,拥有萨罗纳周围的土地,那里最适合放牧牛群,萨罗纳奶酪便产自该地;还有尼凯亚,比提尼亚的母都市,坐落在阿斯卡尼亚湖畔(周围是一片辽阔且极其富饶的平原,但夏天并不十分健康),它最初由菲力浦之子安提戈诺斯创建,他称之为安提戈内亚,后来由利西马科斯以其妻子的名字改名为尼凯亚,她是安提帕特之女。
ἔστι δὲ τῆς πόλεως ἑκκαιδεκαστάδιος ὁ περίβολος ἐν τετραγώνῳ σχήματι· ἔστι δὲ καὶ τετράπυλος ἐν πεδίῳ κείμενος ἐρρυμοτομημένος πρὸς ὀρθὰς γωνίας, ὥστʼ ἀφʼ ἑνὸς λίθου κατὰ μέσον ἱδρυμένου τὸ γυμνάσιον τὰς τέτταρας ὁρᾶσθαι πύλας.
该城的周长为十六斯塔迪翁,呈正方形;它还设有四个城门,坐落在平原上,街道规划呈直角,因此从设在体育馆中央的一块石头处可以看见全部四个城门。
μικρὸν δʼ ὑπὲρ τῆς Ἀσκανίας λίμνης Ὀτροία πολίχνη, πρὸς τοῖς ὅροις ἤδη τῆς Βιθυνίας τοῖς πρὸς ἕω· εἰκάζουσι δʼ ἀπὸ Ὀτρέως Ὀτροίαν καλεῖσθαι.
在阿斯卡尼亚湖稍上方是小镇奥特罗亚,靠近比提尼亚的东部边界;他们推测该地是以奥特雷乌斯的名字命名为奥特罗亚。
§12.4.8ὅτι δʼ ἦν κατοικία Μυσῶν ἡ Βιθυνία πρῶτον μαρτυρήσει Σκύλαξ ὁ Καρυανδεὺς φήσας περιοικεῖν τὴν Ἀσκανίαν λίμνην Φρύγας καὶ Μυσούς, ἔπειτα Διονύσιος ὁ τὰς κτίσεις συγγράψας, ὃς τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενά, ἃ νῦν Θρᾴκιος Βόσπορος καλεῖται, πρότερόν φησι Μύσιον Βόσπορον προσαγορεύεσθαι·
至于比提尼亚最初是米西亚人的定居地,卡里安达的斯库拉克斯将首先作证,他说弗里吉亚人和米西亚人居住在阿斯卡尼亚湖周围;其次是撰写建城史的狄奥尼修斯,他说迦克墩和拜占庭之间的海峡(现在被称为色雷斯博斯普鲁斯海峡)以前被称为米西亚博斯普鲁斯海峡。
τοῦτο δʼ ἄν τις καὶ τοῦ Θρᾷκας εἶναι τοὺς Μυσοὺς μαρτύριον θείη·
这也可以作为米西亚人是色雷斯人的证据。
ὅ τε Εὐφορίων " Μυσοῖο παρʼ ὕδασιν Ἀσκανίοιο " λέγων, καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος " οἳ καὶ ἐπʼ Ἀσκανίων δώματʼ ἔχουσι ῥοῶν λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν, ἔνθα Δολίων υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης " τὸ αὐτὸ ἐκμαρτυροῦσιν, οὐδαμοῦ τῆς Ἀσκανίας λίμνης εὑρισκομένης ἀλλʼ ἐνταῦθα μόνον.
欧福里翁说“在米西亚的阿斯卡尼奥斯水边”,埃托利亚的亚历山大说“他们也在阿斯卡尼奥斯的水流上、在阿斯卡尼亚湖畔拥有住宅,在那里,西勒诺斯和梅利亚之子多利翁定居下来”,他们都证明了同样的事实,因为阿斯卡尼亚湖除此处之外在别处找不到。
§12.4.9ἄνδρες δʼ ἀξιόλογοι κατὰ παιδείαν γεγόνασιν ἐν τῇ Βιθυνίᾳ Ξενοκράτης τε ὁ φιλόσοφος καὶ Διονύσιος ὁ διαλεκτικὸς καὶ Ἵππαρχος καὶ Θεοδόσιος καὶ οἱ παῖδες αὐτοῦ μαθηματικοὶ Κλεοχάρης τε ῥήτωρ ὅ Μυρλεανὸς Ἀσκληπιάδης ἰατρός ὁ Προυσιεύς.
在比提尼亚,因其学识而闻名的人物有:哲学家克塞诺克拉底、辩证学者狄奥尼修斯、喜帕恰斯、狄奥多西及其作为数学家的儿子们、米尔雷亚的修辞学家克莱奥哈雷斯、以及普鲁西阿斯的医生阿斯克勒庇阿德斯。
§12.4.10πρὸς νότον δʼ εἰσὶ τοῖς Βιθυνοῖς οἱ περὶ τὸν Ὄλυμπον Μυσοὶ (οὓς Ὀλυμπηνοὺς καλοῦσί τινες, οἱ δʼ Ἑλλησποντίους) καὶ ἡ ἐφʼ Ἑλλησπόντῳ Φρυγία, τοῖς δὲ Παφλαγόσι Γαλάται· ἀμφοτέρων τε τούτων ἔτι πρὸς νότον ἡ μεγάλη Φρυγία καὶ Λυκαονία μέχρι τοῦ Ταύρου τοῦ Κιλικίου καὶ τοῦ Πισιδικοῦ.
在比提尼亚人的南面是奥林匹斯山周围的米西亚人(有人称他们为奥林佩尼人,也有人称他们为赫勒斯滂人)和赫勒斯滂弗里吉亚,在帕夫拉戈尼亚人的南面是加拉太人;在这两者的更南面是大弗里吉亚和吕考尼亚,一直延伸到基利家和皮西迪亚的托罗斯山脉。
ἐπεὶ δὲ τὰ τῇ Παφλαγονίᾳ συνεχῆ παράκειται τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ καὶ τοῖς ἤδη περιωδευμένοις ἔθνεσιν, οἰκεῖον ἂν εἴη τὰ τούτοις γειτονοῦντα μέρη προσαποδοῦναι πρῶτον, ἔπειτα τοὺς ἑξῆς τόπους παραδεῖξαι.
由于与帕夫拉戈尼亚相连的地区紧邻波恩图斯海、卡帕多奇亚以及已经介绍过的民族,首先阐明与这些地区相邻的部分,然后再指出接下来的地方,将是合适的。

词汇与语法注释

  1. §12.4.6ὑπαὶ πόδα νείατον Ἴδης — 引自荷马。介词 ὑπαί 是 ὑπό 的诗体变体。νείατον 是形容词 νίατος(最下方的,最低的)的单数宾格,修饰 πόδα(山脚)。
  2. §12.4.6ἐπίταδε τοῦ Αἰσήπου — 副词 ἐπίταδε(在这一侧,在手前)支配属格 τοῦ Αἰσήπου,起前置词作用。这里指从西侧(特洛伊方向)来看,在埃塞波斯河的这一侧(手前)。
  3. §12.4.7ἐρρυμοτομημένος — 动词 ῥυμοτομέω(规划街道)的现在/完了被动分词。说明尼凯亚是基于直角相交的网格规划(如希波达莫斯式都市计划)进行规则设计的。
  4. §12.4.8τοῦ Θρᾷκας εἶναι τοὺς Μυσοὺς — 带属格冠词的不定式从句。作为名词 μαρτύριον 的同位语(或同位属格),解释证据的内容,即“米西亚人是色雷斯人”。
  5. §12.4.10τοῖς Βιθυνοῖς — 表示基准点的与格。意为“对于比提尼亚人而言(在南方)”,即表达“在比提尼亚人以南”的空间方位关系。

引用这一段

斯特拉波, 地理学 §12.4.6-12.4.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.4.6-12.4.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。