§11.8.1ἀπὸ δὲ τῆς Ὑρκανίας θαλάττης προϊόντι ἐπὶ τὴν ἕω δεξιὰ μέν ἐστι τὰ ὄρη μέχρι τῆς Ἰνδικῆς θαλάττης παρατείνοντα, ἅπερ οἱ Ἕλληνες ὀνομάζουσι Ταῦρον, ἀρξάμενα ἀπὸ τῆς Παμφυλίας καὶ τῆς Κιλικίας καὶ μέχρι δεῦρο προϊόντα ἀπὸ τῆς ἑσπέρας συνεχῆ καὶ τυγχάνοντα ἄλλων καὶ ἄλλων ὀνομάτων.
从希尔卡尼亚海向东行进的人,右侧是延伸至印度海的山脉,希腊人称之为托罗斯山脉,它始于潘菲利亚和基利家,自西方连续延伸至此,并拥有各种不同的名称。
προσοικοῦσι δʼ αὐτοῦ τὰ προσάρκτια μέρη πρῶτοι μὲν οἱ Γῆλαι καὶ Καδούσιοι καὶ Ἄμαρδοι, καθάπερ εἴρηται, καὶ τῶν Ὑρκανίων τινές, ἔπειτα τὸ τῶν Παρθυαίων ἔθνος καὶ τὸ τῶν Μαργιανῶν καὶ τῶν Ἀρίων καὶ ἡ ἔρημος, ἣν ἀπὸ τῆς Ὑρκανίας ὁρίζει ὁ Σάρνιος ποταμὸς πρὸς ἕω βαδίζουσι καὶ ἐπὶ τὸν Ὦχον.
如前所述,紧邻其北部居住的首先是盖莱人、卡杜西人和阿马尔迪人,以及一部分希尔卡尼亚人;其次是巴提亚族、马尔吉亚纳人、阿里亚人,以及一片荒漠。 对于向东朝向奥科斯河行进的人来说,萨尔尼乌斯河将这片荒漠与希尔卡尼亚隔开。
καλεῖται δὲ τὸ μέχρι δεῦρο ἀπὸ τῆς Ἀρμενίας διατεῖνον ἢ μικρὸν ἀπολεῖπον Παραχοάθρας.
从亚美尼亚延伸到这里或稍短于此的部分被称为帕拉科阿特拉斯。
ἔστι δὲ ἀπὸ τῆς Ὑρκανίας θαλάττης εἰς τοὺς Ἀρίους περὶ ἑξακισχιλίους σταδίους· εἶθʼ ἡ Βακτριανή ἐστι καὶ ἡ Σογδιανή, τελευταῖοι δὲ Σκύθαι νομάδες.
从希尔卡尼亚海到阿里亚人居住地大约有六千斯塔德;此后是巴克特里亚和粟特,最后是游牧的塞人。
τὰ δʼ ὄρη Μακεδόνες μὲν ἅπαντα τὰ ἐφεξῆς ἀπὸ Ἀρίων Καύκασον ἐκάλεσαν, παρὰ δὲ τοῖς βαρβάροις τά τε ἄκρα κατὰ μέρος ὠνομάζετο ὁ Παροπάμισος τὰ προσβόρεια καὶ τὰ Ἠμωδὰ καὶ τὸ Ἴμαον καὶ ἄλλα τοιαῦτα ὀνόματα ἑκάστοις μέρεσιν ἐπέκειτο.
至于这些山脉,马其顿人将从阿里亚人之后的所有连续山脉称为“高加索”,但在蛮族中,这些山峰是按部分命名的:偏北的部分被称为帕罗帕米苏斯,以及埃莫达和伊毛斯山,其他类似的名字也被赋予各个部分。
§11.8.2ἐν ἀριστερᾷ δὲ τούτοις ἀντιπαράκειται Σκυθικὰ ἔθνη καὶ τὰ νομαδικὰ ἅπασαν ἐκπληροῦντα τὴν βόρειον πλευράν.
在这些山脉的左侧,对峙着塞人及游牧部族,他们占领了整个北侧。
οἱ μὲν δὴ πλείους τῶν Σκυθῶν ἀπὸ τῆς Κασπίας θαλάττης ἀρξάμενοι Δᾶαι προσαγορεύονται, τοὺς δὲ προσεῴους τούτων μᾶλλον Μασσαγέτας καὶ Σάκας ὀνομάζουσι, τοὺς δʼ ἄλλους κοινῶς μὲν Σκύθας ὀνομάζουσιν ἰδίᾳ δʼ ὡς ἑκάστους· ἅπαντες δʼ ὡς ἐπὶ τὸ πολὺ νομάδες.
大部分塞人从里海开始被称为达赫人;比他们更偏东的人被称为马萨革泰人和萨卡人,而其他人则被通称为塞人,但每个人群也有其各自的专称;他们几乎全都是游牧民。
μάλιστα δὲ γνώριμοι γεγόνασι τῶν νομάδων οἱ τοὺς Ἕλληνας ἀφελόμενοι τὴν Βακτριανήν, Ἄσιοι καὶ Πασιανοὶ καὶ Τόχαροι καὶ Σακάραυλοι, ὁρμηθέντες ἀπὸ τῆς περαίας τοῦ Ἰαξάρτου τῆς κατὰ Σάκας καὶ Σογδιανούς, ἣν κατεῖχον Σάκαι.
在游牧民中,最广为人知的是那些从希腊人手中夺走巴克特里亚的人,即阿西人、帕西安人、吐火罗人和萨卡劳洛伊人,他们是从靠近萨卡人和粟特人的雅克萨尔特斯河对岸出发的,那里曾由萨卡人占领。
καὶ τῶν Δαῶν οἱ μὲν προσαγορεύονται Ἄπαρνοι οἱ δὲ Ξάνθιοι οἱ δὲ Πίσσουροι.
在达赫人中,一些被称为阿帕尔尼人,一些被称为克桑提奥伊人,另一些被称为皮苏里人。
οἱ μὲν οὖν Ἄπαρνοι πλησιαίτατα τῇ Ὑρκανίᾳ παράκεινται καὶ τῇ κατʼ αὐτὴν θαλάττῃ, οἱ δὲ λοιποὶ διατείνουσι καὶ μέχρι τῆς ἀντιπαρηκούσης τῇ Ἀρίᾳ.
阿帕尔尼人最靠近希尔卡尼亚及其相邻的海域,而其余的人则一直延伸到与阿里亚平行对峙的地区。
§11.8.3μεταξὺ δʼ αὐτῶν καὶ τῆς Ὑρκανίας καὶ τῆς Παρθυαίας μέχρι Ἀρίων ἔρημος πρόκειται πολλὴ καὶ ἄνυδρος, ἣν διεξιόντες μακραῖς ὁδοῖς κατέτρεχον τήν τε Ὑρκανίαν καὶ τὴν Νησαίαν καὶ τὰ τῶν Παρθυαίων πεδία·
在他们与希尔卡尼亚及巴提亚直至阿里亚的地区之间,展开着一片辽阔且缺水的荒漠,他们通过长途跋涉穿过这里,袭击希尔卡尼亚、尼赛亚和巴提亚人的平原。
οἱ δὲ συνέθεντο φόρους· φόρος δʼ ἦν τὸ ἐπιτρέπειν τακτοῖς τισι χρόνοις τὴν χώραν κατατρέχειν καὶ φέρεσθαι λείαν.
而当地居民同意缴纳贡税;贡税的内容就是允许他们在特定的时间袭击该地区并带走掠夺物。
ἐπιπολαζόντων δʼ αὐτῶν παρὰ τὰ συγκείμενα ἐπολεμεῖτο, καὶ πάλιν διαλύσεις καὶ ἀναπολεμήσεις ὑπῆρχον.
然而,当他们违反协定过度侵扰时,就会爆发战争,随后又是和解与再战。
τοιοῦτος δὲ καὶ ὁ τῶν ἄλλων νομάδων βίος, ἀεὶ τοῖς πλησίον ἐπιτιθεμένων τοτὲ δʼ αὖ διαλλαττομένων.
其他游牧民的生活也是如此,他们总是袭击邻居,然后又与人和解。