Humanitext Reader

斯特拉波 · 地理学 §12.3.29-12.3.31

毕索德里斯的家系与法纳罗亚地区

第 388 段,共 577 段 · 希腊语

内容简介

作者介绍了小亚美尼亚统治者毕索德里斯的出身与家系,接着描绘了其领土法纳罗亚平原的地理特征、凯农堡要塞以及法尔纳克斯之门神庙的情况。

§12.3.29τὴν μὲν οὖν μικρὰν Ἀρμενίαν ἄλλοτʼ ἄλλων ἐχόντων, ὡς ἐβούλοντο Ῥωμαῖοι, τὸ τελευταῖον εἶχεν ὁ Ἀρχέλαος.
因此,小亚美尼亚曾随着罗马人的意愿在不同时期由不同的统治者占领,但最后由阿尔克拉乌斯占领。
τοὺς δὲ Τιβαρηνοὺς καὶ Χαλδαίους μέχρι Κολχίδος καὶ Φαρνακίας καὶ Τραπεζοῦντος ἔχει Πυθοδωρίς, γυνὴ σώφρων καὶ δυνατὴ προΐστασθαι πραγμάτων.
至于直抵科尔基斯、法尔纳基亚和特拉佩祖斯的蒂巴雷尼人和哈尔代亚人,则由毕索德里斯统治,她是一位贤明且有能力主持政务的女性。
ἔστι δὲ θυγάτηρ Πυθοδώρου τοῦ Τραλλιανοῦ, γυνὴ δʼ ἐγένετο Πολέμωνος καὶ συνεβασίλευσεν ἐκείνῳ χρόνον τινά, εἶτα διεδέξατο τὴν ἀρχήν, τελευτήσαντος ἐν τοῖς Ἀσπουργιανοῖς καλουμένοις τῶν περὶ τὴν Σινδικὴν βαρβάρων·
她是特拉勒斯人毕索德鲁斯的女儿,曾嫁给波莱蒙,并与他共同统治了一段时间,后来在波莱蒙死于辛迪凯周围被称为阿斯普尔基亚诺伊人的野蛮人部落中后,她继承了统治权。
δυεῖν δʼ ἐκ τοῦ Πολέμωνος ὄντων υἱῶν καὶ θυγατρὸς ἡ μὲν ἐδόθη Κότυϊ τῷ Σαπαίῳ, δολοφονηθέντος δὲ ἐχήρευσε παῖδας ἔχουσα ἐξ αὐτοῦ· δυναστεύει δʼ ὁ πρεσβύτατος αὐτῶν·
她与波莱蒙育有两子一女,女儿嫁给了萨派伊人科提斯,但在科提斯被谋杀后,她带着与他所生的孩子守寡,其中最年长者现在是统治者。
τῶν δὲ τῆς Πυθοδωρίδος υἱῶν ὁ μὲν ἰδιώτης συνδιῴκει τῇ μητρὶ τὴν ἀρχήν, ὁ δὲ νεωστὶ καθέσταται τῆς μεγάλης Ἀρμενίας βασιλεύς.
毕索德里斯的儿子中,一人以普通公民的身份协助母亲管理帝国,另一人最近被立为大亚美尼亚的国王。
αὐτὴ δὲ συνῴκησεν Ἀρχελάῳ καὶ συνέμεινεν ἐκείνῳ μέχρι τέλους, νῦν δὲ χηρεύει, τά τε λεχθέντα ἔχουσα χωρία καὶ ἄλλα ἐκείνων χαριέστερα, περὶ ὧν ἐφεξῆς ἐροῦμεν.
她本人曾与阿尔克拉乌斯结婚,并与他共同生活直至其去世,现在寡居,占有上述地方以及比这些地方更优美的其他地方,我们将在接下来的内容中予以阐述。
§12.3.30τῇ γὰρ Φαρνακίᾳ συνεχής ἐστιν ἡ Σιδήνη καὶ ἡ Θεμίσκυρα.
因为锡德内和塞弥斯库拉与法尔纳基亚相邻。
τούτων δʼ ἡ Φανάροια ὑπέρκειται μέρος ἔχουσα τοῦ Πόντου τὸ κράτιστον· καὶ γὰρ ἐλαιόφυτός ἐστι καὶ εὔοινος καὶ τὰς ἄλλας ἔχει πάσας ἀρετάς, ἐκ μὲν τῶν ἑῴων μερῶν προβεβλημένη τὸν Παρυάδρην παράλληλον αὐτῇ κατὰ μῆκος, ἐκ δὲ τῶν πρὸς δύσιν τὸν Λίθρον καὶ τὸν Ὄφλιμον.
在这些地方之上是法纳罗亚,它拥有庞特斯最富庶的部分;因为这里种植着橄榄,产出美酒,并拥有所有其他优点,东面有与其长度平行的帕里亚德雷斯山作屏障,西面有利特罗斯山和奥夫利莫斯山。
ἔστι δʼ αὐλὼν καὶ μῆκος ἔχων ἀξιόλογον καὶ πλάτος· διαρρεῖ δʼ αὐτὴν ἐκ μὲν τῆς Ἀρμενίας ὁ Λύκος, ἐκ δὲ τῶν περὶ Ἀμάσειαν στενῶν ὁ Ἶρις·
这是一个具有相当长度和宽度的山谷;吕科斯河自亚美尼亚流经此地,伊里斯河自阿马塞亚附近的狭隘处流经此地。
συμβάλλουσι δʼ ἀμφότεροι κατὰ μέσον που τὸν αὐλῶνα, ἐπὶ τῇ συμβολῇ δʼ ἵδρυται πόλις, ἣν ὁ μὲν πρῶτος ὑποβεβλημένος Εὐπατορίαν ἀφʼ αὑτοῦ προσηγόρευσε, Πομπήιος δʼ ἡμιτελῆ καταλαβών, προσθεὶς χώραν καὶ οἰκήτορας Μαγνόπολιν προσεῖπεν.
两条河在山谷的几乎正中汇合,在汇合处建立了一座城市,最初奠定其基础的人以自己的名字将其命名为尤帕托利亚,但庞培发现它尚未完工,便增加了土地和居民,并将其改名为马格诺波利斯。
αὕτη μὲν οὖν ἐν μέσῳ κεῖται τῷ πεδίῳ, πρὸς αὐτῇ δὲ τῇ παρωρείᾳ τοῦ Παρυάδρου Κάβειρα ἵδρυται, σταδίοις ἑκατὸν καὶ πεντήκοντά που νοτιωτέρα τῆς Μαγνοπόλεως, ὅσον καὶ Ἀμάσεια δυσμικωτέρα αὐτῆς ἐστιν·
因此,这座城市位于平原中央,但在帕里亚德雷斯山脚下紧邻着卡贝拉,卡贝拉位于马格诺波利斯以南大约一百五十斯塔迪翁,这与阿马塞亚位于其以西的距离相当。
ἐν δὲ τοῖς Καβείροις τὰ βασίλεια Μιθριδάτου κατεσκεύαστο καὶ ὁ ὑδραλέτης καὶ τὰ ζωγρεῖα καὶ αἱ πλησίον θῆραι καὶ τὰ μέταλλα.
在卡贝拉,建造了米特里达特斯的宫殿、水磨坊、野兽饲养场、附近的狩猎场和矿山。
§12.3.31ἐνταῦθα δὲ καὶ τὸ Καινὸν χωρίον προσαγορευθέν, ἐρυμνὴ καὶ ἀπότομος πέτρα, διέχουσα τῶν Καβείρων ἔλαττον ἢ διακοσίους σταδίους· ἔχει δʼ ἐπὶ τῇ κορυφῇ πηγὴν ἀναβάλλουσαν πολὺ ὕδωρ, πρός τε τῇ ῥίζῃ ποταμὸν καὶ φάραγγα βαθεῖαν·
这里还有被称为凯农堡的地方,是一处险峻陡峭的岩石,距离卡贝拉不足两百斯塔迪翁;其山顶有一口喷出大量泉水的泉眼,山脚下有一条河流和一条深谷。
τὸ δʼ ὕψος ἐξαίσιον τῆς πέτρας ἐστὶ ἄνω τοῦ αὐχένος, ὥστʼ ἀπολιόρκητός ἐστι· τετείχισται δὲ θαυμαστῶς πλὴν ὅσον οἱ Ῥωμαῖοι κατέσπασαν·
岩石在山脊之上的高度极为惊人,因此无法通过包围来攻克;这里被奇迹般地加固了,除了被罗马人拆毁的部分。
οὕτω δʼ ἐστὶν ἅπασα ἡ κύκλῳ κατάδρυμος καὶ ὀρεινὴ καὶ ἄνυδρος, ὥστʼ ἐντὸς ἑκατὸν καὶ εἴκοσι σταδίων μὴ εἶναι δυνατὸν στρατοπεδεύσασθαι.
周围的所有地方都树木繁茂、多山且缺水,以至于在一百二十斯塔角翁以内无法驻军。
ἐνταῦθα μὲν ἦν τῷ Μιθριδάτῃ τὰ τιμιώτατα τῶν κειμηλίων, ἃ νῦν ἐν τῷ Καπιτωλίῳ κεῖται Πομπηίου ἀναθέντος.
这里曾保存着米特里达特斯最珍贵的财宝,现在由于庞培的奉献而存放在卡皮托尔。
ταύτην δὴ τὴν χώραν ἔχει πᾶσαν ἡ Πυθοδωρὶς προσεχῆ οὖσαν τῇ βαρβάρῳ τῇ ὑπʼ αὐτῆς κατεχομένῃ, καὶ τὴν Ζηλῖτιν καὶ Μεγαλοπολῖτιν.
毕索德里斯拥有这整片土地,它紧邻她所统治的野蛮人国家,此外还有泽利蒂斯和梅加洛波利蒂斯。
τὰ δὲ Κάβειρα Πομπηίου σκευάσαντος εἰς πόλιν καὶ καλέσαντος Διόσπολιν, ἐκείνη προσκατεσκεύασε καὶ Σεβαστὴν μετωνόμασε, βασιλείῳ τε τῇ πόλει χρῆται.
至于卡贝拉,庞培将其整建为城市并命名为迪奥斯波利斯,而她进行了追加建设,并将其改名为塞巴斯蒂,将该城用作她的王宫。
ἔχει δὲ καὶ τὸ ἱερὸν Μηνὸς Φαρνάκου καλούμενον, τὴν Ἀμερίαν κωμόπολιν πολλοὺς ἱεροδούλους ἔχουσαν καὶ χώραν ἱεράν, ἣν ὁ ἱερώμενος ἀεὶ καρποῦται.
这里还有被称为法尔纳克斯之门的月神庙,以及拥有许多神庙奴隶和神圣土地的阿梅里亚村镇,祭司总是享有其收益。
ἐτίμησαν δʼ οἱ βασιλεῖς τὸ ἱερὸν τοῦτο οὕτως εἰς ὑπερβολὴν ὥστε τὸν βασιλικὸν καλούμενον ὅρκον τοῦτον ἀπέφηναν τύχην βασιλέως καὶ μῆνα Φαρνάκου.
国王们极其尊崇这座神庙,以至于他们规定了被称为王室誓言的誓词:“以国王的幸运”以及“以法尔纳克斯之门”。
ἔστι δὲ καὶ τοῦτο τῆς σελήνης τὸ ἱερόν, καθάπερ τὸ ἐν Ἀλβανοῖς καὶ τὰ ἐν Φρυγίᾳ, τό τε τοῦ Μηνὸς ἐν τῷ ὁμωνύμῳ τόπῳ καὶ τὸ τοῦ Ἀσκαίου τὸ πρὸς Ἀντιοχείᾳ τῇ πρὸς Πισιδίᾳ καὶ τὸ ἐν τῇ χώρᾳ τῶν Ἀντιοχέων.
这也是月神(门)的神庙,就像在阿尔巴尼亚人那里的神庙以及在弗里吉亚的神庙一样,即在同名地方的门神庙、毗西迪亚的安提阿附近的阿斯凯乌斯神庙,以及安提阿人土地上的神庙。

词汇与语法注释

  1. §12.3.29τὴν μὲν οὖν μικρὰν Ἀρμενίαν ἄλλοτʼ ἄλλων ἐχόντων — 属格独立结构(genitive absolute),表示“小亚美尼亚曾随着不同统治者在不同时期占领”。分词 `ἐχόντων` 的逻辑主语是 `ἄλλων`(不定代词 `ἄλλος` 的属格复数)。
  2. §12.3.29γυνὴ σώφρων καὶ δυνατὴ προΐστασθαι πραγμάτων — 不定式 `προΐστασθαι` 是说明性不定式(epexegetical infinitive),修饰形容词 `δυνατή`,意为“有能力主持(政务)的”。
  3. §12.3.30ἐκ μὲν τῶν ἑῴων μερῶν προβεβλημένη τὸν Παρυάδρην — 中动语态分词 `προβεβλημένη` 带直接宾语 `τὸν Παρυάδρην`,表示“(法纳罗亚)在东面将巴里亚德雷斯山推至自身前方作为屏障”。
  4. §12.3.31ὥστʼ ἐντὸς ἑκατὸν καὶ εἴκοσι σταδίων μὴ εἶναι δυνατὸν στρατοπεδεύσασθαι — 结果连词 `ὥστε` 与不定式 `εἶναι`(支配非人称词 `δυνατόν`)连用,表示前述恶劣自然条件所导致的后果(“以至于在一百二十斯塔迪翁以内无法驻军”)。
  5. §12.3.31τὸν βασιλικὸν καλούμενον ὅρκον τοῦτον — 指示代词 `τοῦτον` 预示了随后作为同位语出现的誓言具体内容(“以国王的幸运”及“以法尔纳克斯之门”)。

引用这一段

斯特拉波, 地理学 §12.3.29-12.3.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.29-12.3.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。