Humanitext Reader

斯特拉波 · 地理学 §12.2.8-12.2.9

梅拉斯河的水患与马萨卡的地理及历史

第 377 段,共 577 段 · 希腊语

内容简介

本文记述了梅拉斯河水源低洼及泛滥带来的危害,包括阿里亚拉塞斯国王筑坝决堤引发的大洪水灾难,随后阐明了马萨卡虽不适宜居住却因地理中心位置和资源优势而被国王们选作首都的战略原因,并提及该城的地理方位、法律制度以及提格兰强制居民迁徙与战后复员的历史。

§12.2.8ἔστι δὲ καὶ ποταμὸς ἐν τῷ πεδίῳ τῷ πρὸ τῆς πόλεως Μέλας καλούμενος, ὅσον τετταράκοντα σταδίους διέχων τῆς πόλεως, ἐν ταπεινοτέρῳ τῆς πόλεως χωρίῳ τὰς πηγὰς ἔχων.
在城市前方的平原上还有一条被称为梅拉斯的河流,距离城市大约四十斯塔迪翁,其水源位于比城市地势较低的地方。
ταύτῃ μὲν οὖν ἄχρηστος αὐτοῖς ἐστιν οὐχ ὑπερδέξιον ἔχων τὸ ῥεῦμα, εἰς ἕλη δὲ καὶ λίμνας διαχεόμενος κακοῖ τὸν ἀέρα τοῦ θέρους τὸν περὶ τὴν πόλιν, καὶ τὸ λατομεῖον δὲ ποιεῖ δύσχρηστον καίπερ εὔχρηστον ὄν·
因此,在这方面它对他们毫无用处,因为它的流向并非处于高处,而是扩散成湿地和湖泊,在夏季败坏城市周围的空气;它还使本可以很好利用的石矿场变得难以使用。
πλαταμῶνες γὰρ εἰσίν, ἀφʼ ὧν τὴν λιθείαν ἔχειν ἄφθονον συμβαίνει τοῖς Μαζακηνοῖς πρὸς τὰς οἰκοδομίας, καλυπτόμεναι δʼ ὑπὸ τῶν ὑδάτων αἱ πλάκες ἀντιπράττουσι.
因为这里有平坦的岩盘,马萨卡人本可以从中获得丰富的石材用于建筑,但这些岩板被水淹没,阻碍了开采。
καὶ ταῦτα δʼ ἐστὶ τὰ ἕλη πανταχοῦ πυρίληπτα.
而且这些湿地到处都含有火。
Ἀριαράθης δʼ ὁ βασιλεὺς τοῦ Μέλανος κατά τινα στενὰ ἔχοντος τὴν εἰς τὸν Ἅλυν διέξοδον ἐμφράξας ταῦτα λίμνην πελαγίαν ἀπέδειξε τὸ πλησίον πεδίον, ἐνταῦθα δὲ νησῖδάς τινας ὡς τὰς Κυκλάδας ἀπολαβόμενος διατριβὰς ἐν αὐταῖς ἐποιεῖτο μειρακιώδεις·
阿里亚拉塞斯国王在梅拉斯河通往哈里斯河出口的某处狭窄隘口将其堵截,使邻近的平原变成了一片汪洋般的湖泊,并在其中隔出一些像基克拉泽斯群岛般的小岛,在这些岛上进行幼稚的消遣。
ἐκραγὲν δʼ ἀθρόως τὸ ἔμφραγμα ἐξέκλυσε πάλιν τὸ ὕδωρ, πληρωθεὶς δʼ ὁ Ἅλυς τῆς τε τῶν Καππαδόκων πολλὴν παρέσυρε καὶ κατοικίας καὶ φυτείας ἠφάνισε πολλὰς τῆς τε τῶν Γαλατῶν τῶν τὴν Φρυγίαν ἐχόντων οὐκ ὀλίγην ἐλυμήνατο·
然而,堤坝突然决溃,水再次奔流而出,高涨的哈里斯河冲毁了卡帕多西亚人的许多土地,消灭了许多居所和种植园,并对占领弗里吉亚的加拉太人的不少土地造成了损害。
ἀντὶ δὲ τῆς βλάβης ἐπράξαντο ζημίαν αὐτὸν τάλαντα τριακόσια Ῥωμαίοις ἐπιτρέψαντες τὴν κρίσιν.
作为损害的补偿,加拉太人将判决权委托给罗马人,向他索取了三百塔兰特的罚款。
τὸ δʼ αὐτὸ συνέβη καὶ περὶ Ἧρπα· καὶ γὰρ ἐκεῖ τὸ τοῦ Καρμάλα ῥεῦμα ἐνέφραξεν, εἶτʼ ἐκραγέντος τοῦ στομίου καὶ τῶν Κιλίκων τινὰ χωρία τὰ περὶ Μαλλὸν διαφθείραντος τοῦ ὕδατος, δίκας ἔτισεν τοῖς ἀδικηθεῖσιν.
同样的事情也发生在赫尔帕周围;因为他在那里也堵截了卡尔马拉斯河的水流,随后由于出水口决溃,河水冲毁了马洛斯周围基利家人的部分土地,他向受害者支付了赔偿。
§12.2.9ἀφυὲς δʼ οὖν κατὰ πολλὰ τὸ τῶν Μαζακηνῶν χωρίον ὂν πρὸς κατοικίαν μάλιστα οἱ βασιλεῖς ἑλέσθαι δοκοῦσιν, ὅτι τῆς χώρας ἁπάσης τόπος ἦν μεσαίτατος οὗτος τῶν ξύλα ἐχόντων ἅμα καὶ λίθον πρὸς τὰς οἰκοδομίας καὶ χόρτον, οὗ πλεῖστον ἐδέοντο κτηνοτροφοῦντες· τρόπον γάρ τινα στρατόπεδον ἦν αὐτοῖς ἡ πόλις.
因此,尽管马萨卡人的地方在许多方面不适合定居,但国王们似乎最看重并选择了它,因为这里在整个国家中处于最中心的位置,且同时拥有建筑用的木材、石材,以及他们因畜牧而最需要的牧草;因为在某种程度上,这座城市对他们而言就像是军营。
τὴν δʼ ἄλλην ἀσφάλειαν τὴν αὐτῶν τε καὶ σωμάτων καὶ τῶν χρημάτων εἶχον ἐν τοῖς φρουρίοις, ἃ πολλὰ ὑπάρχει τὰ μὲν βασιλικὰ τὰ δὲ τῶν φίλων.
至于他们自身安全和财产的其他保障,则依靠分布各处的要塞,其中有许多是属于国王的,有些则是属于他的友人们的。
ἀφέστηκε δὲ τὰ Μάζακα τοῦ μὲν Πόντου περὶ ὀκτακοσίους σταδίους πρὸς νότον, τοῦ δʼ Εὐφράτου μικρὸν ἐλάττους ἢ διπλασίους, τῶν Κιλικίων δὲ πυλῶν ὁδὸν ἡμερῶν ἓξ καὶ τοῦ Κύρου στρατοπέδου διὰ Τυάνων· κατὰ μέσην δὲ τὴν ὁδὸν κεῖται τὰ Τύανα, διέχει δὲ Κυβίστρων τριακοσίους σταδίους.
马萨卡距离蓬托斯海向南约八百斯塔迪翁,距离幼发拉底河则比这一距离的两倍略少,从基利家门和居路士军营经由蒂亚纳需六天路程;蒂亚纳位于这段路程的中途,距离库比斯特拉三百斯塔迪翁。
χρῶνται δὲ οἱ Μαζακηνοὶ τοῖς Χαρώνδα νόμοις, αἱρούμενοι καὶ νομῳδόν, ὅς ἐστιν αὐτοῖς ἐξηγητὴς τῶν νόμων, καθάπερ οἱ παρὰ Ῥωμαίοις νομικοί.
马萨卡人采用哈隆达斯的法律,并选出一名“诺莫多斯”,他作为他们的法律阐释者,就像罗马人中的法学家一样。
διέθηκε δὲ φαύλως αὐτοὺς Τιγράνης ὁ Ἀρμένιος, ἡνίκα τὴν Καππαδοκίαν κατέδραμεν· ἅπαντας γὰρ ἀναστάτους ἐποίησεν εἰς τὴν Μεσοποταμίαν, καὶ τὰ Τιγρανόκερτα ἐκ τούτων συνῴκισε τὸ πλέον· ὕστερον δʼ ἐπανῆλθον οἱ δυνάμενοι μετὰ τὴν τῶν Τιγρανοκέρτων ἅλωσιν.
亚美尼亚的提格兰在席卷卡帕多西亚时,曾使他们陷入悲惨境地;因为他将所有居民强制迁往美索不达米亚,并主要用这些人填实了提格兰诺克塔的人口;后来在提格兰诺克塔被攻占后,有能力的人又返回了家园。

词汇与语法注释

  1. 12.2.8ταύτῃ — 指示代名词 οὗτος 的阴性单数与格的副词性用法,意为“在这一点上”或“因此”。这里指代前句中提到的“水源位于比城市地势较低的地方”这一事实。
  2. 12.2.8τοῦ Μέλανος κατά τινα στενὰ ἔχοντος τὴν εἰς τὸν Ἅλυν διέξοδον ἐμφράξας ταῦτα — τοῦ Μέλανος 并非属格绝对结构,而是修饰分词 ἐμφράξας 的直接宾语 ταῦτα(中性复数宾格,“这些[狭窄处]”)的属格。分词 ἔχοντος 与 τοῦ Μέλανος 一致,形成限定性修饰:“在某处通往哈里斯河出口的梅拉斯河的[那些狭隘处]”。
  3. 12.2.8τῆς τε τῶν Καππαδόκων πολλὴν — 阴性单数属格冠词 τῆς 和宾格形容词 πολλὴν 预设了阴性名词 γῆς(土地)或 χώρας(领土)的省略。因此被理解为“冲毁了卡帕多西亚人的许多[土地]”。后半句的 τῆς τε τῶν Γαλατῶν ... οὐκ ὀλίγην 同样采用了这种省略结构。
  4. 12.2.9ἀφυὲς δʼ οὖν κατὰ πολλὰ τὸ τῶν Μαζακηνῶν χωρίον ὂν πρὸς κατοικίαν — 尽管主句动词 δοκοῦσιν 的主语是 οἱ βασιλεῖς,但句首的 τὸ τῶν Μαζακηνῶν χωρίον(以及与其一致的分词 ὄν)为中性单数宾格,充当后面不定式 ἑλέσθαι(“选择”)的直接宾语。这一倒装结构(hyperbaton)将该短语置于句首,以强调该地点的不适宜性。

引用这一段

斯特拉波, 地理学 §12.2.8-12.2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.2.8-12.2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。