§11.9.1ἡ δὲ Παρθυαία πολλὴ μὲν οὐκ ἔστι·
巴尔地亚的疆域并不大。
συνετέλει γοῦν μετὰ τῶν Ὑρκανῶν τὰ Περσικὰ καὶ μετὰ ταῦτα τῶν Μακεδόνων κρατούντων ἐπὶ χρόνον πολύν.
无论如何,在波斯帝国时期,它与希尔卡尼亚人一同缴纳贡赋,其后在马其顿人统治的漫长时期内也是如此。
πρὸς δὲ τῇ σμικρότητι δασεῖα καὶ ὀρεινή ἐστι καὶ ἄπορος, ὥστε διὰ τοῦτο δρόμῳ διεξιᾶσι τὸν ἑαυτῶν οἱ βασιλεῖς ὄχλον, οὐ δυναμένης τρέφειν τῆς χώρας οὐδʼ ἐπὶ μικρόν· ἀλλὰ νῦν ηὔξηται.
除了土地狭小之外,它还森林茂密、多山且贫瘠,因此国王们率领部众以奔跑般的速度穿过自己的国土,因为这片土地甚至无法维持他们短期的生存;但如今它已经扩大了。
μέρη δʼ ἐστὶ τῆς Παρθυηνῆς ἥ τε Κωμισηνὴ καὶ ἡ Χωρήνη, σχεδὸν δέ τι καὶ τὰ μέχρι πυλῶν Κασπίων καὶ Ῥαγῶν καὶ Ταπύρων ὄντα τῆς Μηδίας πρότερον.
巴尔地亚的一部分是科米塞内和霍雷内,而且几乎可以说,直到里海门、雷伊和塔皮罗伊人的那片此前属于米底亚的领土也是如此。
ἔστι δʼ Ἀπάμεια καὶ Ἡράκλεια, πόλεις περὶ τὰς Ῥάγας.
阿帕米亚和赫拉克莱亚是雷伊周围的城市。
εἰσὶ δʼ ἀπὸ Κασπίων πυλῶν εἰς μὲν Ῥάγας στάδιοι πεντακόσιοι, ὥς φησιν Ἀπολλόδωρος, εἰς δʼ Ἑκατόμπυλον τὸ τῶν Παρθυαίων βασίλειον χίλιοι διακόσιοι ἑξήκοντα·
从里海门到雷伊为五百斯塔迪翁(如阿波罗多洛斯所说),而到巴尔地亚人的王都百门城则为一千二百六十。
τοὔνομα δὲ ταῖς Ῥάγαις ἀπὸ τῶν γενομένων σεισμῶν γενέσθαι φασίν, ὑφʼ ὧν πόλεις τε συχναὶ καὶ κῶμαι δισχίλιαι, ὡς Ποσειδώνιός φησι, ἀνετράπησαν.
他们说雷伊这个名字源于曾经发生的地震,据波塞多尼乌斯所说,许多城市和两千座村庄因这些地震而倒塌。
τοὺς δὲ Ταπύρους οἰκεῖν φασι μεταξὺ Δερβίκων τε καὶ Ὑρκανῶν.
据说塔皮罗伊人居住在德尔比克斯人和希尔卡尼亚人之间。
ἱστοροῦσι δὲ περὶ τῶν Ταπύρων ὅτι αὐτοῖς εἴη νόμιμον τὰς γυναῖκας ἐκδιδόναι τὰς γαμετὰς ἑτέροις ἀνδράσιν, ἐπειδὰν ἐξ αὐτῶν ἀνέλωνται δύο ἢ τρία τέκνα, καθάπερ καὶ Κάτων Ὁρτησίῳ δεηθέντι ἐξέδωκε τὴν Μαρκίαν ἐφʼ ἡμῶν κατὰ παλαιὸν Ῥωμαίων ἔθος.
关于塔皮罗伊人,据记载他们有一种习俗,在与妻子生育两三个孩子后,便将已婚的妻子转嫁给其他男子,正如在我们的时代,加图根据古老的罗马习俗,应霍尔滕西乌斯的要求将马尔基娅让给他一样。
§11.9.2νεωτερισθέντων δὲ τῶν ἔξω τοῦ Ταύρου διὰ τὸ πρὸς ἄλλοις εἶναι τοὺς τῆς Συρίας καὶ τῆς Μηδίας βασιλέας τοὺς ἔχοντας καὶ ταῦτα, πρῶτον μὲν τὴν Βακτριανὴν ἀπέστησαν οἱ πεπιστευμένοι καὶ τὴν ἐγγὺς αὐτῆς πᾶσαν, οἱ περὶ Εὐθύδημον.
当塔乌鲁斯山脉以外的地区发生变革时,由于同时领有这些土地的叙利亚和米底亚国王们正忙于其他事务,首先是那些受托管理巴克特里亚及其附近所有地区的人,即欧提德莫斯及其追随者,使其脱离了统治。
ἔπειτʼ Ἀρσάκης ἀνὴρ Σκύθης τῶν Δαῶν τινας ἔχων τοὺς Πάρνους καλουμένους νομάδας παροικοῦντας τὸν Ὦχον, ἐπῆλθεν ἐπὶ τὴν Παρθυαίαν καὶ ἐκράτησεν αὐτῆς.
接着,一个名叫阿尔萨克的塞人,率领着被称为帕尔诺伊人的部分达伊人游牧部落(他们居住在奥克苏斯河畔),侵入并占领了巴尔地亚。
κατʼ ἀρχὰς μὲν οὖν ἀσθενὴς ἦν διαπολεμῶν πρὸς τοὺς ἀφαιρεθέντας τὴν χώραν καὶ αὐτὸς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον, ἔπειθʼ οὕτως ἴσχυσαν ἀφαιρούμενοι τὴν πλησίον ἀεὶ διὰ τὰς ἐν τοῖς πολέμοις κατορθώσεις ὥστε τελευτῶντες ἁπάσης τῆς ἐντὸς Εὐφράτου κύριοι κατέστησαν.
起初,他自己和他的继承者们在与那些被夺走土地的人不断交战时实力弱小,但后来他们由于在战争中的接连胜利而不断夺取邻近的土地,变得如此强大,以至于最终成为了幼发拉底河以东所有领土的主人。
ἀφείλοντο δὲ καὶ τῆς Βακτριανῆς μέρος βιασάμενοι τοὺς Σκύθας καὶ ἔτι πρότερον τοὺς περὶ Εὐκρατίδαν, καὶ νῦν ἐπάρχουσι τοσαύτης γῆς καὶ τοσούτων ἐθνῶν ὥστε ἀντίπαλοι τοῖς Ῥωμαίοις τρόπον τινὰ γεγόνασι κατὰ μέγεθος τῆς ἀρχῆς.
他们还通过征服塞人,以及更早时通过征服欧克拉提德斯的手下,夺取了巴克特里亚的一部分;如今他们统治着如此辽阔的土地和众多的民族,以至于在帝国规模上,在某种程度上已成为罗马人的竞争对手。
αἴτιος δʼ ὁ βίος αὐτῶν καὶ τὰ ἔθη τὰ ἔχοντα πολὺ μὲν τὸ βάρβαρον καὶ τὸ Σκυθικόν, πλέον μέντοι τὸ χρήσιμον πρὸς ἡγεμονίαν καὶ τὴν ἐν τοῖς πολέμοις κατόρθωσιν.
其原因在于他们的生活方式和习俗,虽然这些习俗包含着许多野蛮和塞人的成分,但更有利于统治地位的确立和战争中的胜利。
§11.9.3φασὶ δὲ τοὺς Πάρνους Δάας μετανάστας εἶναι ἐκ τῶν ὑπὲρ τῆς Μαιώτιδος Δαῶν, οὓς Ξανδίους ἢ Παρίους καλοῦσιν· οὐ πάνυ δʼ ὡμολόγηται Δάας εἶναί τινας τῶν ὑπὲρ τῆς Μαιώτιδος Σκυθῶν·
他们说帕尔诺伊人是从迈奥蒂斯湖彼方的达伊人(被称为克桑迪奥伊人或帕里奥伊人)那里迁徙而来的达伊人;但对于迈奥蒂斯湖彼方的塞人中是否存在被称为达伊人的人,人们并未完全达成共识。
ἀπὸ τούτων δʼ οὖν ἕλκειν φασὶ τὸ γένος τὸν Ἀρσάκην, οἱ δὲ Βακτριανὸν λέγουσιν αὐτόν, φεύγοντα δὲ τὴν αὔξησιν τῶν περὶ Διόδοτον ἀποστῆσαι τὴν Παρθυαίαν.
无论如何,他们说阿尔萨克的世系源于这些人,而另一些人则说他是巴克特里亚人,为了逃避狄奥多托斯势力扩张而使巴尔地亚脱离统治。
εἰρηκότες δὲ πολλὰ περὶ τῶν Παρθικῶν νομίμων ἐν τῇ ἕκτῃ τῶν ἱστορικῶν ὑπομνημάτων βίβλῳ, δευτέρᾳ δὲ τῶν μετὰ Πολύβιον, παραλείψομεν ἐνταῦθα μὴ ταυτολογεῖν δόξωμεν, τοσοῦτον εἰπόντες μόνον ὅτι τῶν Παρθυαίων συνέδριόν φησιν εἶναι Ποσειδώνιος διττόν, τὸ μὲν συγγενῶν τὸ δὲ σοφῶν καὶ μάγων, ἐξ ὧν ἀμφοῖν τοὺς βασιλεῖς καθίστασθαι.
我们在《历史备忘录》的第六卷(即《波利比乌斯之后历史》的第二卷)中已经对巴尔地亚人的习俗作了许多说明,因此在此不予赘述,以免显得重复,仅提及波塞多尼乌斯所说的一点:巴尔地亚人的评议会是双重的,一是由亲属组成,另一是由贤者和马格斯僧组成,国王从这两个群体中被选立。