Humanitext Reader

斯特拉波 · 地理学 §11.5.5-11.5.8

高加索真实地理与北方游牧部落

第 353 段,共 577 段 · 希腊语

内容简介

斯特拉波揭露了亚历山大的谄媚者为了夸大其功绩而将高加索山脉移至印度的虚假说法,进而描述了真实的高加索高峰、其居民在严寒中的生存方式,以及北方平原上富裕且强大的阿奥尔索伊人和西拉克斯人等游牧部落。

§11.5.5καὶ τὰ πρὸς τὸ ἔνδοξον θρυληθέντα οὐκ ἀνωμολόγηται παρὰ πάντων, οἱ δὲ πλάσαντες ἦσαν οἱ κολακείας μᾶλλον ἢ ἀληθείας φροντίζοντες·
此外,那些为了增加其声望而流传的内容也未得到所有人的公认,而捏造这些内容的人,是那些注重谄媚胜过真实的人。
οἷον τὸ τὸν Καύκασον μετενεγκεῖν εἰς τὰ Ἰνδικὰ ὄρη καὶ τὴν πλησιάζουσαν ἐκείνοις ἑῴαν θάλατταν ἀπὸ τῶν ὑπερκειμένων τῆς Κολχίδος καὶ τοῦ Εὐξείνου ὀρῶν·
例如,将高加索山脉从科尔基斯和厄克辛海上方耸立的山脉,移到印度山脉以及与之相邻的东方之海。
ταῦτα γὰρ οἱ Ἕλληνες καὶ Καύκασον ὠνόμαζον, διέχοντα τῆς Ἰνδικῆς πλείους ἢ τρισμυρίους σταδίους, καὶ ἐνταῦθα ἐμύθευσαν τὰ περὶ Προμηθέα καὶ τὸν δεσμὸν αὐτοῦ· ταῦτα γὰρ τὰ ὕστατα πρὸς ἕω ἐγνώριζον οἱ τότε.
因为希腊人曾将后一山脉称为高加索,尽管它距离印度有三万多斯塔迪亚,而他们就在那里虚构了关于普罗米修斯及其被束缚的神话;因为这些山脉是当时的人所知道的东方最远的地方。
ἡ δὲ ἐπὶ Ἰνδοὺς στρατεία Διονύσου καὶ Ἡρακλέους ὑστερογενῆ τὴν μυθοποιίαν ἐμφαίνει, ἅτε τοῦ Ἡρακλέους καὶ τὸν Προμηθέα λῦσαι λεγομένου χιλιάσιν ἐτῶν ὕστερον.
而狄奥尼索斯和赫拉克勒斯对印度的远征,表明这种神话创作是后世才有的,因为据说赫拉克勒斯是在数千年后才解救了普罗米修斯。
καὶ ἦν μὲν ἐνδοξότερον τὸ τὸν Ἀλέξανδρον μέχρι τῶν Ἰνδικῶν ὀρῶν καταστρέψασθαι τὴν Ἀσίαν ἢ μέχρι τοῦ μυχοῦ τοῦ Εὐξείνου καὶ τοῦ Καυκάσου· ἀλλʼ ἡ δόξα τοῦ ὄρους καὶ τοὔνομα καὶ τὸ τοὺς περὶ Ἰάσονα δοκεῖν μακροτάτην στρατείαν τελέσαι τὴν μέχρι τῶν πλησίον Καυκάσου καὶ τὸ τὸν Προμηθέα παραδεδόσθαι δεδεμένον ἐπὶ τοῖς ἐσχάτοις τῆς γῆς ἐν τῷ Καυκάσῳ χαριεῖσθαί τι τῷ βασιλεῖ ὑπέλαβον τοὔνομα τοῦ ὄρους μετενέγκαντες εἰς τὴν Ἰνδικήν.
尽管对于亚历山大来说,征服亚洲一直到印度山脉,比只征服到厄克辛海的深处和高加索山脉更为显赫;但是,由于该山的名声和名称,以及人们相信伊阿宋一行完成了直到高加索邻近的最远征途,加之普罗米修斯被传在地球尽头的高加索被束缚,他们便认为,如果将该山的名字移到印度,就会给国王带来某种讨好。
§11.5.6τὰ μὲν οὖν ὑψηλότατα τοῦ ὄντως Καυκάσου τὰ νοτιώτατά ἐστι τὰ πρὸς Ἀλβανίᾳ καὶ Ἰβηρίᾳ καὶ Κόλχοις καὶ Ἡνιόχοις·
那么,真正的高加索山脉中最高的部分是其最南部的部分,即靠近阿尔巴尼亚、伊比利亚、科尔基斯和赫尼奥希人那里的部分。
οἰκοῦσι δὲ οὓς εἶπον τοὺς συνερχομένους εἰς τὴν Διοσκουριάδα· συνέρχονται δὲ τὸ πλεῖστον ἁλῶν χάριν.
这里居住着我提到的那些在狄奥斯库里亚斯集会的人们;他们集会主要是为了获取食盐。
τούτων δʼ οἱ μὲν τὰς ἀκρωρείας κατέχουσιν, οἱ δὲ ἐν νάπαις αὐλίζονται καὶ ζῶσιν ἀπὸ θηρείων σαρκῶν τὸ πλέον καὶ καρπῶν ἀγρίων καὶ γάλακτος.
在这些人中,有的占领山脊,有的在溪谷中露营,主要依靠野兽的肉、野生果实和乳汁生活。
αἱ δὲ κορυφαὶ χειμῶνος μὲν ἄβατοι, θέρους δὲ προσβαίνουσιν ὑποδούμενοι κεντρωτὰ ὠμοβόινα δίκην τυμπάνων πλατεῖα διὰ τὰς χιόνας καὶ τοὺς κρυστάλλους.
这些山顶在冬天是无法通行的,但在夏天,由于积雪和冰冻,他们会把像手鼓一样宽大、带钉的生牛皮绑在脚上登上去。
καταβαίνουσι δʼ ἐπὶ δορᾶς κείμενοι σὺν τοῖς φορτίοις καὶ κατολισθαίνοντες, ὅπερ καὶ κατὰ τὴν Ἀτροπατίαν Μηδίαν καὶ κατὰ τὸ Μάσιον ὄρος τὸ ἐν Ἀρμενίᾳ συμβαίνει·
他们躺在毛皮上,连同货物一起滑行而下,以此下山,这也发生在阿特罗帕特内·米底亚以及亚美尼亚的马西奥斯山。
ἐνταῦθα δὲ καὶ τροχίσκοι ξύλινοι κεντρωτοὶ τοῖς πέλμασιν ὑποτίθενται.
在那里,足底还会垫上带钉的木制小轮。
τοῦ γοῦν Καυκάσου τὰ μὲν ἄκρα τοιαῦτα.
总之,高加索的山巅就是这样的。
§11.5.7καταβαίνοντι δʼ εἰς τὰς ὑπωρείας ἀρκτικώτερα μέν ἐστι τὰ κλίματα, ἡμερώτερα δέ· ἤδη γὰρ συνάπτει τοῖς πεδίοις τῶν Σιράκων.
在下到山麓地带时,气候更偏向北方,但更为温和;因为这里已经与西拉克斯人的平原相接。
εἰσὶ δὲ καὶ τρωγλοδύται τινὲς ἐν φωλεοῖς οἰκοῦντες διὰ τὰ ψύχη, παρʼ οἷς ἤδη καὶ ἀλφίτων ἐστὶν εὐπορία·
这里还有一些因为寒冷而居住在洞穴中的穴居人(特罗格洛底泰),在他们那里已经有丰富的大麦面。
μετὰ δὲ τοὺς τρωγλοδύτας καὶ χαμαικοῖται καὶ πολυφάγοι τινὲς καλούμενοι καὶ αἱ τῶν Εἰσαδίκων κῶμαι, δυναμένων γεωργεῖν διὰ τὸ μὴ παντελῶς ὑποπεπτωκέναι ταῖς ἄρκτοις.
在穴居人之后,是被称为卧地者(哈迈科伊泰)和多食者(ポリュパゴイ)的人,以及埃萨迪科伊人的村庄,由于他们不完全受制于北极地带,所以能够从事农业。
§11.5.8οἱ δʼ ἐφεξῆς ἤδη νομάδες οἱ μεταξὺ τῆς Μαιώτιδος καὶ τῆς Κασπίας Ναβιανοὶ καὶ Πανξανοὶ καὶ ἤδη τὰ τῶν Σιράκων καὶ Ἀόρσων φῦλα.
紧接着的已经是游牧民,即介于麦奥蒂斯湖和卡斯皮海之间的纳比亚诺伊人和班克萨诺伊人,然后是西拉克斯人和阿奥尔索伊人的部族。
δοκοῦσι δʼ οἱ Ἄορσοι καὶ οἱ Σίρακες φυγάδες εἶναι τῶν ἀνωτέρω καὶ προσάρκτιοι μᾶλλον Ἀόρσων.
阿奥尔索伊人和西拉克斯人被认为是更上方居民的流亡者,且阿奥尔索伊人更偏北。
Ἀβέακος μὲν οὖν ὁ τῶν Σιράκων βασιλεύς, ἡνίκα Φαρνάκης τὸν Βόσπορον εἶχε, δύο μυριάδας ἱππέων ἔστελλε, Σπαδίνης δʼ ὁ τῶν Ἀόρσων καὶ εἴκοσιν, οἱ δὲ ἄνω Ἄορσοι καὶ πλείονας·
当法尔纳克斯统治博斯普鲁斯时,西拉克斯人的国王阿贝阿克斯派遣了两万骑兵,而阿奥尔索伊人的国王斯帕迪内斯派遣了二十万骑兵,而更上方的阿奥尔索伊人派遣得还要多。
καὶ γὰρ ἐπεκράτουν πλείονος γῆς καὶ σχεδόν τι τῆς Κασπίων παραλίας τῆς πλείστης ἦρχον, ὥστε καὶ ἐνεπορεύοντο καμήλοις τὸν Ἰνδικὸν φόρτον καὶ τὸν Βαβυλώνιον παρά τε Ἀρμενίων καὶ Μήδων διαδεχόμενοι· ἐχρυσοφόρουν δὲ διὰ τὴν εὐπορίαν.
因为他们统治着更广阔的土地,几乎控制了卡斯皮海的大部分沿岸,以至于他们还用骆驼进行贸易,从亚美尼亚人和米底人那里承接印度和巴比伦的货物;由于富裕,他们身着金饰。
οἱ μὲν οὖν Ἄορσοι τὸν Τάναϊν παροικοῦσιν, οἱ Σίρακες δὲ τὸν Ἀχαρδέον, ὃς ἐκ τοῦ Καυκάσου ῥέων ἐκδίδωσιν εἰς τὴν Μαιῶτιν.
阿奥尔索伊人居住在塔奈斯河畔,而西拉克斯人则居住在阿卡尔德奥斯河畔,该河从高加索流出,注入麦奥蒂斯湖。

词汇与语法注释

  1. 11.5.5τὸ τὸν Καύκασον μετενεγκεῖν — 冠词不定式短语 τὸ ... μετενεγκεῖν(迁移)与 οἷον(例如)作同格。该不定式的发出者(阿谀奉承者)被省略,而 τὸν Καύκασον(高加索)是其直接宾语。
  2. 11.5.5χαριεῖσθαί τι τῷ βασιλεῖ ὑπέλαβον — 未来不定式 χαριεῖσθαι(讨好、逢迎)作为动词 ὑπέλαβον(他们认为)的宾语,在间接引语中表示从主句过去视点来看的未来预期或意图。
  3. 11.5.8προσάρκτιοι μᾶλλον Ἀόρσων — 属格 Ἀόρσων 接在具有比较意义的形容词短语 προσάρκτιοι μᾶλλον 之后。这个比较属格既可以理解为“(相比于西拉克斯人)阿奥尔索伊人更偏北”,也可以理解为“(在阿奥尔索伊人中)比其他阿奥尔索伊人更偏北”。结合上下文来看,前一种解释更为自然。
  4. 11.5.8δύο μυριάδας ... καὶ εἴκοσιν — 在数词 εἴκοσιν(二十)之后省略了前文出现的名词复数宾格 μυριάδας(万)。这是古典希腊语中表示大数时常见的省略形式,意指阿奥尔索伊人的国王派遣了“二十万(200,000)”骑兵,而非仅仅“二十人”。

引用这一段

斯特拉波, 地理学 §11.5.5-11.5.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.5.5-11.5.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。