§11.8.7οἱ μὲν οὖν ἐν ταῖς νήσοις οὐκ ἔχοντες σπόριμα ῥιζοφαγοῦσι καὶ ἀγρίοις χρῶνται καρποῖς, ἀμπέχονται δὲ τοὺς τῶν δένδρων φλοιούς (οὐδὲ γὰρ βοσκήματα ἔχουσι), πίνουσι δὲ τὸν ἐκ τῶν δένδρων καρπὸν ἐκθλίβοντες·
因此,居住在岛屿上的人们,因没有可耕种的土地,便以植物根茎为食,并利用野生果实,他们用树皮做衣服(因为他们甚至没有牲畜),并且通过榨取树木的果实来饮用。
οἱ δʼ ἐν τοῖς ἕλεσιν ἰχθυοφαγοῦσιν, ἀμπέχονται δὲ τὰ τῶν φωκῶν δέρματα τῶν ἐκ θαλάττης ἀνατρεχουσῶν·
另一方面,居住在沼泽里的人们以鱼类为食,并用从海里溯流而上的海豹的皮来做衣服。
οἱ δʼ ὄρειοι τοῖς ἀγρίοις τρέφονται καὶ αὐτοὶ καρποῖς· ἔχουσι δὲ καὶ πρόβατα ὀλίγα ὥστʼ οὐδὲ κατακόπτουσι φειδόμενοι τῶν ἐρίων χάριν καὶ τοῦ γάλακτος· τὴν δʼ ἐσθῆτα ποικίλλουσιν ἐπιχρίστοις φαρμάκοις δυσεξίτηλον ἔχουσι τὸ ἄνθος.
而山岳的居民们也同样以野生果实为生;他们也有少量的绵羊,但为了羊毛和乳汁而爱惜它们,绝不予以宰杀;他们用涂抹的染料给衣服着色,使其颜色不易脱落。
οἱ δὲ πεδινοὶ καίπερ ἔχοντες χώραν οὐ γεωργοῦσιν, ἀλλὰ ἀπὸ προβάτων καὶ ἰχθύων ζῶσι νομαδικῶς καὶ Σκυθικῶς.
至于平原上的居民,虽然拥有土地却不从事耕作,而是依靠羊群和鱼类,过着游牧和塞人式的生活。
ἔστι γάρ τις καὶ κοινὴ δίαιτα πάντων τῶν τοιούτων ἣν πολλάκις λέγω, καὶ ταφαὶ δʼ εἰσὶ παραπλήσιαι καὶ ἤθη καὶ ὁ σύμπας βίος, αὐθέκαστος μὲν σκαιός τε καὶ ἄγριος καὶ πολεμικός, πρὸς δὲ τὰ συμβόλαια ἁπλοῦς καὶ ἀκάπηλος.
因为所有这些人群确实有一种我经常提及的共同生活方式,他们的葬礼、习俗以及整个生活都非常相似:他们固执、粗俗、野蛮且好战,但在契约交往中却单纯而不重商。
§11.8.8τοῦ δὲ τῶν Μασσαγετῶν καὶ τῶν Σακῶν ἔθνους καὶ οἱ Ἀττάσιοι καὶ οἱ Χωράσμιοι, εἰς οὓς ἀπὸ τῶν Βακτριανῶν καὶ τῶν Σογδιανῶν ἔφυγε Σπιταμένης, εἷς ἐκ τῶν ἀποδράντων Περσῶν τὸν Ἀλέξανδρον, καθάπερ καὶ Βῆσσος· καὶ ὕστερον δὲ Ἀρσάκης τὸν Καλλίνικον φεύγων Σέλευκον εἰς τοὺς Ἀπασιάκας ἐχώρησε.
在马萨革泰人和萨卡人的部族中,还包括阿塔西奥伊人和花剌子模人,斯皮塔梅尼斯正是从巴克特里亚人和粟特人那里逃往花剌子模人处的——他是像贝索斯一样从亚历山大手中逃脱的波斯人之一;后来,阿尔萨克在逃避塞琉古·卡利尼科斯时,也退往阿帕西亚卡伊人那里。
φησὶ δʼ Ἐρατοσθένης τοὺς Ἀραχωτοὺς καὶ Μασσαγέτας τοῖς Βακτρίοις παρακεῖσθαι πρὸς δύσιν παρὰ τὸν Ὦξον, καὶ Σάκας μὲν καὶ Σογδιανοὺς τοῖς ὅλοις ἐδάφεσιν ἀντικεῖσθαι τῇ Ἰνδικῇ, Βακτρίους δʼ ἐπʼ ὀλίγον· τὸ γὰρ πλέον τῷ Παροπαμισῷ παρακεῖσθαι·
埃拉托斯特尼说,阿拉科托伊人和马萨革泰人在奥克苏斯河沿岸的西侧与巴克特里亚人相邻,萨卡人和粟特人的全部领土都与印度相对,而巴克特里亚人仅有一小部分与之相对;因为巴克特里亚人的大部分领土都与帕罗帕米苏斯相邻。
διείργειν δὲ Σάκας μὲν καὶ Σογδιανοὺς τὸν Ἰαξάρτην, καὶ Σογδιανοὺς δὲ καὶ Βακτριανοὺς τὸν Ὦξον, μεταξὺ δὲ Ὑρκανῶν καὶ Ἀρίων Ταπύρους οἰκεῖν· κύκλῳ δὲ περὶ τὴν θάλατταν μετὰ τοὺς Ὑρκανοὺς Ἀμάρδους τε καὶ Ἀναριάκας καὶ Καδουσίους καὶ Ἀλβανοὺς καὶ Κασπίους καὶ Οὐιτίους, τάχα δὲ καὶ ἑτέρους μέχρι Σκυθῶν, ἐπὶ θάτερα δὲ μέρη τῶν Ὑρκανῶν Δέρβικας, τοὺς δὲ Καδουσίους συμψαύειν Μήδων καὶ Ματιανῶν ὑπὸ τὸν Παραχοάθραν.
他还说,药杀水将萨卡人和粟特人分隔开,而奥克苏斯河则分隔了粟特人和巴克特里亚人,塔皮罗伊人居住在希尔卡尼亚人和阿里亚人之间;而在海的周围,继希尔卡尼亚人之后,居住着阿马尔多伊人、阿纳里亚卡伊人、卡杜西奥伊人、阿尔巴尼亚人、卡斯皮人和乌伊蒂奥伊人,或许还有其他族群一直延伸到塞人,在希尔卡尼亚人的另一侧则是德尔比克斯人,而卡杜西奥伊人则在帕拉科阿特拉斯山下与米底亚人和马蒂亚诺伊人接壤。
§11.8.9τὰ δὲ διαστήματα οὕτω λέγει· ἀπὸ μὲν τοῦ Κασπίου ἐπὶ τὸν Κῦρον ὡς χιλίους ὀκτακοσίους σταδίους, ἔνθεν δʼ ἐπὶ Κασπίας πύλας πεντακισχιλίους ἑξακοσίους, εἶτʼ εἰς Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις ἑξακισχιλίους τετρακοσίους, εἶτʼ εἰς Βάκτραν τὴν πόλιν, ἣ καὶ Ζαριάσπα καλεῖται, τρισχιλίους ὀκτακοσίους ἑβδομήκοντα, εἶτʼ ἐπὶ τὸν Ἰαξάρτην ποταμόν, ἐφʼ ὃν Ἀλέξανδρος ἧκεν, ὡς πεντακισχιλίους· ὁμοῦ δισμύριοι δισχίλιοι ἑξακόσιοι ἑβδομήκοντα.
¦p.722 他将这些距离表述如下:从卡斯皮海到库鲁斯河约一千八百斯塔迪翁,由此到卡斯皮门为五千六百,再到阿里亚境内的亚历山大里亚为六千四百,再到被称为扎里亚斯帕的巴克特拉城为三千八百七十,再到亚历山大曾抵达的药杀水约五千;总计二万二千六百七十。
λέγει δὲ καὶ οὕτω τὰ διαστήματα ἀπὸ Κασπίων πυλῶν εἰς Ἰνδούς· εἰς μὲν Ἑκατόμπυλον χιλίους ἐνακοσίους ἑξήκοντά φασιν, εἰς δʼ Ἀλεξάνδρειαν τὴν ἐν Ἀρίοις τετρακισχιλίους πεντακοσίους τριάκοντα, εἶτʼ εἰς Προφθασίαν τὴν ἐν Δραγγῇ χιλίους ἑξακοσίους, οἱ δὲ πεντακοσίους, εἶτʼ εἰς Ἀραχωτοὺς τὴν πόλιν τετρακισχιλίους ἑκατὸν εἴκοσιν, εἶτʼ εἰς Ὀρτόσπανα ἐπὶ τὴν ἐκ Βάκτρων τρίοδον δισχιλίους, εἶτʼ εἰς τὰ ὅρια τῆς Ἰνδικῆς χιλίους· ὁμοῦ μύριοι πεντακισχίλιοι τριακόσιοι.
他还将从卡斯皮门到印度的距离表述如下:据称到赫卡托姆皮洛斯为一千九百六十,到阿里亚境内的亚历山大里亚为四千五百三十,再到德兰吉亚境内的普罗夫塔西亚为一千六百(有人说一千五百),再到阿拉科托伊人的城市为四千一百意,再到从巴克特拉出发的三叉路口处的奥尔托斯帕纳为二千,再到印度的边界为一千;总计一万五千三百。
ἐπʼ εὐθείας δὲ τῷ διαστήματι τούτῳ τὸ συνεχὲς δεῖ νοεῖν, τὸ ἀπὸ τοῦ Ἰνδοῦ μέχρι τῆς ἑῴας θαλάττης μῆκος τῆς Ἰνδικῆς.
应当将这一距离的直线延伸视为从印度河到东海的印度的长度。
ταῦτα μὲν τὰ περὶ τοὺς Σάκας.
以上便是关于萨卡人的情况。