Humanitext Reader

斯特拉波 · 地理学 §12.3.9-12.3.10

巴夫拉戈尼亚的边界与阿马斯特里斯沿海

第 381 段,共 577 段 · 希腊语

内容简介

斯特拉波阐述了巴夫拉戈尼亚的地理边界,以及米特里达特统治下蓬托斯地区的内陆与沿海划分,随后详细描述了阿马斯特里斯等沿海城市及卡兰比斯岬角等地理特征。

§12.3.9τοὺς δὲ Παφλαγόνας πρὸς ἕω μὲν ὁρίζει ὁ Ἅλυς ποταμός "ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίει" κατὰ τὸν Ἡρόδοτον "ἐς τὸν Εὔξεινον καλεόμενον πόντον," Σύρους λέγοντα τοὺς Καππάδοκας·
在东面,巴夫拉戈尼亚人以哈律斯河为界。 据希罗多德记载,这条河“自南方流来,在叙利亚人与巴夫拉戈尼亚人之间注入被称为厄克辛的陆间海”,而他所说的叙利亚人是指卡帕多西亚人。
καὶ γὰρ ἔτι καὶ νῦν Λευκόσυροι καλοῦνται, Σύρων καὶ τῶν ἔξω τοῦ Ταύρου λεγομένων· κατὰ δὲ τὴν πρὸς τοὺς ἐντὸς τοῦ Ταύρου σύγκρισιν, ἐκείνων ἐπικεκαυμένων τὴν χρόαν τούτων δὲ μή, τοιαύτην τὴν ἐπωνυμίαν γενέσθαι συνέβη·
因为确实直到今天,他们仍被称为“白叙利亚人”;这是因为,虽然被称为叙利亚人的是托罗斯山脉以外的人,但与托罗斯山脉以内的人相比,由于前者皮肤被晒黑而后者没有,因而碰巧得到了这样一个称号。
καὶ Πίνδαρός φησιν ὅτι αἱ Ἀμαζόνες " Σύριον εὐρυαίχμαν δίεπον στρατόν, " τὴν ἐν τῇ Θεμισκύρᾳ κατοικίαν οὕτω δηλῶν.
品达也说亚马逊人“统率着一支使用宽矛的叙利亚军队”,以此指代她们在塞弥斯库拉的定居地。
ἡ δὲ Θεμίσκυρά ἐστιν τῶν Ἀμισηνῶν, αὕτη δὲ Λευκοσύρων τῶν μετὰ τὸν Ἅλυν.
而塞弥斯库拉属于阿米苏斯人的领地,此地则属于哈律斯河之后的白叙利亚人。
πρὸς ἕω μὲν τοίνυν ὁ Ἅλυς ὅριον τῶν Παφλαγόνων, πρὸς νότον δὲ Φρύγες καὶ οἱ ἐποικήσαντες Γαλάται, πρὸς δύσιν δὲ Βιθυνοὶ καὶ Μαριανδυνοί (τὸ γὰρ τῶν Καυκώνων γένος ἐξέφθαρται τελέως πάντοθεν), πρὸς ἄρκτον δὲ ὁ Εὔξεινος ἔστι.
因此,东面哈律斯河是巴夫拉戈尼亚人的边界,南面是弗里吉亚人和移居于此的加拉太人,西面是比提尼亚人和马里安杜尼人(因为考科内斯人的部族已从各地完全消亡),北面是厄克辛海。
τῆς δὲ χώρας ταύτης διῃρημένης εἴς τε τὴν μεσόγαιαν καὶ τὴν ἐπὶ θαλάττῃ διατείνουσαν ἀπὸ τοῦ Ἅλυος μέχρι Βιθυνίας, ἑκατέραν τὴν μὲν παραλίαν ἕως τῆς Ἡρακλείας εἶχεν ὁ Εὐπάτωρ, τῆς δὲ μεσογαίας τὴν μὲν ἐγγυτάτω ἔσχεν, ἧς τινα καὶ πέραν τοῦ Ἅλυος διέτεινε (καὶ μέχρι δεῦρο τοῖς Ῥωμαίοις ἡ Ποντικὴ ἐπαρχία ἀφώρισται), τὰ λοιπὰ δʼ ἦν ὑπὸ δυνάσταις καὶ μετὰ τὴν Μιθριδάτου κατάλυσιν.
这片土地被分为内陆地区和从哈律斯河延伸到比提尼亚的沿海地区,尤帕托尔拥有直至赫拉克利亚的沿海地区,而在内陆地区中,他拥有最靠近他的部分,其中一部分甚至延伸到哈律斯河以外(直至今日,罗马人的蓬托斯行省边界仍被这样划分),而其余部分在米特里达特灭亡后仍处于地方统治者控制之下。
περὶ μὲν δὴ τῶν ἐν τῇ μεσογαίᾳ Παφλαγόνων ἐροῦμεν ὕστερον τῶν μὴ ὑπὸ τῷ Μιθριδάτῃ, νῦν δὲ πρόκειται τὴν ὑπʼ ἐκείνῳ χώραν, κληθεῖσαν δὲ Πόντον, διελθεῖν.
关于不在米特里达特统治下的内陆巴夫拉戈尼亚人,我们将在以后进行论述,但现在我们的任务是详细考察曾在他统治下的、被称为蓬托斯的土地。
§12.3.10μετὰ δὴ τὸν Παρθένιον ποταμὸν ἔστιν Ἄμαστρις ὁμώνυμος τῆς συνῳκικυίας πόλις· ἵδρυται δʼ ἐπὶ χερρονήσου λιμένας ἔχουσα τοῦ ἰσθμοῦ ἑκατέρωθεν·
在帕尔特尼乌斯河之后是阿马斯特里斯,这是一座与建立它的女性同名的城市;它坐落在一个半岛上,在地峡的两侧都拥有港口。
ἦν δʼ ἡ Ἄμαστρις γυνὴ μὲν Διονυσίου τοῦ Ἡρακλείας τυράννου, θυγάτηρ δὲ Ὀξυάθρου τοῦ Δαρείου ἀδελφοῦ τοῦ κατὰ Ἀλέξανδρον.
阿马斯特里斯是赫拉克利亚僭主狄奥尼修斯的妻子,也是与亚历山大同代的达里乌斯的兄弟奥克西阿特雷斯的女儿。
ἐκείνη μὲν οὖν ἐκ τεττάρων κατοικιῶν συνῴκισε τὴν πόλιν, ἔκ τε Σησάμου καὶ Κυτώρου καὶ Κρώμνης (ὧν καὶ Ὅμηρος μέμνηται ἐν τῷ Παφλαγονικῷ διακόσμῳ), τετάρτης δὲ τῆς Τίου· ἀλλʼ αὕτη μὲν ταχὺ ἀπέστη τῆς κοινωνίας, αἱ δὲ ἄλλαι συνέμειναν, ὧν ἡ Σήσαμος ἀκρόπολις τῆς Ἀμάστρεως λέγεται.
因此,她通过合并四个定居点建立了这座城市,即塞萨穆斯、屈托鲁斯、克罗姆纳(荷马在巴夫拉戈尼亚的船名录中也提到了这些地方),以及第四个蒂乌斯;但后者很快退出了这一联盟,而其他地方则保持在一起,其中塞萨穆斯被称为阿马斯特里斯的卫城。
τὸ δὲ Κύτωρον ἐμπόριον ἦν ποτε Σινωπέων, ὠνόμασται δʼ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός, ὡς Ἔφορός φησι.
屈托鲁斯曾是西诺普人的贸易港,据埃福罗斯说,它是以弗里克索斯之子屈托鲁斯的名字命名的。
πλείστη δὲ καὶ ἀρίστη πύξος φύεται κατὰ τὴν Ἀμαστριανήν, καὶ μάλιστα περὶ τὸ Κύτωρον.
在阿马斯特里斯的领土上生长着最多且最好的黄杨木,尤其是在屈托鲁斯周围。
ὁ δὲ Αἰγιαλὸς ἔστι μὲν ᾐὼν μακρὰ πλειόνων ἢ ἑκατὸν σταδίων, ἔχει δὲ καὶ κώμην ὁμώνυμον, ἧς μέμνηται ὁ ποιητὴς ὅταν φῇ " Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
而艾吉亚洛斯是一条长达一百多斯塔德的长海岸,也有一个同名的村庄,诗人说“克罗姆纳、艾吉亚洛斯以及高耸的埃里蒂尼”时就提到了它。
" γράφουσι δέ τινες " Κρῶμναν Κωβίαλόν τε.
但也有人写作“克罗姆纳和科比亚洛斯”。
" Ἐρυθίνους δὲ λέγεσθαί φασι τοὺς νῦν Ἐρυθρίνους ἀπὸ τῆς χρόας· δύο δʼ εἰσὶ σκόπελοι.
他们说,埃里蒂尼因其颜色而被称为现在的埃里特里尼;它们是两块礁石。
μετὰ δὲ Αἰγιαλὸν Κάραμβις, ἄκρα μεγάλη πρὸς τὰς ἄρκτους ἀνατεταμένη καὶ τὴν Σκυθικὴν χερρόνησον.
在艾吉亚洛斯之后是卡兰比斯,这是一个向北和向斯基泰半岛延伸的巨大岬角。
ἐμνήσθημεν δʼ αὐτῆς πολλάκις καὶ τοῦ ἀντικειμένου αὐτῇ Κριοῦ μετώπου, διθάλαττον ποιοῦντος τὸν Εὔξεινον πόντον.
我们曾多次提到它以及与之相对的克里乌梅托蓬岬,它们将厄克辛海分为两个海区。
μετὰ δὲ Κάραμβιν Κίνωλις καὶ Ἀντικίνωλις καὶ Ἀβώνου τεῖχος πολίχνιον, καὶ Ἀρμένη ἐφʼ ᾗ παροιμιάζονται " ὅστις ἔργον οὐδὲν εἶχεν Ἀρμένην ἐτείχισεν.
在卡兰比斯之后是奇诺利斯、安蒂奇诺斯以及小镇阿波努斯堡,还有阿美内,人们用谚语说:“无事可做的人筑起了阿美内的城墙。
" ἔστι δὲ κώμη τῶν Σινωπέων ἔχουσα λιμένα.
”这是一个西诺普人的村庄,拥有一个港口。

词汇与语法注释

  1. 12.3.9Σύρους λέγοντα τοὺς Καππάδοκας — 现在分词宾格 `λέγοντα` 与前文的 `Ἡρόδοτον`(宾格)一致,意为“(希罗多德)指称……”。其中 `Σύρους` 作宾格补足语,`τοὺς Καππάδοκας` 作直接宾语,用以解释希罗多德所说的“叙利亚人”实际上是指卡帕多西亚人。
  2. 12.3.9ἑκατέραν — 阴性单数宾格 `ἑκατέραν` 指代前文属格独立结构(`τῆς δὲ χώρας ταύτης διῃρημένης...`)中被二分的两个区域的“每一个”。语法上虽本应使用属格 `ἑκατέρας`,但此处作为宾格独立结构,或作为后续直接宾语 `τὴν μὲν παραλίαν` 等的先取同位语发挥功能。
  3. 12.3.10τῆς συνῳκικυίας — 阴性属格单数的完成时主动分词,名词性用法,指代“合并创建(该城)的女性(阿马斯特里斯)”。因受前接形容词 `ὁμώνυμος`(意为“与……同名”)的支配而使用属格。

引用这一段

斯特拉波, 地理学 §12.3.9-12.3.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.9-12.3.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。