Humanitext Reader

斯特拉波 · 地理学 §12.3.38-12.3.39

法泽莫尼蒂斯地区与故乡阿马西亚的地势

第 391 段,共 577 段 · 希腊语

内容简介

斯特拉波介绍了波恩图斯剩余地区法泽莫尼蒂斯的地形与历史,接着详细描述了他的故乡阿马西亚,重点展示其险要的要塞地形、城墙、水源以及周边广阔的领土。

§12.3.38λείπεται δὲ τοῦ Πόντου μεταξὺ ταύτης τε τῆς χώρας καὶ τῆς Ἀμισηνῶν καὶ Σινωπέων, πρός τε τὴν Καππαδοκίαν συντείνοντα καὶ Γαλάτας καὶ Παφλαγόνας.
波恩图斯所剩的部分位于该地区与阿米索斯人和锡诺普人的地区之间,并向卡帕多细亚、加拉太和帕夫拉戈尼亚延伸。
μετὰ μὲν οὖν τὴν Ἀμισηνῶν μέχρι τοῦ Ἅλυος ἡ Φαζημωνῖτις ἔστιν, ἣν Πομπήιος Νεαπολῖτιν ὠνόμασε κατὰ Φαζημῶνα κώμην, ἀποδείξας τὴν κατοικίαν καὶ προσαγορεύσας Νεάπολιν.
在阿米索斯人的地区之后,直到哈里斯河,是法泽莫尼蒂斯,庞培根据法泽蒙村将其命名为尼阿波利蒂斯,并宣布该定居点为城市,称其为尼阿波利斯。
ταύτης δὲ τῆς χώρας τὸ μὲν προσάρκτιον πλευρὸν ἡ Γαζηλωνῖτις συγκλείει καὶ ἡ τῶν Ἀμισηνῶν, τὸ δὲ ἑσπέριον ὁ Ἅλυς, τὸ δʼ ἑῷον ἡ Φανάροια, τὸ δὲ λοιπὸν ἡ ἡμετέρα χώρα ἡ τῶν Ἀμασέων, πολὺ πασῶν πλείστη καὶ ἀρίστη.
在这片土地中,北侧由加泽洛尼蒂斯和阿米索斯人的土地所封闭,西侧是哈里斯河,东侧是法纳罗亚,其余部分则是我们的地方,即阿马西亚人的土地,它是所有土地中最大且最肥沃的。
τὸ μὲν οὖν πρὸς τῇ Φαναροίᾳ μέρος τῆς Φαζημωνίτιδος λίμνη κατέχει πελαγία τὸ μέγεθος ἡ Στιφάνη καλουμένη, πολύοψος καὶ κύκλῳ νομὰς ἀφθόνους ἔχουσα καὶ παντοδαπάς· ἐπίκειται δʼ αὐτῇ φρούριον ἐρυμνὸν ἔρημον νῦν Ἰκίζαρι, καὶ πλησίον βασίλειον κατεσκαμμένον· ἡ δὲ λοιπὴ ψιλὴ τὸ πλέον καὶ σιτοφόρος χώρα.
法泽莫尼蒂斯靠近法纳罗亚的部分,被一个名为斯蒂法内的、面积如海般巨大的湖泊所占据,湖中鱼类丰富,周围有充足且种类繁多的牧场;湖上坐落着一座如今已被废弃的险要要塞伊基扎里,附近还有一座已被摧毁的王宫;其余的大部分是无树的产粮区。
ὑπέρκειται δὲ τῆς τῶν Ἀμασέων τά τε θερμὰ ὕδατα τῶν Φαζημωνιτῶν ὑγιεινὰ σφόδρα, καὶ τὸ Σαγύλιον ἐπὶ ὄρους ὀρθίου καὶ ὑψηλοῦ πρὸς ὀξεῖαν ἀνατείνοντος ἄκραν ἔρυμα ἱδρυμένον ἔχον καὶ ὑδρεῖον δαψιλές, ὃ νῦν ὠλιγώρηται, τοῖς δὲ βασιλεῦσιν ἦν χρήσιμον εἰς πολλά.
在阿马西亚人的土地之上,有法泽莫尼蒂斯人非常有利于健康的温泉,以及坐落在一座高耸险峻、直插云霄的孤峰之上的萨吉利翁要塞,该要塞拥有充足的水源,虽然现在已被废弃,但过去对国王们在许多方面都非常有用。
ἐνταῦθα δὲ ἑάλω καὶ διεφθάρη ὑπὸ τῶν Φαρνάκου τοῦ βασιλέως παίδων Ἀρσάκης, δυναστεύων καὶ νεωτερίζων, ἐπιτρέψαντος οὐδενὸς τῶν ἡγεμόνων· ἑάλω δὲ οὐ βίᾳ τοῦ ἐρύματος ληφθέντος ὑπὸ Πολέμωνος καὶ Λυκομήδους, βασιλέων ἀμφοῖν, ἀλλὰ λιμῷ· ἀνέφυγε γὰρ εἰς τὸ ὄρος παρασκευῆς χωρὶς εἰργόμενος τῶν πεδίων, εὗρε δὲ καὶ τὰ ὑδρεῖα ἐμπεφραγμένα πέτραις ἠλιβάτοις· οὕτω γὰρ διετέτακτο Πομπήιος, κατασπᾶν κελεύσας τὰ φρούρια καὶ μὴ ἐᾶν χρήσιμα τοῖς ἀναφεύγειν εἰς αὐτὰ βουλομένοις λῃστηρίων χάριν.
在这里,阿尔萨息在没有得到任何罗马统治者许可的情况下,自行割据并企图反叛,最终被国王法尔纳克斯的儿子们捕获并处死;他的被捕并不是因为要塞被波莱蒙和吕科墨得斯两位国王强行攻破,而是因为饥饿;因为他毫无准备地逃往山上,被阻隔在平原之外,而且他还发现水源被高耸的岩石堵塞了;因为庞培曾下达过这样的命令,要求拆毁要塞,不让那些企图逃入其中进行劫掠的人利用它们。
ἐκεῖνος μὲν οὖν οὕτω διέταξε τὴν Φαζημωνῖτιν, οἱ δʼ ὕστερον βασιλεῦσι καὶ ταύτην ἔνειμαν.
庞培当时对法泽莫尼蒂斯作出了如此处置,但后来的统治者将这里也分给了国王们。
§12.3.39ἡ δʼ ἡμετέρα πόλις κεῖται μὲν ἐν φάραγγι βαθείᾳ καὶ μεγάλῃ, διʼ ἧς ὁ Ἶρις φέρεται ποταμός, κατεσκεύασται δὲ θαυμαστῶς προνοίᾳ τε καὶ φύσει, πόλεως τε ἅμα καὶ φρουρίου παρέχεσθαι χρείαν δυναμένη·
我们的城市坐落在一个深邃而巨大的峡谷中,伊里斯河从峡谷中流过。 无论是自然环境还是人为规划,它的建造都令人惊叹,能够同时满足城市和要塞的需求。
πέτρα γὰρ ὑψηλὴ καὶ περίκρημνος κατερρωγυῖα ἐπὶ τὸν ποταμόν, τῇ μὲν ἔχουσα τὸ τεῖχος ἐπὶ τῷ χείλει τοῦ ποταμοῦ καθʼ ὃ ἡ πόλις συνῴκισται, τῇ δʼ ἀνατρέχον ἑκατέρωθεν ἐπὶ τὰς κορυφάς· δύο δʼ εἰσὶ συμφυεῖς ἀλλήλαις πεπυργωμέναι παγκάλως· ἐν δὲ τῷ περιβόλῳ τούτῳ βασίλειά τʼ ἐστὶ καὶ μνήματα βασιλέων· αἱ κορυφαὶ δʼ ἔχουσιν αὐχένα παντάπασι στενόν, πέντε ἢ ἓξ σταδίων ἑκατέρωθεν τὸ ὕψος ἀπὸ τῆς ποταμίας ἀναβαίνοντι καὶ τῶν προαστείων· ἀπὸ δὲ τοῦ αὐχένος ἐπὶ τὰς κορυφὰς ἄλλη σταδιαία λείπεται πρόσβασις ὀξεῖα καὶ πάσης βίας κρείττων· ἔχει δὲ καὶ ὑδρεῖα ἐντὸς ἀναφαίρετα, συρίγγων τετμημένων δυεῖν, τῆς μὲν ἐπὶ τὸν ποταμὸν τῆς δʼ ἐπὶ τὸν αὐχένα· ἐπέζευκται δὲ γέφυρα τῷ ποταμῷ μία μὲν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον, ἄλλη δʼ ἀπὸ τοῦ προαστείου πρὸς τὴν ἔξω χώραν· κατὰ γὰρ τὴν γέφυραν ταύτην ἀπολήγει τὸ ὄρος τὸ τῆς πέτρας ὑπερκείμενον.
因为有一块高耸险峻的巨石,直劈入河中,其一侧的城墙位于建有城市的河岸边,另一侧则从两边向上延伸至山顶;有两个自然相连的山顶,上面建有精美的塔楼;在这个城墙圈内有王宫和国王们的陵墓;这些山顶有一个极其狭窄的颈部,对于从河流和郊区攀登的人来说,两边的高度有五到六斯塔迪翁;从这个颈部到山顶,还剩下一条一斯塔迪翁长的陡峭攀登通道,非任何武力所能攻破;它内部还拥有无法被夺取的水源,通过两条开凿的地下通道,一条通往河流,另一条通往颈部;河上架有两座桥,一座从城市通往郊区,另一座从郊区通往外面的土地;因为在这第二座桥的地方,位于巨石上方的山脉便终止了。
αὐλὼν δʼ ἐστὶν ἀπὸ τοῦ ποταμοῦ διήκων οὐ πλατὺς τὸ πρῶτον τελέως, ἔπειτα πλατύνεται καὶ ποιεῖ τὸ Χιλιόκωμον καλούμενον πεδίον· εἶθʼ ἡ Διακοπηνὴ καὶ ἡ Πιμωλισηνὴ χώρα πᾶσα εὐδαίμων μέχρι τοῦ Ἅλυος.
从河流延伸出一条最初并不宽阔的谷地,随后变宽,形成了被称为千村的平原;接着是迪亚科佩ne和整个皮莫利塞内地区,直到哈里斯河都是肥沃的土地。
ταῦτα μὲν τὰ ἀρκτικὰ μέρη τῆς τῶν Ἀμασέων χώρας, μῆκος ὅσον πεντακοσίων σταδίων· ἔπειθʼ ἑξῆς ἡ λοιπὴ πολὺ ταύτης ἐπιμηκεστέρα μέχρι τοῦ Βαβανόμου καὶ τῆς Ξιμήνης, ἥπερ καὶ αὐτὴ καθήκει μέχρι πρὸς τὸν Ἅλυν· τοῦτο μὲν δὴ τὸ μῆκος, πλάτος δὲ τὸ ἀπὸ τῶν ἄρκτων πρὸς νότον ἐπί τε τὴν Ζηλῖτιν καὶ τὴν μεγάλην Καππαδοκίαν μέχρι τῶν Τροκμῶν.
这些是阿马西亚人土地的北部,长度约为五百斯塔迪翁;紧接着的其余部分比这长得多,一直延伸到巴巴诺莫斯和克西梅内,后者本身也一直延伸到哈里斯河附近;这就是它的长度,而宽度则是从北向南,延伸到泽利蒂斯和直至托罗克摩伊人边界的大卡帕多细亚。
εἰσὶ δʼ ἐν τῇ Ξιμήνῃ ἅλαι ὀρυκτῶν ἁλῶν, ἀφʼ ὧν εἰκάζουσιν εἰρῆσθαι Ἅλυν τὸν ποταμόν.
在克西梅内有矿盐开采场,人们据此推测哈里斯河的名字由此而来。
ἔστι δὲ καὶ ἐρύματα πλείω κατεσκαμμένα ἐν τῇ ἡμετέρᾳ χώρᾳ καὶ ἔρημος γῆ πολλὴ διὰ τὸν Μιθριδατικὸν πόλεμον.
在我们的土地上,还有几处因米特里达梯战争而被摧毁的要塞和许多荒废的土地。
ἔστι μέντοι πᾶσα μὲν εὔδενδρος, ἡ δʼ ἱππόβοτος καὶ τοῖς ἄλλοις θρέμμασι πρόσφορος· ἅπασα δʼ οἰκήσιμος καλῶς.
然而,这里树木茂盛,适合牧马和其他牲畜;整片土地都非常适宜居住。
ἐδόθη δὲ καὶ ἡ Ἀμάσεια βασιλεῦσι, νῦν δʼ ἐπαρχία ἐστί.
阿马西亚也曾被赐予国王们,但现在是一个省。

词汇与语法注释

  1. §12.3.38τοῦ Πόντου — 部分属格,表示“波恩图斯剩余的部分”,作动词 `λείπεται`(剩余)的实际主语。
  2. §12.3.38ἐπιτρέψαντος οὐδενὸς τῶν ἡγεμόνων — 属格独立结构,表示让步或伴随状况,指出阿尔萨息在未获得任何罗马统治者许可的情况下企图反叛的状况。
  3. §12.3.39συρίγγων τετμημένων δυεῖν — 表示手段或方式的属格结构(或属格独立)。`δυεῖν` 是数词 `δύο`(二)的双数属格形式,指山顶内开凿的两条地下通道。

引用这一段

斯特拉波, 地理学 §12.3.38-12.3.39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.38-12.3.39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。