§11.10.1ἡ δʼ Ἀρία καὶ ἡ Μαργιανὴ κράτιστα χωρία ἐστὶ ταύτῃ, τῇ μὲν ὑπὸ τῶν ὀρῶν ἐγκλειόμενα τῇ δʼ ἐν πεδίοις τὰς οἰκήσεις ἔχοντα.
阿利亚和马尔基亚纳是该地区最优秀的土地,它们一方面被山脉所环绕,另一方面在平原上设有居民点。
τὰ μὲν οὖν ὄρη νέμονται σκηνῖταί τινες, τὰ δὲ πεδία ποταμοῖς διαρρεῖται ποτίζουσιν αὐτὰ τὰ μὲν τῷ Ἀρίῳ τὰ δὲ Μάργῳ.
山地由一些帐篷居住者占领,而平原由河流穿流并灌溉,一部分由阿里乌斯河灌溉,另一部分由马尔戈斯河灌溉。
ὁμορεῖ δὲ ἡ Ἀρία τῇ Βακτριανῇ καὶ τὴν ὑποστᾶσαν ὄρει τῷ ἔχοντι τὴν Βακτριανήν· διέχει δὲ τῆς Ὑρκανίας περὶ ἑξακισχιλίους σταδίους.
阿利亚与巴克特里亚以及位于拥有巴克特里亚的山脉脚下的土地相邻;它距离希尔卡尼亚约六千斯塔迪翁。
συντελὴς δʼ ἦν αὐτῇ καὶ ἡ Δραγγιανὴ μέχρι Καρμανίας, τὸ μὲν πλέον τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα, ἔχουσα μέντοι τινὰ τῶν μερῶν καὶ τοῖς ἀρκτικοῖς πλησιάζοντα τοῖς κατὰ τὴν Ἀρίαν·
德兰吉亚纳直到卡尔马尼亚为止,也与阿利亚共同分担税政,其大部分位于山脉的南部,但也有一些部分接近靠近阿利亚的北部地区。
καὶ ἡ Ἀραχωσία δὲ οὐ πολὺ ἄπωθέν ἐστι, καὶ αὕτη τοῖς νοτίοις μέρεσι τῶν ὀρῶν ὑποπεπτωκυῖα καὶ μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τεταμένη, μέρος οὖσα τῆς Ἀριανῆς.
阿拉霍西亚也相距不远,它同样位于山脉南部,一直延伸到印度河,是阿里亚纳的一部分。
μῆκος δὲ τῆς Ἀρίας ὅσον δισχίλιοι στάδιοι, πλάτος δὲ τριακόσιοι τοῦ πεδίου·
阿利亚的长度约为二千斯塔迪翁,其平原的宽度为三百斯塔迪翁。
πόλεις δὲ Ἀρτακάηνα καὶ Ἀλεξάνδρεια καὶ Ἀχαΐα, ἐπώνυμοι τῶν κτισάντων.
城市有阿尔塔卡埃纳、亚历山大里亚和阿开亚,皆以其创建者的名字命名。
εὐοινεῖ δὲ σφόδρα ἡ γῆ· καὶ γὰρ εἰς τριγονίαν παραμένει ἐν ἀπιττώτοις ἄγγεσι.
这片土地出产极佳的葡萄酒;因为即使在未涂沥青的容器中,葡萄酒也能保存达三代之久。
§11.10.2παραπλησία δʼ ἐστὶ καὶ ἡ Μαργιανή, ἐρημίαις δὲ περιέχεται τὸ πεδίον.
马尔基亚纳也与之相似,但其平原被荒漠所包围。
θαυμάσας δὲ τὴν εὐφυΐαν ὁ Σωτὴρ Ἀντίοχος τείχει περιέβαλε κύκλον ἔχοντι χιλίων καὶ πεντακοσίων σταδίων, πόλιν δὲ ἔκτισεν Ἀντιόχειαν.
救主安条克赞叹其土地的肥沃,用一圈周长达一千五百斯塔迪翁的城墙将其围起,并创建了安条克城。
εὐάμπελος δὲ καὶ αὕτη ἡ γῆ· φασὶ γοῦν τὸν πυθμένα εὑρίσκεσθαι πολλάκις δυσὶν ἀνδράσι περιληπτόν, τὸν δὲ βότρυν δίπηχυν.
这片土地也极富于葡萄藤;至少人们说,葡萄藤的干经常被发现粗到需要两个男人才能合抱,而一串葡萄竟长达两肘。