§11.4.5στέλλουσι δὲ μείζω τῆς Ἰβήρων στρατιάν.
他们派出比伊伯利亚人更大的军队。
ὁπλίζουσι γὰρ καὶ ἓξ μυριάδας πεζῶν, ἱππέας δὲ μυρίους καὶ δισχιλίους, ὅσοις πρὸς Πομπήιον διεκινδύνευσαν.
因为他们武装了多达六万步兵和一万二千骑兵,这正是他们与庞培决战时所动用的兵力。
καὶ τούτοις δὲ συμπολεμοῦσιν οἱ νομάδες πρὸς τοὺς ἔξωθεν, ὥσπερ τοῖς Ἴβηρσι, κατὰ τὰς αὐτὰς αἰτίας.
游牧民也出于同样的原因,协助他们对抗外敌,正如协助伊伯利亚人一样。
ἄλλως δʼ ἐπιχειροῦσι τοῖς ἀνθρώποις πολλάκις ὥστε καὶ γεωργεῖν κωλύουσιν.
然而在其他时候,游牧民经常袭击当地人,以至于阻碍他们进行耕作。
ἀκοντισταὶ δέ εἰσι καὶ τοξόται, θώρακας ἔχοντες καὶ θυρεούς, περίκρανα δὲ θήρεια παραπλησίως τοῖς Ἴβηρσιν.
他们是标枪兵和弓箭手,穿着胸甲,拿着大盾,戴着兽皮制成的头盔,与伊伯利亚人相似。
ἔστι δὲ τῆς Ἀλβανῶν χώρας καὶ ἡ Κασπιανή, τοῦ Κασπίου ἔθνους ἐπώνυμος, οὗπερ καὶ ἡ θάλαττα, ἀφανοῦς ὄντος νυνί.
阿尔巴尼亚人的领土还包括卡斯皮亚内,它得名于卡斯皮部落,该海也因此得名,不过这一部落如今已经消亡。
ἡ δʼ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἀλβανίαν εἰσβολὴ διὰ τῆς Καμβυσηνῆς ἀνύδρου τε καὶ τραχείας ἐπὶ τὸν Ἀλαζόνιον ποταμόν.
从伊伯利亚进入阿尔巴尼亚的通道穿过无水且崎岖的坎比塞内,直达阿拉佐尼奥斯河。
θηρευτικοὶ δὲ καὶ αὐτοὶ καὶ οἱ κύνες αὐτῶν εἰς ὑπερβολήν, οὐ τέχνῃ μᾶλλον ἢ σπουδῇ τῇ περὶ τοῦτο.
他们自身和他们的猎犬都极度热爱打猎,这与其说是由于技艺,不如说是出于对此的热情。
§11.4.6διαφέρουσι δὲ καὶ οἱ βασιλεῖς· νυνὶ μὲν οὖν εἷς ἁπάντων ἄρχει, πρότερον δὲ καὶ καθʼ ἑκάστην γλῶτταν ἰδίᾳ ἐβασιλεύοντο ἕκαστοι.
他们的君主制也有所不同:现在虽然有一人统治所有人,但以前每个语言不同的部落都由各自的国王统治。
γλῶτται δʼ εἰσὶν ἓξ καὶ εἴκοσιν αὐτοῖς διὰ τὸ μὴ εὐεπίμικτον πρὸς ἀλλήλους.
他们有二十六种语言,这是因为彼此之间缺乏交往。
φέρει δʼ ἡ γῆ καὶ τῶν ἑρπετῶν ἔνια τῶν θανασίμων καὶ σκορπίους καὶ φαλάγγια· τῶν δὲ φαλαγγίων τὰ μὲν ποιεῖ γελῶντας ἀποθνήσκειν, τὰ δὲ κλαίοντας πόθῳ τῶν οἰκείων.
土地还产出一些致命的爬行动物,以及蝎子和毒蜘蛛;在这些毒蜘蛛中,有的让人在笑声中死去,有的则让人因对亲人的思念而哭泣着死去。
§11.4.7θεοὺς δὲ τιμῶσιν ἥλιον καὶ δία καὶ σελήνην, διαφερόντως δὲ τὴν σελήνην.
他们崇拜太阳、宙斯和月亮为神,尤其崇拜月亮。
ἔστι δʼ αὐτῆς τὸ ἱερὸν τῆς Ἰβηρίας πλησίον· ἱερᾶται δʼ ἀνὴρ ἐντιμότατος μετά γε τὸν βασιλέα, προεστὼς τῆς ἱερᾶς χώρας, πολλῆς καὶ εὐάνδρου, καὶ αὐτῆς καὶ τῶν ἱεροδούλων, ὧν ἐνθουσιῶσι πολλοὶ καὶ προφητεύουσιν·
月亮的神庙靠近伊伯利亚;神官是地位仅次于国王的人,主管着辽阔且人口众多的神圣土地,无论是土地本身还是那些神殿奴隶,其中许多人处于神魂超拔的状态并进行预言。
ὃς δʼ ἂν αὐτῶν ἐπὶ πλέον κατάσχετος γενόμενος πλανᾶται κατὰ τὰς ὕλας μόνος, τοῦτον συλλαβὼν ὁ ἱερεὺς ἁλύσει δήσας ἱερᾷ τρέφει πολυτελῶς τὸν ἐνιαυτὸν ἐκεῖνον, ἔπειτα προαχθεὶς εἰς τὴν θυσίαν τῆς θεοῦ, σὺν ἄλλοις ἱερείοις θύεται μυρισθείς.
这些奴隶中,凡是神灵附体更深、独自在森林中流浪的人,神官就会将其抓住,用神圣的锁链锁住,在这一年里用奢华的食物供养他;然后,在带他去向女神献祭时,他在被涂抹香油后,与其他祭品一起被宰杀。
τῆς δὲ θυσίας ὁ τρόπος οὗτος· ἔχων τις ἱερὰν λόγχην ᾗπέρ ἐστι νόμος ἀνθρωποθυτεῖν, παρελθὼν ἐκ τοῦ πλήθους παίει διὰ τῆς πλευρᾶς εἰς τὴν καρδίαν, οὐκ ἄπειρος τοιούτου·
献祭的方式如下:有人拿着一柄按照惯例用于人祭的神圣长枪,从人群中走出来,刺穿其肋部直达心脏,此人对此类事情并非没有经验。
πεσόντος δὲ σημειοῦνται μαντεῖά τινα ἐκ τοῦ πτώματος καὶ εἰς τὸ κοινὸν ἀποφαίνουσι, κομισθέντος δὲ τοῦ σώματος εἴς τι χωρίον ἐπιβαίνουσιν ἅπαντες καθαρσίῳ χρώμενοι.
当牺牲者倒下时,他们根据其倒地姿态读取某些神谕,并向公众宣布;当尸体被抬到某个地方时,所有人都会踩踏它,以此作为净化仪式。
§11.4.8ὑπερβαλλόντως δὲ τὸ γῆρας τιμῶσιν Ἀλβανοὶ καὶ τὸ τῶν ἄλλων, οὐ τῶν γονέων μόνον· τεθνηκότων δὲ οὐχ ὅσιον φροντίζειν οὐδὲ μεμνῆσθαι.
阿尔巴尼亚人极其尊重长者,不仅是自己的父母,也包括其他人的老人;但对于死者,去关照或怀念他们被认为是不虔敬的。
συγκατορύττουσι μέντοι τὰ χρήματα αὐτοῖς, καὶ διὰ τοῦτο πένητες ζῶσιν οὐδὲν πατρῷον ἔχοντες.
然而,他们会将死者的财产一同埋葬,因此他们生活贫困,没有任何祖传财产。
ταῦτα μὲν περὶ Ἀλβανῶν.
关于阿尔巴尼亚人就谈到这里。
λέγεται δʼ Ἰάσονα μετὰ Ἀρμένου τοῦ Θετταλοῦ κατὰ τὸν πλοῦν τὸν ἐπὶ τοὺς Κόλχους ὁρμῆσαι μέχρι τῆς Κασπίας θαλάττης, καὶ τήν τε Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν ἐπελθεῖν καὶ πολλὰ τῆς Ἀρμενίας καὶ τῆς Μηδίας, ὡς μαρτυρεῖ τά τε Ἰασόνια καὶ ἄλλα ὑπομνήματα πλείω.
据说,伊阿宋与塞萨利亚人阿尔梅诺斯在前往科尔基斯的航行中,曾一直推进到卡斯皮海,并游历了伊伯利亚和阿尔巴尼亚,以及亚美尼亚和米底亚的多处地方,正如“伊阿宋神殿”和其他许多遗迹所证实的那样。
τὸν δὲ Ἄρμενον εἶναι ἐξ Ἀρμενίου πόλεως τῶν περὶ τὴν Βοιβηίδα λίμνην μεταξὺ Φερῶν καὶ Λαρίσης, τοὺς σὺν αὐτῷ τε οἰκίσαι τήν τε Ἀκιλισηνὴν καὶ τὴν Συσπιρῖτιν ἕως Καλαχανῆς καὶ Ἀδιαβηνῆς, καὶ δὴ καὶ τὴν Ἀρμενίαν ἐπώνυμον καταλιπεῖν.
据说阿尔梅诺斯来自费赖和拉里萨之间的波伊贝伊斯湖附近的阿尔梅尼翁城,随行的人们定居在阿基利塞内和叙斯皮里蒂斯,一直延伸到卡拉哈内和阿迪亚贝内,并且确实留下了亚美尼亚这个名字。