§11.14.15ὁ μὲν δὴ παλαιὸς λόγος οὗτος, ὁ δὲ τούτου νεώτερος καὶ κατὰ Πέρσας εἰς τὸ ἐφεξῆς μέχρι εἰς ἡμᾶς ὡς ἐν κεφαλαίῳ πρέποι ἂν μέχρι τοσούτου λεχθείς, ὅτι κατεῖχον τὴν Ἀρμενίαν Πέρσαι καὶ Μακεδόνες, μετὰ ταῦτα οἱ τὴν Συρίαν ἔχοντες καὶ τὴν Μηδίαν·
上述为古老的传说。 而此后从波斯人时代一直延续到我们今天的较近历史,若作一概述,只需讲到以下程度即可:即波斯人和马其顿人占领了亚美尼亚,其后是统治叙利亚和美地亚的人。
τελευταῖος δʼ ὑπῆρξεν Ὀρόντης ἀπόγονος Ὑδάρνου τῶν ἑπτὰ Περσῶν ἑνός·
最后一位统治者是奥龙特斯,他是波斯七贤之一海达尔内斯的后代。
εἶθʼ ὑπὸ τῶν Ἀντιόχου τοῦ μεγάλου στρατηγῶν τοῦ πρὸς Ῥωμαίους πολεμήσαντος διῃρέθη δίχα, Ἀρταξίου τε καὶ Ζαριάδριος·
随后,该国被曾与罗马人作战的大安条克的将军阿尔塔克西亚斯和扎里亚德里斯分裂为两部分。
καὶ ἦρχον οὗτοι τοῦ βασιλέως ἐπιτρέψαντος· ἡττηθέντος δʼ ἐκείνου προσθέμενοι Ῥωμαίοις καθʼ αὑτοὺς ἐτάττοντο βασιλεῖς προσαγορευθέντες.
他们是在国王的许可下进行统治的,但在国王战败后,他们投靠了罗马人,自立为王,并被称为国王。
τοῦ μὲν οὖν Ἀρταξίου Τιγράνης ἦν ἀπόγονος καὶ εἶχε τὴν ἰδίως λεγομένην Ἀρμενίαν (αὕτη δʼ ἦν προσεχὴς τῇ τε Μηδίᾳ καὶ Ἀλβανοῖς καὶ Ἴβηρσι μέχρι Κολχίδος καὶ τῆς ἐπὶ τῷ Εὐξείνῳ Καππαδοκίας), τοῦ δὲ Ζαριάδριος ὁ Σωφηνὸς Ἀρτάνης ἔχων τὰ νότια μέρη καὶ τούτων τὰ πρὸς δύσιν μᾶλλον.
提格兰是阿尔塔克西亚斯的后代,占领了所谓的狭义亚美尼亚(该地与美地亚、阿尔巴尼亚人和高加索伊比利亚人相邻,一直延伸到科尔基斯和黑海畔的卡帕多西亚);而扎里亚德里斯的后代索斐尼人阿尔塔内斯则占领了南部,尤其是其中偏西的部分。
κατελύθη δʼ οὗτος ὑπὸ τοῦ Τιγράνου, καὶ πάντων κατέστη κύριος ἐκεῖνος.
但后者被提格兰推翻,提格兰遂成为全境的主宰。
τύχαις δʼ ἐχρήσατο ποικίλαις· κατʼ ἀρχὰς μὲν γὰρ ὡμήρευσε παρὰ Πάρθοις, ἔπειτα διʼ ἐκείνων ἔτυχε καθόδου, λαβόντων μισθὸν ἑβδομήκοντα αὐλῶνας τῆς Ἀρμενίας·
他经历了多变的命运:起初他在安息人那里做人质,后来通过他们得以回国,安息人为此得到了亚美尼亚的七十个山谷作为报酬。
αὐξηθεὶς δὲ καὶ ταῦτα ἀπέλαβε τὰ χωρία καὶ τὴν ἐκείνων ἐπόρθησε τήν τε περὶ Νίνον καὶ τὴν περὶ Ἄρβηλα·
但他势力壮大后,不仅收复了这些地方,还洗劫了他们在尼诺斯和阿尔贝拉周围的领土。
ὑπηκόους δʼ ἔσχε καὶ τὸν Ἀτροπατηνὸν καὶ τὸν Γορδυαῖον, μεθʼ ὧν καὶ τὴν λοιπὴν Μεσοποταμίαν, ἔτι δὲ τὴν Συρίαν αὐτὴν καὶ Φοινίκην διαβὰς τὸν Εὐφράτην ἀνὰ κράτος εἷλεν.
他还臣服了阿特罗帕特尼和戈尔迪埃内的统治者,并与他们一起跨过幼发拉底河,用武力夺取了美索不达米亚的其余部分,甚至包括叙利亚本身和腓尼基。
ἐπὶ τοσοῦτον δʼ ἐξαρθεὶς καὶ πόλιν ἔκτισε πλησίον τῆς Ἰβηρίας μεταξὺ ταύτης τε καὶ τοῦ κατὰ τὸν Εὐφράτην Ζεύγματος, ἣν ὠνόμασε Τιγρανόκερτα, ἐκ δώδεκα ἐρημωθεισῶν ὑπʼ αὐτοῦ πόλεων Ἑλληνίδων ἀνθρώπους συναγαγών.
在升至如此高位后,他还在伊比利亚附近、介于伊比利亚与幼发拉底河畔的泽乌格马之间建立了一座城市,命名为提格兰诺克尔塔,并从十二座被他荒废的希腊城市中迁来居民安置于此。
ἔφθη δʼ ἐπελθὼν Λεύκολλος ὁ τῷ Μιθριδάτῃ πολεμήσας καὶ τοὺς μὲν οἰκήτορας εἰς τὴν οἰκείαν ἑκάστου ἀπέλυσε, τὸ δὲ κτίσμα ἡμιτελὲς ἔτι ὂν κατέσπασε προσβαλὼν καὶ μικρὰν κώμην κατέλιπεν, ἐξήλασε δὲ καὶ τῆς Συρίας αὐτὸν καὶ τῆς Φοινίκης.
然而,与米特里达梯作战的卢库鲁斯先发制人,侵入了该地,将居民遣送回各自的家乡,并袭击摧毁了尚未完工的建筑,只留下一个村落,同时也将他从叙利亚和腓尼基驱逐出去。
διαδεξάμενος δʼ Ἀρταουάσδης ἐκεῖνον τέως μὲν ηὐτύχει φίλος ὢν Ῥωμαίοις, Ἀντώνιον δὲ προδιδοὺς Παρθυαίοις ἐν τῷ πρὸς αὐτοὺς πολέμῳ δίκας ἔτισεν· ἀναχθεὶς γὰρ εἰς Ἀλεξάνδρειαν ὑπʼ αὐτοῦ, δέσμιος πομπευθεὶς διὰ τῆς πόλεως τέως μὲν ἐφρουρεῖτο, ἔπειτʼ ἀνῃρέθη συνάπτοντος τοῦ Ἀκτιακοῦ πολέμου.
继承其位的阿尔塔瓦斯德斯在一段时间内作为罗马人的盟友而享有繁荣,但因在对安息人的战争中背叛安东尼而付出了代价:他被安东尼解往亚历山大里亚,戴着锁链在城中游街示众,并被监禁了一段时间,最后在亚克兴战争临近时被杀。
μετʼ ἐκεῖνον δὲ πλείους ἐβασίλευσαν ὑπὸ Καίσαρι καὶ Ῥωμαίοις ὄντες· καὶ νῦν ἔτι συνέχεται τὸν αὐτὸν τρόπον.
在他之后,数位国王在凯撒和罗马人的统治下相继即位;而现在该地仍以同样的方式被维持着。
§11.14.16ἅπαντα μὲν οὖν τὰ τῶν Περσῶν ἱερὰ καὶ Μῆδοι καὶ Ἀρμένιοι τετιμήκασι, τὰ δὲ τῆς Ἀναΐτιδος διαφερόντως Ἀρμένιοι, ἔν τε ἄλλοις ἱδρυσάμενοι τόποις καὶ δὴ καὶ ἐν τῇ Ἀκιλισηνῇ.
所有的波斯祭仪,美地亚人和亚美尼亚人都会尊奉,但亚美尼亚人尤其尊崇阿娜希塔的祭仪,他们在多处地方为她建庙,特别是阿基利塞内。
ἀνατιθέασι δʼ ἐνταῦθα δούλους καὶ δούλας· καὶ τοῦτο μὲν οὐ θαυμαστόν, ἀλλὰ καὶ θυγατέρας οἱ ἐπιφανέστατοι τοῦ ἔθνους ἀνιεροῦσι παρθένους, αἷς νόμος ἐστὶ καταπορνευθείσαις πολὺν χρόνον παρὰ τῇ θεῷ μετὰ ταῦτα δίδοσθαι πρὸς γάμον, οὐκ ἀπαξιοῦντος τῇ τοιαύτῃ συνοικεῖν οὐδενός.
他们在此处奉献男女奴隶;这并不奇怪,但该国最显赫的人家甚至将他们的女儿作为处女奉献给女神。 根据习俗,这些女子在女神庙里长期卖淫后,此后便被嫁人,没有人会拒绝与这样的女子共同生活。
τοιοῦτον δέ τι καὶ Ἡρόδοτος λέγει τὸ περὶ τὰς Λυδάς· πορνεύειν γὰρ ἁπάσας.
赫罗多斯也曾说过关于吕底亚妇女的类似情况,即她们全都要卖淫。
οὕτω δὲ φιλοφρόνως χρῶνται τοῖς ἐρασταῖς ὥστε καὶ ξενίαν παρέχουσι καὶ δῶρα ἀντιδιδόασι πλείω πολλάκις ἢ λαμβάνουσιν, ἅτʼ ἐξ εὐπόρων οἴκων ἐπιχορηγούμεναι·
她们对情人极为款待,不仅提供食宿,还常常回赠比收到的礼物价值高出许多的礼品,因为她们有富裕的家庭提供资助。
δέχονται δὲ οὐ τοὺς τυχόντας τῶν ξένων, ἀλλὰ μάλιστα τοὺς ἀπὸ ἴσου ἀξιώματος.
她们不接待随便前来的外邦人,而主要接待与自己地位对等的人。